- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.16.1-7.16.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普拉肯提亚因饥荒降伏,罗马城内亦陷入绝境;佩拉吉乌斯出使托提拉,而托提拉则预先严辞拒绝就西西里人、罗马城墙及投奔的奴隶三事进行谈判。
Βιγίλιος δέ, ὁ τῆς Ῥώμης ἀρχιερεύς, βασιλεῖ ἐς Βυζάντιον ἐκ Σικελίας μετάπεμπτος ἦλθεν. ἐτύγχανε γὰρ πολύν τινα χρόνον διὰ τοῦτο ἐν Σικελίᾳ διατριβὴν ἔχων.
与此同时,罗马的大主教维吉利乌斯受皇帝召命,从西西里来到了拜占庭;因为正是为此缘故,他恰好在西西里滞留了相当长的时间。
Ὑπὸ τοῦτον τὸν χρόνον Ῥωμαῖοι ἐν Πλακεντίᾳ πολιορκούμενοι ἁπάντων ἤδη σφᾶς τῶν ἀναγκαίων παντάπασιν ἐπιλιπόντων1 ἐς βρώσεις οὐχ ὁσίας τινάς, βιαζόμενοι τῷ λιμῷ, ἦλθον.
大约在此时,被围困在普拉肯提亚的罗马人,由于一切生活必需品已全然耗尽,在饥荒的逼迫下,不得不食用某些不洁的食物。
καὶ μὴν καὶ ἀλλήλων ἐγεύσαντο. καὶ διὰ τοῦτο σφᾶς τε αὐτοὺς καὶ Πλακεντίαν ὁμολογίᾳ Γότθοις παρέδωκαν.
他们甚至噬食了彼此的人肉。正因如此,他们通过协议将自身及普拉肯提亚城投降交付给了哥特人。
Ταῦτα μὲν οὖν τῇδε ἐχώρησε καὶ Ῥώμην πρὸς Τουτίλα πολιορκουμένην ἅπαντα ἤδη τὰ ἀναγκαῖα ἐπελελοίπει.
这些事情的进展大抵如此;而在被托提拉围困的罗马城中,一切生活必需品此时也已荡然无存。
ἦν δέ τις ἐν τοῖς Ῥώμης ἱερεῦσιν, ὄνομα μὲν Πελάγιος, διάκονος δὲ τὴν τιμήν, ὃς δὴ ἐν Βυζαντίῳ χρόνον διατρίψας συχνὸν φίλος μὲν ἐς τὰ μάλιστα Ἰουστινιανῷ βασιλεῖ γέγονε, χρήματα δὲ περιβεβλημένος μεγάλα ἐς Ῥώμην ὀλίγῳ ἔμπροσθεν ἐτύγχανεν ἀφικόμενος.
在罗马的教士中有一位名叫佩拉吉乌斯的人,职阶为主教助祭。他在拜占庭度过了很长岁月,因而成为查士丁尼皇帝极其亲密的朋友,且不久前携带着巨额财富恰好返回了罗马。
ἐν ταύτῃ τε τῇ πολιορκίᾳ τοῖς τῶν ἀναγκαίων ἀπορουμένοις πλεῖστα τῶν χρημάτων προέμενος, ὢν καὶ πρότερον ἔν γε Ἰταλιώταις ἅπασι δόκιμος, μεῖζον, ὡς τὸ εἰκός, ἐπὶ φιλανθρωπίᾳ κλέος ἀπήνεγκε.
在这次围城期间,他将大半家财慷慨散发给那些匮乏必需品的人;加之他此前在所有意大利人中本就声名卓著,因而理所当然地因其仁爱善行而赢得了更大的声誉。
τοῦτον Ῥωμαῖοι τὸν Πελάγιον, ἐπειδὴ τὰ ἀμήχανα τῷ λιμῷ ἔπασχον, πείθουσι παρὰ Τουτίλαν τε ἰέναι καὶ ἡμερῶν ὀλίγων τινῶν ἐκεχειρίαν διαπράξασθαι σφίσιν, ἐφ’ ᾧ, ἢν μή τις αὐτοῖς ἐπικουρία ταύτης δὴ ἐντὸς τῆς ἐκεχειρίας ἐκ Βυζαντίου ἀφίκηται, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ καὶ τὴν πόλιν Γότθοις ἐνδώσουσιν.
罗马人因饥荒而陷入绝境,遂劝说这位佩拉吉乌斯前往托提拉处,为他们争取为期数日的休战,其条件是:若在此休战期内拜占庭无任何援军抵达,他们将通过协议将自身及罗马城向哥特人交出。
ἐπὶ ταύτῃ δὴ τῇ πρεσβείᾳ Πελάγιος παρὰ Τουτίλαν ἦλθεν. ἥκοντά τε αὐτὸν ὁ Τουτίλας ἀσπασάμενος αἰδοῖ τε καὶ φιλοφροσύνῃ πολλῇ πρῶτος ἔλεξεν ὧδε·
佩拉吉乌斯正是肩负着这趟使节的使命来到了托提拉面前。在他抵达后,托提拉以极大的敬意和亲善接待了他,并率先开口说道:
“Πᾶσι μέν, ὡς ἐπὶ πλεῖστον εἰπεῖν, νόμος βαρβάροις τὸ χρῆμα τῶν πρέσβεων σέβειν, ἐμοὶ δὲ τοὺς τῆς ἀρετῆς τι μεταποιουμένους, οἷος αὐτὸς εἶ, καὶ ἄλλως τιμᾶν ἐν σπουδῇ ἄνωθεν γέγονε.
“按常理而言,尊崇使节的身份是所有蛮族公认的规矩;但对我而言,尊崇那些具备某种美德之人——正如你本人一般——更是自古以来便殷切持守的原则。
τιμὴν δὲ καὶ ὕβριν ἐς ἄνδρα πρεσβευτὴν οὐ πρᾳότητι προσώπων οὐδὲ ῥημάτων ὄγκῳ τῶν ὑποδεξαμένων διακεκρίσθαι οἶμαι, ἀλλ’ ἔν γε τῷ ἀληθίζεσθαι ἢ λόγοις οὐχ ὑγιαίνουσιν ἐς αὐτὸν χρῆσθαι.
然而我认为,对一位使节的尊重与侮辱,不能凭接见者的和颜悦色或言辞的浮夸来判定,而当以是否真诚相待或是否对其使用虚妄言辞来衡量。
τετιμῆσθαι μὲν γὰρ διαφερόντως ἐκείνῳ ξυμβαίνει, ὅτῳ ἂν ἐκ τοῦ εὐθέος ἀποκαλύψαντες τὸν ἀληθῆ λόγον, οὕτω τὸν ἄνθρωπον ἀποπέμποιντο, περιυβρίσθαι δὲ πάντων μάλιστα τῷ πρεσβευτῇ τούτῳ, ὃς ἂν ὑπούλων τε καὶ ξυμπεπλασμένων ἀκούσας ῥημάτων ἀπιὼν οἴχοιτο.
因为,唯有〔接见者〕向其毫无保留地坦陈真话、并以此遣送其归去之人,才称得上获得了非同寻常的尊重;而听信了虚伪捏造之辞离去退出的使节,才是遭到了最彻底的侮辱。
τριῶν τοίνυν ἐκτός, ὦ Πελάγιε, τῶν ἄλλων ἁπάντων, ὅτου ἂν δεηθείης, οὐ μή ποτε πρὸς ἡμῶν ἀτυχήσεις.2
因此,佩拉吉乌斯,除三件事之外,凡你所求的其他一切事宜,绝不会从我们这里遭到拒绝。
ἃ δὴ φυλασσόμενόν σε σιωπᾶν ἄμεινον, ὅπως μὴ σαυτῷ αἰτιώτατος γεγονὼς τοῦ μηδὲν ἀνύειν ὧν ἕνεκα ἦλθες τὴν ὑπὲρ αὐτῶν μέμψιν ἡμῖν ἀναθήσεις.
关于这三件事,你最好谨慎保持缄默,免得你亲自成为自己无功而返的罪魁祸首,反将未能如愿的责难推卸于我们。
τῷ γὰρ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορθοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμπέφυκε.3 λέγω δὲ ὅπως μήτε Σικελιωτῶν τινος ἕνεκα μήτε τῶν Ῥώμης περιβόλων, ἢ τῶν προσκεχωρηκότων ἡμῖν οἰκετῶν, τοὺς λόγους ποιήσεις.
因为以不合当前处境的方式提出请求,通常必然会导致一事无成。我之所以说明此事,是为了让你切勿为任何西西里人、或为罗马的城墙、或为投奔我们的家奴而进言。
οὐ γὰρ οἷόν τέ ἐστιν ἢ Γότθους φειδοῖ ἐς Σικελιωτῶν τινα χρήσεσθαι, ἢ τόδε τὸ τεῖχος ἑστάναι, ἢ δούλους τοὺς ξὺν ἡμῖν στρατευσαμένους τοῖς πάλαι κεκτημένοις δουλεύειν. τοῦ δὲ μὴ δοκεῖν ἀλογίστῳ ταῦτα προτείνεσθαι γνώμῃ τῷ τὰς αἰτίας αὐτίκα ἐξειπεῖν τὴν ὑποψίαν ἐκλύσομεν.”
因为哥特人既不可能对任何西西里人施以宽恕,这面城墙也不可能继续矗立,随我们征战的奴隶亦绝不可能重新向旧主为奴。为了不显得我们是出于盲目鲁莽的意图提出这些条件,我们将立即陈述缘由以消除这种疑虑。
“Ἦν μὲν ἡ νῆσος εὐδαίμων ἐκ παλαιοῦ χρημάτων προσόδῳ καὶ καρπῶν ἀφθονίᾳ τῶν ἐκεῖ φυομένων πασῶν μάλιστα, ὥστε οὐ τοῖς αὐτὴν ἐνοικοῦσιν ἐπαρκεῖν μόνον, ἀλλὰ καὶ τοὺς Ῥωμαίους ὑμᾶς ἐνθένδε εἰσκομιζομένους ἀνὰ πᾶν ἔτος τὴν τῶν ἐπιτηδείων φορὰν διαρκῶς ἔχειν.
那座岛屿自古以来便因财富的收益及当地出产作物的丰饶而在所有〔岛屿〕中最为富庶,不仅足以自给当地居民,甚至使你们罗马人每年从那里运入给养,亦能源源不绝地受其供应。
διόπερ κατ’ ἀρχὰς ἐδέοντο Θευδερίχου Ῥωμαῖοι μὴ πολλῶν ἐνταῦθα Γότθων καταστῆναι φρουράν, ὡς μηδὲν αὐτῶν τῇ ἐλευθερίᾳ ἢ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐμπόδιον εἴη.
正因如此,罗马人当初曾恳求狄奥多里克,勿在彼处派驻大量哥特人的驻军,以免对其自由或其余福祉造成任何阻碍。
τούτων δὲ τοιούτων ὄντων κατέπλευσεν ἐς Σικελίαν ὁ τῶν πολεμίων στρατός, οὔτε ἀνδρῶν πλήθει οὔτε ἄλλῳ τῶν πάντων οὐδενὶ ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες.4
然而在局势如此之下,敌军却泛舟驶入西西里,而他们在兵员数量上或在其他任何方面,根本不具备与我们抗衡的实力。”
- 7.16.2ἁπάντων ἤδη σφᾶς τῶν ἀναγκαίων παντάπασιν ἐπιλιπόντων
属格独立结构。动词 ἐπιλείπω 常带表示受影响之人的宾格(意为“对某人而言发生匮乏/穷尽”);此处属格短语 ἁπάντων τῶν ἀναγκαίων 充当分词 ἐπιλιπόντων 的语法主语,而 σφᾶς 则是其宾格直接宾语。
- 7.16.12οὐ μή ποτε πρὸς ἡμῶν ἀτυχήσεις
由双重否定词 οὐ μή 连用未来时直陈式(ἀτυχήσεις)构成的强否定句式,表示绝对确定的保证:“断不会从我们这里遭到拒绝/落空”。
- 7.16.14τῷ γὰρ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι τὸ μηδὲν κατορθοῦν ἐκ τοῦ ἐπὶ πλεῖστον ἐμπέφυκε
包含两个带冠词不定词的句式。主语为主格的中性单数不定词短语 τὸ μηδὲν κατορθοῦν(“一事无成”),而与格不定词短语 τῷ μὴ ἐπιτηδείως τοῖς παροῦσιν αἰτεῖσθαι(“以不合当前处境的方式提出请求”)则充当动词 ἐμπέφυκε(“天生附着于/固有于”)的与格补足成分。
- 7.16.18ἀξιόμαχοι πρὸς ἡμᾶς ὄντες
依意义一致(constructio ad sensum)。尽管语法上的主语是单数集体名词短语 ὁ τῶν πολεμίων στρατός(“敌军”),但分词短语 ἀξιόμαχοι ... ὄντες 采用了阳性复数主格,旨在呼应组成军队的士兵群体。
