- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.15.1-7.15.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留向波尔图斯派遣援军,但因罗马城内贝萨斯的消极不应,两名军官落入托提拉的伏击而阵亡。由西西里运粮前来的救援船队亦遭哥特人伏击缴获,战争的第十一年随之结束。
Βασιλεὺς μὲν ταῦτα ἅπερ μοι δεδήλωται ἔπρασσεν. ἐν τούτῳ δὲ Βελισάριος Βαλεντῖνόν τε καὶ τῶν δορυφόρων τῶν αὑτοῦ ἕνα, Φωκᾶν ὄνομα, διαφερόντως ἀγαθὸν τὰ πολέμια, ξὺν στρατεύματι ἐς τὸν Ῥωμαίων λιμένα ἔπεμψεν, ἐφ’ ᾧ τό τε ἐν Πόρτῳ φρούριον ξυμφυλάξουσι1 τοῖς ἐνταῦθα φρουροῖς, ὧνπερ Ἰννοκέντιος ἦρχε, καὶ ὅπη ἂν σφίσι δυνατὰ ᾖ ἐπεκδρομὰς ποιούμενοι ξυνταράξουσι τὸ τῶν πολεμίων στρατόπεδον.
皇帝便在执行我已叙述过的那些事务。在此期间,贝利萨留派遣瓦伦提努斯以及其麾下一名在战阵中极为勇武的扈从侍卫(名为福卡斯),率军前往罗马人的港口,其条件是:他们当与由因诺肯提乌斯统领的当地驻军一同协防波尔图斯的要塞,并在力所能及之处发起突袭以骚扰敌军阵营。
οἱ μὲν οὖν ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν πέμψαντες λάθρα ἐς Ῥώμην σημαίνουσι Βέσσᾳ ὡς αὐτίκα δὴ ἐπιέναι τῶν ἐναντίων τῷ χαρακώματι ἐκ τοῦ αἰφνιδίου μέλλουσι· δεήσει οὖν καὶ αὐτὸν τῶν ἐν Ῥώμῃ στρατιωτῶν τοὺς μαχιμωτάτους ἀπολεξάμενον, ἡνίκα αἴσθηται τῆς ἐπιδρομῆς, βοηθεῖν δρόμῳ, ὅπως τι καὶ δρᾶν τοὺς βαρβάρους ἑκάτεροι δυνήσονται μέγα.
瓦伦提努斯与福卡斯一行秘密遣使入罗马,向贝萨斯示意他们即将出其不意地突袭敌方的营栅;因此,当贝萨斯察知突击发起时,他自己亦须从罗马城内的士兵中挑选最骁勇善战者,飞奔前往增援,以便双方皆能对蛮族予以重创。
Βέσσᾳ δὲ ταῦτα οὐδαμῆ ἤρεσκε, καίπερ ἐς τρισχιλίους στρατιώτας ξὺν αὑτῷ ἔχοντι. διὸ δὴ καὶ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν πεντακοσίοις ἐκ τοῦ ἀπροσδοκήτου ἐπισκήψαντες τῷ τῶν πολεμίων στρατοπέδῳ ὀλίγους μέν τινας ἔκτειναν, αἴσθησίς τε τοῦ ἐνθένδε θορύβου τοῖς πολιορκουμένοις ταχὺ γέγονεν. ὡς δὲ οὐδεὶς ἐκ τῆς πόλεως ἐπεξῄει, κατὰ τάχος ἐς τὸν λιμένα κακῶν παντάπασιν ἀπαθεῖς ἀνεχώρησαν.
然而贝萨斯对这一提议全然不以为然,尽管他身边拥有近三千名士兵。因此,瓦伦提努斯与福卡斯率领五百人猝不及防地扑向敌军阵营,虽斩杀少数敌兵,且由此产生的骚乱之声迅速传至被围者耳中,但见城内并无一人出击接应,他们便迅速撤回港口,全军未受丝毫损伤。
Πέμψαντές τε παρὰ Βέσσαν αὖθις ᾐτιῶντο μὲν ὄκνησίν τινα οὐ δέον αὐτῷ ἐμπεπτωκέναι, ἰσχυριζόμενοι δὲ ὡς ὀλίγῳ ὕστερον ἑτέραν ἐπεκδρομὴν ἐς τοὺς πολεμίους ποιήσονται παρεκάλουν καὶ αὐτὸν ἐς καιρὸν τοῖς βαρβάροις ἐπιθέσθαι δυνάμει τῇ πάσῃ.
他们再次遣使至贝萨斯处,斥责他不应产生这般迟疑;并坚称不久之后他们将对敌军发动另一次突袭,敦促他亦当把握战机倾全力攻打蛮族。
ὁ δὲ οὐδέν τι ἧσσον τὸ μὴ τοῖς ἐναντίοις ἐπεξιόντα διακινδυνεύειν ἀπεῖπεν.2 οἱ μέντοι ἀμφὶ Βαλεντῖνόν τε καὶ Φωκᾶν ξὺν στρατῷ πλείονι τοῖς πολεμίοις ἐμπεσεῖσθαι διενοοῦντο καὶ ἐν παρασκευῇ ἤδη ἐγένοντο.
然而贝萨斯依旧坚决拒绝出城迎敌冒险。瓦伦提努斯与福卡斯一行则打算率领更多兵力突袭敌军,并已做好了准备。
στρατιώτης δέ τις ὑπὸ Ἰννοκεντίῳ ταττόμενος αὐτόμολος παρὰ Τουτίλαν ἥκων ἀγγέλλει ὡς ἡμέρᾳ τῇ ἐπιγενησομένῃ ἔφοδος ἐκ τοῦ Πόρτου ἐπ’ αὐτοὺς ἔσται.
不料,因诺肯提乌斯麾下一名士兵作为逃兵投奔托提拉,告密称次日将有突击从波尔图斯发起攻向他们。
καὶ ὃς3 τῶν χωρίων ὅσα ἐπιτηδείως ἐς τοῦτο εἶχεν ἐνέδραις ἔγνω προλοχίζειν ἀνδρῶν μαχίμων. οὗ δὴ τῇ ὑστεραίᾳ Βαλεντῖνός τε καὶ Φωκᾶς ξὺν τοῖς ἑπομένοις ἐμπεπτωκότες τούς τε πλείστους ἀποβάλλουσι καὶ αὐτοὶ θνήσκουσιν. ὀλίγοι δέ τινες μόλις διαφυγόντες ἐς τὸν Πόρτον κομίζονται.
托提拉遂决定在所有适宜设伏之地预先布置精锐战士的伏兵。次日,瓦伦提努斯与福卡斯及其随从恰好陷入该处伏击之中,不仅损失了绝大部分部下,他们自身亦阵亡。仅有少数人侥幸逃脱,撤回波尔图斯。
Τότε καὶ Βιγίλιος, ὁ τῆς Ῥώμης ἀρχιερεύς, ἐν Σικελίᾳ διατριβὴν ἔχων ναῦς ὅτι πλείστας σίτου ἐμπλησάμενος ἔπεμψεν, οἰόμενος ὅτῳ δὴ τρόπῳ τοῖς τὰ φορτία παραπέμπουσιν ἐς τὴν Ῥώμην ἐσιτητὰ εἶναι.4
此时,身在西西里的罗马主教维吉利乌斯亦装满了尽可能多的运粮船并派遣出发,以为押送物资者总有某种途径得以进入罗马城。
αἱ μὲν οὖν νῆες αὗται ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, αἰσθόμενοι δὲ οἱ πολέμιοι χρόνῳ τε βραχεῖ προτερήσαντες ἐν τῷ λιμένι ἐγένοντο καὶ τῶν τειχῶν ἐντὸς σφᾶς αὐτοὺς ἔκρυψαν, ὅπως, ἐπειδὰν τάχιστα αἱ νῆες ἐνταῦθα κατάρωσι, κρατήσωσιν αὐτῶν οὐδενὶ πόνῳ.
这些船只遂向罗马人的港口驶去;然而敌军察知了此事,提早一步抵达港口并隐匿于城墙之内,以便船只一经靠岸,便可毫不费力地将其夺取。
ὅπερ κατιδόντες ὅσοι φρουρὰν ἐν Πόρτῳ εἶχον, ἔς τε τὰς ἐπάλξεις ἀνέβαινον ἅπαντες καὶ τὰ ἱμάτια σείοντες τοῖς ἐν ταῖς ναυσὶ σημαίνειν ἐβούλοντο μὴ πρόσω ἰέναι, ἀλλ’ ἑτέρωσε, ὅπη παρατύχῃ, ἐκτρέπεσθαι. οἱ δὲ τῶν ποιουμένων οὐ ξυνιέντες, ἀλλὰ χαίρειν τε τοὺς ἐν τῷ Πόρτῳ Ῥωμαίους οἰόμενοι καὶ σφᾶς ἐπὶ τὸν λιμένα παρακαλεῖν, τοῦ πνεύματος αὐτοῖς ἐπιφόρου ὄντος, ἐντὸς τοῦ λιμένος κατὰ τάχος ἐγένοντο.
在波尔图斯驻守的守军见此情景,众人皆登上城垛,挥动衣物,意欲向船上之人示意不可继续前行,而当视情况转向别处。 但船上之人未能理解此举之意,反而以为波尔图斯的罗马人是在欢呼并招引他们入港,加之风向顺遂,便迅速驶入港内。
ἔπλεον δὲ ταῖς ναυσὶν ἄλλοι τε Ῥωμαίων πολλοὶ καί τις ἐπίσκοπος Βαλεντῖνος ὄνομα. ἔκ τε τῶν ἐνεδρῶν ἀναστάντες οἱ βάρβαροι τῶν πλοίων ἁπάντων οὐδενὸς ἀμυνομένου ἐκράτησαν.
船上除诸多其他罗马人外,尚有一位名为瓦伦提努斯的主教。蛮族从伏兵处跃起,在无人抵抗的情况下夺取了全部船只。
καὶ τὸν μὲν ἐπίσκοπον ζωγρήσαντες παρὰ τὸν Τουτίλαν ἤγαγον, τοὺς δὲ ἄλλους ἅπαντας ἔκτειναν, καὶ τὰς ναῦς σὺν τοῖς φορτίοις ἐφέλκοντες ᾤχοντο.
他们生擒了主教押送至托提拉面前,将其余所有人尽行诛杀,并将船只连同货物一并拖曳而去。
τούτου ὁ Τουτίλας ἀνεπυνθάνετο τοῦ ἱερέως ὅσα ἐβούλετο, ἐπενεγκών τε αὐτῷ, ὅτι δὴ ὡς ἥκιστα ἀληθίζεται, ἄμφω τὼ χεῖρε ἀπέκοψε.
托提拉对这位祭司进行了随心所欲的审问后,指控他绝无实话,遂斩断了他的双手。
ταῦτα μὲν δὴ οὕτω γενέσθαι τετύχηκε. καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ ἑνδέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
这些事情的经过大略便是如此。冬天行将结束,普罗科皮乌斯所记载的这场战争的第十一年亦告终结。
- 7.15.1ἐφ’ ᾧ τό τε ἐν Πόρτῳ φρούριον ξυμφυλάξουσι
连词 ἐφ’ ᾧ 接将来时直陈式(ξυμφυλάξουσι 与 ξυνταράξουσι),构成表示“条件”或“约定目的”的从属句(亦常接不定式),意为“在……的条件下”或“以便……”,在此规定了贝利萨留派遣军队时的具体任务与条件。
- 7.15.6τὸ μὴ τοῖς ἐναντίοις ἐπεξιόντα διακινδυνεύειν ἀπεῖπεν
表示拒绝或禁止的动词 ἀπεῖπεν 后接带定冠词的不定式(τὸ ... διακινδυνεύειν),并带有赘用否定词 μή。这是希腊语中阻碍、拒绝类动词的常见句式,其中的 μή 并不构成双重否定,而是加强禁止语义,意即“拒绝出击敌军去冒险”。
- 7.15.8καὶ ὃς
关系代词 ὅς 与连词 καί 连用,在叙事转折中充当指示代词或人称代词(“而他”)。此处承接前文,以听到逃兵告密后的托提拉为主语。
- 7.15.9οἰόμενος ὅτῳ δὴ τρόπῳ τοῖς τὰ φορτία παραπέμπουσιν ἐς τὴν Ῥώμην ἐσιτητὰ εἶναι
形容词/动词性形容词的中性复数 ἐσιτητά 与 εἶναι 连用构成非人称述语,支配与格 τοῖς ... παραπέμπουσιν 作为施事/逻辑主语(“押送物资者得以进入[罗马]”)。副词短语 ὅτῳ δὴ τρόπῳ(“以某种方式/无论如何”)修饰该结构,整个不定式短语作分词 οἰόμενος 的宾语。
