- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.14.25-7.14.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普罗科匹乌斯记述了斯克拉文人与安特人的体貌、习俗与共同渊源,随后叙述了安特人拥立假希尔布迪乌斯以回应查士丁尼皇帝的迁居提议,直至纳尔塞斯识破并逮捕这名骗子。
ἐς μάχην δὲ καθιστάμενοι πεζῇ μὲν ἐπὶ τοὺς πολεμίους οἱ πολλοὶ ἴασιν ἀσπίδια καὶ ἀκόντια ἐν χερσὶν ἔχοντες, θώρακα δὲ οὐδαμῆ ἐνδιδύσκονται.
在投入战斗时,大部分人手持小盾与投枪徒步冲向敌人,却绝不穿胸甲。
τινὲς δὲ οὐδὲ χιτῶνα οὐδὲ τριβώνιον ἔχουσιν, ἀλλὰ μόνας τὰς ἀναξυρίδας ἐναρμοσάμενοι μέχρι ἐς τὰ αἰδοῖα, οὕτω δὴ ἐς ξυμβολὴν τοῖς ἐναντίοις καθίστανται. ἔστι δὲ καὶ μία ἑκατέροις φωνὴ ἀτεχνῶς βάρβαρος.
有些人既无短袍亦无斗篷,仅穿一条紧束至阴部的裤子,便以此等装束与对手交战。两族共用一种完全属于蛮族的语言。
οὐ μὴν οὐδὲ τὸ εἶδος ἐς ἀλλήλους τι διαλλάσσουσιν. εὐμήκεις τε γὰρ καὶ ἄλκιμοι διαφερόντως εἰσὶν ἅπαντες, τὰ δὲ σώματα καὶ τὰς κόμας1 οὔτε λευκοὶ ἐσάγαν ἢ ξανθοί εἰσιν οὔτε πη ἐς τὸ μέλαν αὐτοῖς παντελῶς τέτραπται, ἀλλ’ ὑπέρυθροί εἰσιν ἅπαντες.
在相貌上,他们彼此之间也毫无二致。因为所有人皆格外高大魁梧,至于肤色与毛发,既不过分白皙或金黄,亦不全然偏向黧黑,而是全皆泛红。
δίαιταν δὲ σκληράν τε καὶ ἀπημελημένην, ὥσπερ οἱ Μασσαγέται, καὶ αὐτοὶ ἔχουσι, καὶ ῥύπου ᾗπερ ἐκεῖνοι ἐνδελεχέστατα γέμουσι, πονηροὶ μέντοι ἢ κακοῦργοι ὡς ἥκιστα τυγχάνουσιν ὄντες, ἀλλὰ κἀν τῷ ἀφελεῖ διασώζουσι τὸ Οὐννικὸν ἦθος.
他们同马萨革泰人一样过着艰苦而粗粝的生活,亦如他们那般始终沾满污垢,然而绝非奸诈险恶之徒,而是在质朴之中保留着匈人的风性。
καὶ μὴν καὶ ὄνομα Σκλαβηνοῖς τε καὶ Ἄνταις ἓν τὸ ἀνέκαθεν ἦν· Σπόρους γὰρ τὸ παλαιὸν ἀμφοτέρους ἐκάλουν, ὅτι δὴ σποράδην, οἶμαι, διεσκηνημένοι τὴν χώραν οἰκοῦσι.
此外,斯克拉文人与安特人自古以来便拥有同一名称;古时两者皆被称为斯波罗伊人,依我之见,乃因他们分散立帐而居于国土各处的缘故。
διὸ δὴ καὶ γῆν τινα πολλὴν ἔχουσι· τὸ γὰρ πλεῖστον τῆς ἑτέρας τοῦ Ἴστρου ὄχθης αὐτοὶ νέμονται. τὰ μὲν οὖν ἀμφὶ τὸν λεὼν τοῦτον ταύτῃ πη ἔχει.
因此他们亦占有极广袤的土地;盖伊斯特罗斯河对岸的大部分地方皆为其所占据。关于这一民族的大致情况即是如此。
Ἄνται δὲ τότε ἀγειρόμενοι, ὥσπερ ἐρρήθη, τὸν ἄνδρα τοῦτον ἠνάγκαζον ὁμολογεῖν σφίσιν ὅτι Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη.
当时,安特人聚集起来,正如前文所述,强迫此人向他们承认自己正是罗马将领希尔布迪乌斯本人。
ἀρνηθέντα τε κολάζειν ἠπείλουν.2 ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ βασιλεὺς Ἰουστινιανὸς πρέσβεις τινὰς παρὰ τούτους δὴ τοὺς βαρβάρους στείλας ἠξίου ξυνοικίζεσθαι ἅπαντας εἰς πόλιν ἀρχαίαν, Τούρριν ὄνομα, ἣ κεῖται μὲν ὑπὲρ ποταμὸν Ἴστρον, Τραϊανοῦ τοῦ Ῥωμαίων αὐτοκράτορος ἐν τοῖς ἄνω χρόνοις αὐτὴν δειμαμένου, ἔρημος δὲ ἐκ παλαιοῦ ἐτύγχανεν οὖσα, ληϊσαμένων αὐτὴν τῶν ταύτῃ βαρβάρων.
并威胁他若不从便将之惩处。正当此地进行着这些交涉之际,查士丁尼皇帝派遣使节前往这些蛮族之处,要求他们全体迁居至一座名为图里斯的古城;此城坐落于伊斯特罗斯河彼岸,昔日由罗马皇帝图拉真所建,后因遭该地蛮族掳掠而荒芜已久。
ταύτῃ γὰρ αὐτοὺς καὶ τῇ ἀμφ’ αὐτὴν χώρᾳ Ἰουστινιανὸς βασιλεὺς ἅτε προσηκούσῃ τὸ ἐξ ἀρχῆς Ῥωμαίοις ὡμολόγει δεδωρήσεσθαι καὶ σφίσι ξυνοικιεῖν μὲν δυνάμει τῇ πάσῃ, χρήματα δὲ μεγάλα σφίσι προΐεσθαι, ἐφ’ ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται,3 καταθεῖν βουλομένοις τὴν Ῥωμαίων ἀρχήν.
盖查士丁尼皇帝答应将此城及周边土地赠与他们,因其自始即属罗马人,并愿倾全力协助他们建城迁居,更赠以巨款,条件是他们此后作为他的盟友,恒常阻遏企图侵略罗马帝国的匈人。
Ταῦτα ἐπεὶ οἱ βάρβαροι ἤκουσαν, ἐπῄνεσάν τε καὶ πράξειν ἅπαντα ὑπέσχοντο, εἴπερ αὐτοῖς τὸν Χιλβούδιον στρατηγὸν Ῥωμαίων αὖθις καταστησάμενος ξυνοικιστὴν δοίη, αὐτὸν ἐκεῖνον ἰσχυριζόμενοι, ᾗπερ ἠβούλοντο, Χιλβούδιον εἶναι.
蛮族闻得此言,大加赞同,并许诺遵行一切,只要皇帝能重新任命希尔布迪乌斯为罗马将领并作为建城领袖赐予他们;正如他们所愿,他们坚称此人即是希尔布迪乌斯本人。
ταύταις δὲ ὁ ἄνθρωπος ἐπαρθεὶς ταῖς ἐλπίσιν ἤδη καὶ αὐτὸς ἤθελέ τε καὶ ἔφασκε Χιλβούδιος ὁ Ῥωμαίων στρατηγὸς εἶναι. ἐφ’ οἷς δὴ αὐτὸν στελλόμενον ἐς Βυζάντιον Ναρσῆς ἐν ταύτῃ τῇ πορείᾳ καταλαμβάνει.
那人受此等期望的鼓舞,如今自己亦切望并自称是罗马将领希尔布迪乌斯。待他因此被送往拜占庭时,纳尔塞斯在其途经之地将之截获。
καὶ ξυγγενόμενος, ἐπεὶ φενακίζοντα τὸν ἄνθρωπον εὗρε (καίπερ τήν τε Λατίνων ἀφιέντα φωνὴν καὶ τῶν Χιλβουδίου γνωρισμάτων πολλὰ ἐκμαθόντα τε ἤδη καὶ προσποιεῖσθαι ἱκανῶς ἔχοντα) ἔν τε δεσμωτηρίῳ καθεῖρξε καὶ τὸν πάντα ἐξειπεῖν λόγον ἠνάγκασεν, οὕτω τε ἐς Βυζάντιον ξὺν αὑτῷ ἤγαγεν. ἐγὼ δὲ ὅθενπερ ἐξέβην ἐπάνειμι.
在会面之后,纳尔塞斯发觉此人在行骗(尽管他操拉丁语,且已习得希尔布迪乌斯的诸多特征并能维妙维肖地假冒),遂将其投入牢狱,逼令吐露全部实情,并如此押解他一同前往拜占庭。现在我当回到先前离题之处。
- 7.14.27τὰ δὲ σώματα καὶ τὰς κόμας
关系宾格(限定宾格)。用以界定后续形容词(λευκοί, ξανθοί)及动词分句(ἐς τὸ μέλαν...τέτραπται)的范围,意为“就身体与毛发而言”。
- 7.14.32ἀρνηθέντα τε κολάζειν ἠπείλουν
不定过去时被动分词 ἀρνηθέντα 兼具条件含义(“若其拒绝”),同时充当不定式 κολάζειν 的宾语(指代那名男子),句意为“威胁他若拒绝承认便将之惩处”。
- 7.14.33ἐφ’ ᾧ οἱ ἔνσπονδοι τὸ λοιπὸν ὄντες Οὔννοις ἐμπόδιοι ἐς ἀεὶ γένωνται
短语 ἐφ’ ᾧ 接虚拟式(此处为 γένωνται),构成表示“在……条件下”(on condition that)的习用句式。此处的 οἱ 并非主格冠词,而是后附间接反身代词单数与格(“对他而言”),ἔνσπονδοι...ὄντες 则用主格与省略的主语一致。
