- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.14.16-7.14.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
被赎回的俘虏坦陈自己仅是安特斯族战俘,但在图谋返乡的罗马人煽动下,他被当作希尔布狄乌斯将军而引起安特斯全族的哄动并上升为公议大事。随后记述了斯拉芬人与安特斯人实行的民主政体、雷神崇拜及分散居住的民族习俗。
ταῦτα ὁ Ῥωμαῖος εἰπὼν τὸν κεκτημένον εὐθὺς ἔπεισε, καὶ ξὺν αὐτῷ γίνεται ἐν Σκλαβηνοῖς μέσοις· ἐπεκηρυκεύοντο γὰρ ἤδη καὶ ἀλλήλοις ἀνεμίγνυντο ἀδεῶς οἱ βάρβαροι οὗτοι. χρήματα γοῦν πολλὰ τῷ Χιλβούδιον κεκτημένῳ προέμενοι τὸν ἄνδρα ὠνοῦντο καὶ ξὺν αὐτῷ ἀπιόντες εὐθὺς ᾤχοντο.
罗马人说完这番话,立即说服了他的主人,并同他一道深入斯拉芬人腹地;因为彼时这些蛮族已在相互通使,毫无畏惧地互相往来。于是他们向拥有希尔布狄乌斯的人交付重金,买下了此人,并带着他即刻启程返回。
ἐπεί τε ἐν ἤθεσι τοῖς σφετέροις ἐγένοντο, ἀνεπυνθάνετο τοῦ ἀνθρώπου ὁ πριάμενος, εἰ Χιλβούδιος αὐτὸς ὁ Ῥωμαίων στρατηγὸς εἴη.
当他们回到祖居之地后,买下他的主人便向他盘问,核实他是否正是罗马将军希尔布狄乌斯本人。
καὶ ὃς οὐκ ἀπηξίου τὰ ὄντα καταλέγειν ξὺν τῷ ἀληθεῖ λόγῳ ἐφεξῆς ἅπαντα, ὡς εἴη μὲν καὶ αὐτὸς Ἄντης τὸ γένος, μαχόμενος δὲ ξὺν τοῖς ὁμογενέσι πρὸς Σκλαβηνούς, τότε πολεμίους σφίσιν ὄντας, πρός του τῶν ἐναντίων ἁλῴη, τανῦν δέ, ἐπεὶ ἀφίκετο ἐς τὰ πάτρια ἤθη, ἐλεύθερος τὸ λοιπὸν κατά γε τὸν νόμον καὶ αὐτὸς ἔσται.
而他毫不隐瞒,依循实情将始末原原本本地道来:他自己本是安特斯族人,与同族一起同斯拉芬人——彼时乃是他们的仇敌——交战时被敌方一人俘获;而如今,既然已经回到了父祖之邦,按照法律他今后亦当是自由之身。
Ὁ μὲν οὖν ὑπὲρ αὐτοῦ χρυσίον προέμενος εἰς ἀφασίαν ἐμπεπτωκὼς ἤσχαλλεν, ἐλπίδος ἀποτυχὼν οὐ μετρίας τινός.
于是,为他交付了黄金的人陷入了茫然无措与恼恨之中,因为他的一线巨大希望彻底落空了。
ὁ δὲ Ῥωμαῖος τόν τε ἄνθρωπον παρηγορεῖν τήν τε ἀλήθειαν ἐκκρούειν ἐθέλων, ὡς μή τι αὐτῷ τῆς ἐς τὴν οἰκείαν ἐπανόδου χαλεπὸν εἴη, Χιλβούδιον μὲν ἐκεῖνον ἔτι τοῦτον δὴ τὸν ἄνδρα ἰσχυρίζετο εἶναι, δεδιότα δὲ ἅτε δὴ ὄντα ἐν μέσοις βαρβάροις ὡς ἥκιστα ἐθέλειν ἀποκαλύψαι τὸν πάντα λόγον, ἢν μέντοι γένηται ἐν γῇ τῇ Ῥωμαίων, οὐχ ὅσον οὐκ ἀποκρύψεσθαι τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ φιλοτιμήσεσθαι,1 ὡς τὸ εἰκός, ἐπὶ τούτῳ δὴ τῷ ὀνόματι. τὰ μὲν οὖν πρῶτα κρύφα ταῦτα ἐπράσσετο τῶν ἄλλων βαρβάρων.
但那名罗马人既想安抚主人,又想抹杀这一真相,以免自己的返乡之路横生枝节,便坚称此人仍旧是那位希尔布狄乌斯,只是因为身处蛮族之中而心怀戒惧,极不愿吐露全部实情;然而一旦踏上罗马领土,他不仅绝不会隐瞒真相,反而理所当然会以此盛名引以为豪。起初,这些事情背着其余蛮族秘密进行。
Ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς ἅπαντας ἦλθεν, ἠγείροντο μὲν ἐπὶ τούτῳ Ἄνται σχεδὸν ἅπαντες, κοινὴν δὲ εἶναι τὴν πρᾶξιν ἠξίουν, μεγάλα σφίσιν οἰόμενοι ἀγαθὰ ἔσεσθαι, κυρίοις ἤδη τοῦ Ῥωμαίων στρατηγοῦ Χιλβουδίου γεγενημένοις.2
但是当消息传开、人尽皆知时,几乎所有的安特斯人都为此聚集起来,他们要求将此事定为全族的大事,自以为既然已经掌握了罗马将军希尔布狄乌斯,必将为他们带来巨大的利益。
τὰ γὰρ ἔθνη ταῦτα, Σκλαβηνοί τε καὶ Ἄνται, οὐκ ἄρχονται πρὸς ἀνδρὸς ἑνός, ἀλλ’ ἐν δημοκρατίᾳ ἐκ παλαιοῦ βιοτεύουσι, καὶ διὰ τοῦτο αὐτοῖς τῶν πραγμάτων ἀεὶ τά τε ξύμφορα καὶ τὰ δύσκολα ἐς κοινὸν ἄγεται. ὁμοίως δὲ καὶ τὰ ἄλλα ὡς εἰπεῖν ἅπαντα ἑκατέροις ἐστί τε καὶ νενόμισται τούτοις ἄνωθεν τοῖς βαρβάροις.
因为这些部族,无论是斯拉芬人还是安特斯人,皆不受一夫统治,而是自古便在民主制下生活;因此在各项事务中,无论是利是害,总是交由全族公决。同样,可以说双方自古以来的其余一切习俗制度亦大致相同。
θεὸν μὲν γὰρ ἕνα τὸν τῆς ἀστραπῆς δημιουργὸν ἁπάντων κύριον μόνον αὐτὸν νομίζουσιν εἶναι, καὶ θύουσιν αὐτῷ βόας τε καὶ ἱερεῖα πάντα· εἱμαρμένην δὲ οὔτε ἴσασιν οὔτε ἄλλως ὁμολογοῦσιν ἔν γε ἀνθρώποις ῥοπήν τινα ἔχειν, ἀλλ’ ἐπειδὰν αὐτοῖς ἐν ποσὶν ἤδη ὁ θάνατος εἴη, ἢ νόσῳ ἁλοῦσιν ἢ ἐς πόλεμον καθισταμένοις, ἐπαγγέλλονται μέν, ἢν διαφύγωσι, θυσίαν τῷ θεῷ ἀντὶ τῆς ψυχῆς αὐτίκα ποιήσειν, διαφυγόντες δὲ θύουσιν ὅπερ ὑπέσχοντο, καὶ οἴονται τὴν σωτηρίαν ταύτης δὴ τῆς θυσίας αὐτοῖς ἐωνῆσθαι.3
他们认为只有一位造作雷电的神灵统领万物,并向他献祭耕牛及各类牺牲;然而对于宿命,他们既不知晓,亦不承认其对人类有何决定之力。每当死期逼近眼前——无论因染病还是上战场——他们便立誓称,若能脱险,必将立刻向神灵献祭以赎其命;一旦幸免于难,他们便如约献祭,并认为自己的得救正是以此项献祭的代价买来的。
σέβουσι μέντοι καὶ ποταμούς τε καὶ νύμφας καὶ ἄλλα ἄττα δαιμόνια, καὶ θύουσι καὶ αὐτοῖς ἅπασι, τάς τε μαντείας ἐν ταύταις δὴ ταῖς θυσίαις ποιοῦνται. οἰκοῦσι δὲ ἐν καλύβαις οἰκτραῖς διεσκηνημένοι πολλῷ μὲν ἀπ’ ἀλλήλων, ἀμείβοντες δὲ ὡς τὰ πολλὰ τὸν τῆς ἐνοικήσεως ἕκαστοι χῶρον.
不仅如此,他们亦崇敬河流、宁芙及其他一些精怪,向它们全部献祭,并在这些献祭中进行占卜。他们居住在简陋破败的窝棚中,彼此相隔甚远,且每个人往往频繁迁徙定居之所。
- 7.14.20οὐχ ὅσον οὐκ ἀποκρύψεσθαι τὸν ἀληθῆ λόγον, ἀλλὰ καὶ φιλοτιμήσεσθαι
短语 οὐχ ὅσον οὐ(κ)... ἀλλὰ καί 为惯用表达,意为“非但不……反倒……”。在由 ἰσχυρίζετο 引导的间接引语中,接续了将来不定式 ἀποκρύψεσθαι 与 φιλοτιμήσεσθαι,陈述将来的行为。
- 7.14.21κυρίοις ἤδη τοῦ Ῥωμαίων στρατηγοῦ Χιλβουδίου γεγενημένοις
完成时分词 γεγενημένοις 采用与格,与前面指代主语 Ἄνται 的代词 σφίσιν 一致,充当表伴随状况或原因的附加分词,意为“既然他们如今已掌控了罗马将军希尔布狄乌斯”。
- 7.14.23ταύτης δὴ τῆς θυσίας αὐτοῖς ἐωνῆσθαι
ἐωνῆσθαι 为动词 ὠνέομαι(购买)的完成时不定式,在此处具有被动意义。与格 αὐτοῖς 是完成时被动结构中的“动作发出者与格”(dative of agent),属格短语 ταύτης δὴ τῆς θυσίας 为代价属格(genitive of price),意为“他们的得救乃是由他们以该项献祭为代价买来的”。
