← 普罗科皮乌斯

战史

§7.14.1-7.14.15

希尔布狄乌斯之死与冒名者的谋略

普罗科匹乌斯叙述了名将希尔布狄乌斯的战功与阵亡,并讲述了一名狡黠的罗马战俘企图利用同名蛮族战俘设谋脱身的始末。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.14.1

Χιλβούδιος ἦν τις ἐκ τῆς Ἰουστινιανοῦ βασιλέως οἰκίας ἐσάγαν μὲν δραστήριος τὰ πολέμια, ἐς τόσον δὲ χρημάτων κρείσσων ὥστε ἀντὶ μεγίστου κτήματος ἐν τῇ οὐσίᾳ τῇ αὑτοῦ εἶχε τὸ κεκτῆσθαι μηδέν·

优士丁尼皇帝的近侍中有一名叫希尔布狄乌斯的人,在战事上极其精锐有力,而在金钱上则极为超脱,以致他把身无长物视为自家财产中最宝贵的产业。

§7.14.2

τοῦτον βασιλεὺς τὸν Χιλβούδιον, ὅτε δὴ τέταρτον ἔτος τὴν αὐτοκράτορα εἶχεν ἀρχήν, Θρᾴκης στρατηγὸν ἀνειπών, ἐπὶ τῇ τοῦ Ἴστρου ποταμοῦ φυλακῇ κατεστήσατο, φυλάσσειν κελεύσας ὅπως μηκέτι τοῖς ταύτῃ βαρβάροις ὁ ποταμὸς διαβατὸς ἔσται, ἐπεὶ αὐτοῦ τὴν διάβασιν πολλάκις ἤδη Οὖννοί τε καὶ Ἄνται καὶ Σκλαβηνοὶ πεποιημένοι ἀνήκεστα Ῥωμαίους ἔργα εἰργάσαντο.

在统治的第四年,皇帝任命这位希尔布狄乌斯为色雷斯行省的将军,委派他驻守伊斯特罗斯河,命他守卫该河,务使当地蛮族无法再渡河;因为匈人、安特斯人和斯拉芬人早已屡次渡河,给罗马人造成了无法挽回的灾难。

§7.14.3

Χιλβούδιος δὲ οὕτω τοῖς βαρβάροις φοβερὸς γέγονεν ὥστε ἐς τριῶν ἐνιαυτῶν χρόνον, ὅσον ξὺν ταύτῃ δὴ τῇ τιμῇ τὴν διατριβὴν ἐνταῦθα εἶχεν, οὐχ ὅσον διαβῆναι τὸν Ἴστρον ἐπὶ τοὺς Ῥωμαίους οὐδεὶς ἴσχυσεν, ἀλλὰ καὶ1 Ῥωμαῖοι ἐς ἤπειρον τὴν ἀντιπέρας σὺν Χιλβουδίῳ πολλάκις ἰόντες ἔκτεινάν τε καὶ ἠνδραπόδισαν τοὺς ταύτῃ βαρβάρους.

希尔布狄乌斯令蛮族深感畏惧,以致在他身兼该职留驻当地的三年时间里,不仅无一人能够渡过伊斯特罗斯河进袭罗马人,甚至罗马人反倒屡次随希尔布狄乌斯深入对岸大陆,将当地的蛮族斩杀并掳为奴隶。

§7.14.4

ἐνιαυτοῖς δὲ τρισὶν ὕστερον διέβη μὲν ὁ Χιλβούδιος τὸν ποταμὸν ᾗπερ εἰώθει ξὺν ὀλίγῳ στρατῷ, Σκλαβηνοὶ δὲ πανδημεὶ ὑπηντίαζον.

然而三年后,希尔布狄乌斯如往常一样率领少数军队渡河,斯拉芬人却倾巢而出前来迎战。

§7.14.5

μάχης τε καρτερᾶς γενομένης Ῥωμαίων τε πολλοὶ ἔπεσον καὶ Χιλβούδιος ὁ στρατηγός.

激战爆发,许多罗马人阵亡,将军希尔布狄乌斯亦力战殉国。

§7.14.6

καὶ τὸ λοιπὸν ὅ τε ποταμὸς ἐσβατὸς ἀεὶ τοῖς βαρβάροις κατ’ ἐξουσίαν καὶ τὰ Ῥωμαίων πράγματα εὐέφοδα γέγονε, ξύμπασά τε ἡ Ῥωμαίων ἀρχὴ ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι2 ἐν τῷ ἔργῳ τούτῳ οὐδαμῆ ἴσχυσε.

自此以后,河流始终任由蛮族随意进出,罗马领土也变得极易遭受袭击;而整个罗马帝国在这一任务上,竟绝无能力与这一个人的勇力相匹敌。

§7.14.7

Χρόνῳ δὲ ὕστερον Ἄνται καὶ Σκλαβηνοὶ διάφοροι ἀλλήλοις γενόμενοι ἐς χεῖρας ἦλθον, ἔνθα δὴ τοῖς Ἄνταις ἡσσηθῆναι τῶν ἐναντίων τετύχηκεν.

过了一些时日,安特斯人与斯拉芬人反目成仇,爆发交战,在这场战斗中安特斯人落败。

§7.14.8

ἐν ταύτῃ δὲ τῇ μάχῃ Σκλαβηνὸς ἀνὴρ τῶν τινα πολεμίων ἄρτι γενειάσκοντα, Χιλβούδιον ὄνομα, αἰχμάλωτον εἷλεν, ἔς τε τὰ οἰκεῖα λαβὼν ᾤχετο.

在这场激战中,一名斯拉芬人俘虏了一名刚开始蓄须、名叫希尔布狄乌斯的敌方青年,并将其带回自家。

§7.14.9

οὗτος ὁ Χιλβούδιος προϊόντος τοῦ χρόνου εὔνους τε ὡς ἔνι μάλιστα τῷ κεκτημένῳ ἐγένετο καὶ τὰ ἐς τοὺς πολεμίους δραστήριος.

随着时间的推移,这位希尔布狄乌斯对主人竭尽忠诚,在对抗敌人时亦极其果敢勇武。

§7.14.10

πολλάκις τε τοῦ δεσπότου προκινδυνεύσας ἠρίστευσέ τε διαφερόντως καὶ κλέος ἴσχυσε περιβαλέσθαι ἀπ’ αὐτοῦ μέγα.

他屡次为主人挺身犯险,建立了卓越的战功,并由此赢得了巨大的声誉。

§7.14.11

ὑπὸ δὲ τὸν χρόνον τοῦτον Ἄνται ἐπισκήψαντες εἰς τὰ ἐπὶ Θράκης χωρία πολλοὺς ἐληΐσαντο καὶ ἠνδραπόδισαν τῶν ἐκείνῃ Ῥωμαίων. οὕσπερ ἐπαγόμενοι ἀπεκομίσθησαν εἰς τὰ πάτρια ἤθη.

在此期间,安特斯人突袭色雷斯周边地区,抢劫并掳掠了当地的大批罗马人为奴;他们带着这些战俘返回了自己的祖居之地。

§7.14.12

Τούτων δὲ ἕνα τῶν αἰχμαλώτων εἰς φιλάνθρωπόν τινα ἤγαγεν ἡ τύχη καὶ πρᾷον δεσπότην. ἦν δὲ οὗτος ἀνὴρ κακοῦργός τε λίαν καὶ οἷος ἀπάτῃ τοὺς ἐντυχόντας περιελθεῖν.

命运将这些战俘中的一人带到了一位仁慈而温和的主人门下。然而这名战俘却极其奸诈狡黠,善于用诡计欺骗所遇到的人。

§7.14.13

ἐπειδή τε βουλόμενος ἐπανήκειν ἐς Ῥωμαίων τὴν γῆν οὐδεμιᾷ μηχανῇ εἶχεν, ἐπενόει τοιάδε. τῷ κεκτημένῳ ἐς ὄψιν ἥκων τῆς τε φιλανθρωπίας ἐπῄνεσε καὶ πολλὰ μέν οἱ διὰ τοῦτο πρὸς τοῦ θεοῦ ἰσχυρίσατο τἀγαθὰ ἔσεσθαι, καὶ αὐτὸν δὲ οὐδαμῆ ἀχάριστον δεσπότῃ φιλανθρωποτάτῳ φανήσεσθαι, ἀλλ̓, ἤν γε αὐτῷ τὰ βέλτιστα εἰσηγουμένῳ ἐπακούειν ἐθέλῃ, κύριον αὐτὸν οὐκ εἰς μακρὰν καταστήσεσθαι χρημάτων μεγάλων.

由于他一心想返回罗马领土却苦无良策,便心生一计。他来到主人面前,盛赞主人的仁慈,声言神明必因其善行而赐予诸多恩惠,自己也绝不会在如此仁慈的主人面前表现得忘恩负义;只要主人愿意听从他的上策,不久便可使其坐拥巨额财富。

§7.14.14

εἶναι γὰρ ἐν τῷ Σκλαβηνῶν ἔθνει Χιλβούδιον, τὸν Ῥωμαίων στρατηγήσαντα, ἐν ἀνδραπόδων λόγῳ, πάντας βαρβάρους λανθάνοντα ὅστις ποτέ ἐστιν.

他声称,曾经担任罗马将军的希尔布狄乌斯如今正以奴隶的身份生活在斯拉芬人部落中,而蛮族众人全然不知他的真实身份。

§7.14.15

ἢν τοίνυν αὐτῷ βουλομένῳ εἴη3 προέσθαι τε τὰς τοῦ Χιλβουδίου τιμὰς καὶ διακομίζειν τὸν ἄνθρωπον ἐς Ῥωμαίων τὴν γῆν, δόξαν τε ἀγαθὴν καὶ πλούτου αὐτὸν πάμπολυ χρῆμα περιβαλέσθαι πρὸς βασιλέως οὐκ ἀπεικὸς εἶναι.

因此,如果主人愿意出资赎买希尔布狄乌斯,并将此人护送回罗马境内,那么他从皇帝那里获得崇高的美名与极丰厚的财富,乃是合情合理之事。

语法注3 条
  1. 7.14.3οὐχ ὅσον διαβῆναι τὸν Ἴστρον ἐπὶ τοὺς Ῥωμαίους οὐδεὶς ἴσχυσεν, ἀλλὰ καὶ

    οὐχ ὅσον 用作类似于 οὐχ ὅπως 或 οὐχ ὅτι 的惯用句式,意为“不仅没有……甚至反而……”,与后文的 ἀλλὰ καί 形成呼应。

  2. 7.14.6ἀνδρὸς ἑνὸς ἀρετῇ ἀντίρροπος γενέσθαι

    形容词 ἀντίρροπος 支配与格(ἀνδρὸς ἑνὸς ἀρετῇ),意为“相匹敌、相互平衡”。全句主语是前置的 ξύμπασα ἡ Ῥωμαίων ἀρχή,形成“整个帝国都无法与一人的勇力相匹敌”的强烈对比。

  3. 7.14.15ἢν τοίνυν αὐτῷ βουλομένῳ εἴη

    与格 + βουλομένῳ + εἰμί 的惯用结构(如 βουλομένῳ μοί ἐστι,“正合我意 / 若我愿意”),在此处因处于间接引语中而使用希求法 εἴη,构成条件从句“如果主人有意愿/愿意”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.14.1-7.14.15