- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.13.15-7.13.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者反思了命运与神意如何左右人事的谋划,并记叙贝利萨留退至埃庇达姆诺斯等候约翰等人的援军,以及纳尔塞斯招募赫鲁利人、在色雷斯击溃斯拉芬人掠夺者并揭穿冒名希尔布狄乌斯之人的经过。
καί μοι ἔδοξεν ἢ Βελισάριον ἑλέσθαι τὰ χείρω, ἐπεὶ χρῆν τότε Ῥωμαίοις γενέσθαι κακῶς, ἢ βεβουλεῦσθαι μὲν αὐτὸν τὰ βελτίω, ἐμπόδιον δὲ τὸν θεὸν γεγονέναι, Τουτίλᾳ τε καὶ Γότθοις ἐπικουρεῖν ἐν νῷ ἔχοντα, καὶ ἀπ’ αὐτοῦ τῶν βουλευμάτων τὰ βέλτιστα ἐς πᾶν τοὐναντίον Βελισαρίῳ ἀποκεκρίσθαι.
依我之见,要么是由于当时注定要罗马人遭难,贝利萨留才择取了较差的方策;要么是他确实筹划了较好的方策,但神却成为阻碍——神意欲相助托提拉与哥特人,以致贝利萨留最为善巧的计谋完全收到了相反的结果。
οἷς μὲν γὰρ ἐπιπνεῖ ἐξ οὐρίας τὸ πνεῦμα τῆς τύχης καὶ τὰ χείριστα βουλευομένοις οὐδὲν ἀπαντιάσει δεινόν, ἀντιπεριάγοντος αὐτὰ τοῦ δαιμονίου ἐς πᾶν ξύμφορον· ἀνδρὶ δέ, οἶμαι, κακοτυχοῦντι εὐβουλία οὐδαμῆ πάρεστι, παραιρουμένου αὐτὸν ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν τοῦ χρῆναι παθεῖν.1
因为对于那些得命运之顺风吹拂的人来说,即令他们筹划了最糟糕的事情,也不会遇到任何可怕之祸,因为神明会将这些事尽数扭转为极其有利的局面;但我认为,对于一个遭遇厄运的人,良谋绝不可能存在,因为注定受难的定数剥夺了他的见识与正确判断。
ἢν δέ τι καὶ βουλεύσηταί ποτε τῶν δεόντων, ἀλλὰ πνέουσα τῷ βουλεύσαντι ἀπ’ ἐναντίας εὐθὺς ἡ τύχη ἀντιστρέφει αὐτῷ τὴν εὐβουλίαν ἐπὶ τὰ πονηρότατα τῶν ἀποβάσεων.
即便他有时也能筹划出合宜的方策,但命运随即迎面对着谋划者吹来逆风,将其良谋逆转为最为悲惨的结局。
ἀλλὰ ταῦτα μὲν εἴτε ταύτῃ εἴτε ἐκείνῃ ἔχει οὐκ ἔχω εἰπεῖν. Βελισάριος δὲ Ἰουστῖνον ἐπὶ τῇ Ῥαβέννης φυλακῇ καταστησάμενος ξὺν ὀλίγοις τισὶν αὐτὸς ἐνθένδε διά τε Δαλματίας καὶ τῶν ταύτῃ χωρίων κομίζεται ἐς Ἐπίδαμνον, ἵνα δὴ στράτευμα ἐκ Βυζαντίου καραδοκῶν ἡσυχῆ ἔμενε. γράψας τε βασιλεῖ γράμματα, τύχας τὰς παρούσας ἐσήγγελλεν.
然而,这些事情究竟属于前者还是后者,我无从断定。贝利萨留委任尤斯提努斯驻守拉文纳,自己则率少数随从离开该地,经由达尔马提亚及当地诸地区前往埃庇达姆诺斯;他在那里静候拜占庭派来的军队,安然驻留。他并给皇帝修书,报告眼下的困境。
ὁ δέ οἱ οὐ πολλῷ ὕστερον Ἰωάννην τε τὸν Βιταλιανοῦ ἀνεψιὸν καὶ Ἰσαάκην Ἀρμένιον Ἀρατίου τε καὶ Ναρσοῦ ἀδελφὸν ξὺν στρατῷ ἔπεμψε βαρβάρων τε καὶ Ῥωμαίων στρατιωτῶν.
不久之后,皇帝派遣维塔利阿努斯的侄子约翰以及阿拉提乌斯与纳尔塞斯的兄弟、亚美尼亚人伊萨克,率领一支由蛮族与罗马士兵组成的军队前往他那里。
οἳ δὴ ἐς Ἐπίδαμνον ἀφικόμενοι Βελισαρίῳ ξυνέμιξαν. Καὶ Ναρσῆν δὲ τὸν εὐνοῦχον παρὰ τῶν Ἐρούλων τοὺς ἄρχοντας ἔπεμψεν, ἐφ’ ᾧ δὴ αὐτῶν τοὺς πολλοὺς πείσει ἐς Ἰταλίαν στρατεύεσθαι.
他们抵达埃庇达姆诺斯并与贝利萨留汇合。皇帝又派遣宦官纳尔塞斯前往赫鲁利人的诸位首领处,以便说服他们中的大多数人远征意大利。
καὶ αὐτῷ τῶν Ἐρούλων πολλοὶ εἵποντο, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον καὶ ξὺν αὐτῷ ἐς τὰ ἐπὶ Θρᾴκης χωρία ἦλθον. ἐνταῦθα γὰρ διαχειμάσαντες ἔμελλον ἅμα ἦρι ἀρχομένῳ παρὰ Βελισάριον στέλλεσθαι.
许多赫鲁利人跟随纳尔塞斯,他们由菲莱穆特等人统领,与纳尔塞斯一同来到色雷斯地区;因为他们在当地度过严冬后,预定一入春便被派往贝利萨留那里。
ξυνῆν δὲ αὐτοῖς καὶ Ἰωάννης, ὃν ἐπίκλησιν ἐκάλουν Φαγᾶν. καὶ αὐτοῖς ἐν ταύτῃ τῇ πορείᾳ ξυνέβη τις τύχη μεγάλα Ῥωμαίους ἀγαθὰ ἐκ τοῦ ἀπροσδοκήτου ἐργάσασθαι.
绰号法加斯的约翰亦与他们同行。在这次行军中,他们遇到一桩机缘,出乎意料地为罗马人带来了极大的益处。
βαρβάρων γὰρ Σκλαβηνῶν πολὺς ὅμιλος ἔτυχον ἔναγχος διαβάντες μὲν ποταμὸν Ἴστρον, ληϊσάμενοι δὲ τὰ ἐκείνῃ χωρία καὶ Ῥωμαίων ἐξανδραποδίσαντες πάμπολυ πλῆθος.
原来,一大群斯拉芬人蛮族不久前刚好渡过伊斯特罗斯河,洗劫了该地村落,并掳掠了极多罗马人为奴。
οἷς δὴ Ἔρουλοι ἐκ τοῦ αἰφνιδίου ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε παρὰ δόξαν μέτρῳ σφᾶς πολλῷ ὑπεραίροντας, αὐτούς τε κτείνουσι καὶ τοὺς αἰχμαλώτους ἐς τὰ οἰκεῖα ξύμπαντας ἀφῆκαν ἰέναι.
赫鲁利人突然与他们展开肉搏,出人意料地击溃了在人数上远远超过自己的敌军,将其斩杀,并释放了所有战俘,让他们返回故里。
τότε δὲ ὁ Ναρσῆς καί τινα εὑρὼν ἐπιβατεύοντα τοῦ Χιλβουδίου ὀνόματος,2 ἀνδρὸς ἐπιφανοῦς καὶ Ῥωμαίων ποτὲ στρατηγήσαντος, διελέγξαι τὴν ἐπιβουλὴν ῥᾳδίως ἔσχε. τοῦτο δὲ ὅ τί ποτε ἦν αὐτίκα δηλώσω.
此时,纳尔塞斯还查获了一名冒充希尔布狄乌斯姓名的人——后者是一位曾担任过罗马将领的显要人物——并轻而易举地揭穿了这场阴谋。这究竟是怎么一回事,我随即就将予以叙明。
- 7.13.17παραιρουμένου αὐτὸν ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν τοῦ χρῆναι παθεῖν
在此时构成的属格独立结构中,带冠词不定式短语 τοῦ χρῆναι παθεῖν(“遭受苦难的必然/宿命”)作中动态分词 παραιρουμένου 的逻辑主语。动词 παραιρέομαι 表示剥夺,支配承受者宾格(αὐτόν)与被剥夺物宾格(ἐπιστήμην τε καὶ ἀληθῆ δόξαν)的双重宾格结构。
- 7.13.26ἐπιβατεύοντα τοῦ Χιλβουδίου ὀνόματος
动词 ἐπιβατεύω 支配属格 τοῦ Χιλβουδίου ὀνόματος,在此具有“冒称”、“不法僭取”某种姓名或身份的转义用法,指代冒充已故将领希尔布狄乌斯之名的僭称者。
