← 普罗科皮乌斯

战史

§7.13.1-7.13.14

托提拉围攻罗马与补给线的封锁

托提拉围攻罗马,并在击退罗马军的一次出击后封锁海陆补给,同时分兵围困普拉肯提亚;罗马城内凯特古斯被疑叛国而逃亡,贝利萨留则决意撤离拉文纳以驰援罗马。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.13.1

Μετὰ δὲ Τουτίλας ἐπὶ Ῥώμην ᾔει, καὶ ἐπεὶ ἀγχοῦ ἐγένετο, ἐς πολιορκίαν καθίστατο· τοὺς μέντοι γεωργοὺς οὐδὲν ἄχαρι ἀνὰ πᾶσαν τὴν Ἰταλίαν εἰργάσατο, ἀλλὰ τὴν γῆν ἀδεῶς ἐκέλευεν, ᾗπερ εἰώθασιν, ἐς ἀεὶ γεωργεῖν, τοὺς φόρους αὐτῷ ἀποφέροντας ὅσους τὸ πρότερον ἔς τε τὸ δημόσιον καὶ ἐς τοὺς κεκτημένους ἀποφέρειν ἠξίουν.

此后,托提拉进军罗马,一抵达近郊便着手围城。然而,他对全意大利的农民未加任何侵害,反而命令他们如往常一样一直安心耕作,只需向他缴纳此前必须向公库和土地所有者缴纳的同等数额的赋税即可。

§7.13.2

Γότθων δέ τινων ἄγχιστα τοῦ Ῥώμης περιβόλου ἀφικομένων Ἀρτασίρης τε καὶ Βαρβατίων, πολλούς τε τῶν ἑπομένων ἐπαγαγόμενοι, Βέσσα ὡς ἥκιστα ἐπαινοῦντος, ἐπεκδρομὴν ἐπ’ αὐτοὺς ἐποιήσαντο.

当一些哥特人进逼到罗马城墙极近之处时,阿尔塔西雷斯和巴尔巴提翁带领麾下的众多人马对他们发起出击,尽管贝萨斯极力反对。

§7.13.3

καὶ πολλοὺς μὲν εὐθὺς ἔκτειναν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. οἷς δὴ ἐπισπόμενοι, ἔς τε τὴν δίωξιν ἐπὶ πλεῖστον ἐκπεπτωκότες ἐνέδραις ὑπὸ τῶν πολεμίων ἐνέτυχον.

他们当即斩杀多人,并迫使其余人溃逃。但由于在追击中追赶得过远,他们落入了敌人设下的伏击。

§7.13.4

οὗ δὴ τοὺς πλείστους ἀποβαλόντες αὐτοὶ ξὺν ὀλίγοις τισὶ διέφυγον μόλις, καὶ τὸ λοιπὸν ἐπεξιέναι τοῖς ἐναντίοις, καίπερ ἐγκειμένοις, οὐκέτι ἐτόλμων.

他们在那里损失了绝大多数士兵,自己仅带少数几人勉强逃脱;此后即便敌人步步紧逼,他们也再不敢出城迎战。

§7.13.5

Καὶ ἀπ’ αὐτοῦ λιμός τις ἀκριβὴς τοὺς Ῥωμαίους ἐπίεζεν, οὐκέτι δυναμένους τι τῶν ἀναγκαίων ἐκ τῶν ἀγρῶν εἰσκομίζεσθαι, καὶ τῶν ἐκ θαλάσσης ἀποκεκλεισμένων φορτίων.1

由于这番变故,严重的饥荒开始困扰罗马人,他们不仅无法再从农田运进任何生活必需品,海路的货物亦被切断。

§7.13.6

ἐπειδὴ γὰρ Γότθοι Νεάπολιν εἷλον, ναυτικὸν ἐνταῦθα καταστησάμενοι ἀκάτων πολλῶν κἀν ταῖς νήσοις ταῖς Αἰόλου καλουμέναις καὶ ὅσαι ἄλλαι τῇδε ἐπίκεινται, ἐς τὸ ἀκριβὲς τὸν διάπλουν ἐφύλασσον.

因为哥特人在攻陷内阿波利斯后,在该处以及所谓的埃奥利亚群岛与附近的其他岛屿上部署了由多艘轻舟组成的水军,严密把守着航道。

§7.13.7

ὅσαι οὖν νῆες ἐκ Σικελίας ἀναγόμεναι ἔπλεον ἐπὶ τὸν Ῥωμαίων λιμένα, πᾶσαι γεγόνασιν αὐτοῖς ἀνδράσιν2 ὑπὸ ταῖς ἐκείνων χερσί.

因此,凡是从西西里启航驶往罗马人港口的船只,连人带船尽数落入哥特人之手。

§7.13.8

Τουτίλας δὲ στράτευμα ἐς Αἰμιλίαν πέμψας, πόλιν Πλακεντίαν ἐξελεῖν ἢ βίᾳ ἢ ὁμολογίᾳ ἐκέλευεν.

与此同时,托提拉派军前往埃米利亚,命令他们不论是用武力还是通过谈判攻取普拉肯提亚城。

§7.13.9

αὕτη δὲ πρώτη μέν ἐστιν Αἰμιλίων τῆς χώρας, ὀχύρωμα ἰσχυρὸν ἔχουσα. πρὸς δὲ τῷ ποταμῷ Ἠριδανῷ κεῖται καὶ μόνη τῶν τῇδε χωρίων Ῥωμαίων κατήκοος οὖσα ἔτι ἐλέλειπτο.

此城为埃米利亚地区之首邑,城防坚固。它坐落于埃里达努斯河畔,是该地区唯一仍臣服于罗马人的据点。

§7.13.10

ἐπεὶ δὲ ὁ στρατὸς οὗτος Πλακεντίας ἀγχοῦ ἐγένοντο, λόγους προὔφερον τοῖς ἐνταῦθα φρουροῖς, ὅπως τὴν πόλιν ὁμολογίᾳ Τουτίλᾳ τε καὶ Γότθοις ἐνδοῖεν.

当这支军队抵达普拉肯提亚附近时,便向那里的守军提出条件,要他们根据协议将城池移交给托提拉和哥特人。

§7.13.11

ὡς δὲ οὐδὲν σφίσι προὐχώρει, αὐτοῦ ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο, τῶν ἐπιτηδείων ἐνδεῖν τοὺς ἐν τῇ πόλει αἰσθόμενοι.

见毫无进展,又察觉到城中居民正缺乏给养,他们便就地扎营,展开围攻。

§7.13.12

Τότε τοῖς ἐν Ῥώμῃ τοῦ βασιλέως στρατοῦ ἄρχουσιν ὑποψία προδοσίας πέρι ἐγένετο ἐς Κέθηγον, πατρίκιον ἄνδρα καὶ πρῶτον τῆς Ῥωμαίων βουλῆς. διὸ δὴ ἐς Κεντουκέλλας ἀπιὼν ᾤχετο.

当时,罗马城内皇帝军队的将领们对身为贵族兼罗马元老院首座的凯特古斯产生了叛变的嫌疑;他因此离开罗马,逃往肯图姆凯莱。

§7.13.13

Βελισάριος δὲ περί τε τῇ Ῥώμῃ καὶ τοῖς ὅλοις πράγμασι δείσας, ἐπεὶ ἐκ Ῥαβέννης ἀμύνειν ἄλλως τε καὶ στρατῷ ὀλίγῳ ἀδύνατα ἦν, ἀπανίστασθαί τε ἐνθένδε καὶ τὰ ἐπὶ Ῥώμης χωρία καταλαβεῖν ἔγνω, ὅπως δὴ ἀγχοῦ γενόμενος τοῖς ταύτῃ κάμνουσιν ἐπιβοηθεῖν οἷός τε εἴη.

贝利萨留深为罗马及全局战势担忧,鉴于从拉文纳进行救援是不可能的,尤其是在兵力短缺的情况下,他遂决意撤离该地,占据罗马附近的诸要冲,以便亲临近处救援在那里陷入困境的人。

§7.13.14

καί οἱ τὸ κατ’ ἀρχὰς ἐς Ῥάβενναν ἀφικομένῳ μετέμελεν,3 ἃ δὴ Βιταλίῳ ἀναπεισθεὶς ἔδρασε πρότερον οὐκ ἐπὶ τῷ τῶν βασιλέως πραγμάτων ξυμφόρῳ, ἐπεὶ ἐνταῦθα καθείρξας αὑτὸν ἐδεδώκει τοῖς πολεμίοις κατ’ ἐξουσίαν τὴν τοῦ πολέμου διοικεῖσθαι ῥοπήν.

对于最初前往拉文纳之举,他深感悔恨;那是他此前听信维塔利乌斯的劝说而做出的,对皇帝的大局毫无益处,因为将自身困闭在该地,反倒给了敌人随意左右战局平衡的权力。

语法注3 条
  1. 7.13.5καὶ τῶν ἐκ θαλάσσης ἀποκεκλεισμένων φορτίων

    由连词 καί 与前文修饰宾语 τοὺς Ῥωμαίους 的宾格分词 οὐκέτι δυναμένους 连接的独立属格结构。在陈述饥荒原因时,句子结构由修饰人物的宾格分词短语转换为了表示物资状况的独立属格。

  2. 7.13.7αὐτοῖς ἀνδράσιν

    伴随与格。αὐτός 与名词复数与格连用,构成表示“连同船员在内”“连人带船”这一包容性含义的惯用表达。

  3. 7.13.14καί οἱ τὸ κατ’ ἀρχὰς ἐς Ῥάβενναν ἀφικομένῳ μετέμελεν

    无人称动词 μετέμελε(未完成过去时)搭配人物与格(οἱ ... ἀφικομένῳ)构成的句式。后悔的对象则由后接的关系从句(ἃ δὴ ... ἔδρασε)以名词性方式充当。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.13.1-7.13.14