- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.12.1-7.12.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留派约翰向皇帝请求增援与军费却徒劳无功,与此同时托提拉迫降数座城镇,并企图通过暗杀夺取佩鲁西亚。
Βελισάριος δὲ ἀμύνειν τοῖς πολιορκουμένοις οὐδαμῆ ἔχων Ἰωάννην τὸν Βιταλιανοῦ ἀνεψιὸν ἐς Βυζάντιον ἔπεμψεν, ὅρκοις αὐτὸν δεινοτάτοις καταλαβὼν ὡς ἐπανήκειν ὅτι τάχιστα ἐν σπουδῇ θήσεται, βασιλέως δεησόμενον στρατιάν τε πολλὴν σφίσι καὶ χρήματα μεγάλα πέμψαι, καὶ μέντοι καὶ ὅπλα καὶ ἵππους.
贝利萨留完全没有任何办法去救援被围困的人,遂派遣维塔利阿努斯的侄儿约翰前往拜占庭,并让他立下最严厉的誓言,务必尽快全力返回,请求皇帝给他们派遣大军、巨款,以及武器和军马。
οἱ γὰρ στρατιῶται ὀλίγοι λίαν ὄντες οὐδὲ αὐτοὶ μάχεσθαι ἤθελον, χρήματά τε πολλὰ φάσκοντες τὸ δημόσιον σφίσιν ὀφείλειν καὶ αὐτοὶ ἁπάντων ἐνδεεῖς εἶναι.
因为士兵们不仅人数极少,连自己也不愿作战,声称公库拖欠他们巨款,而他们自身亦匮乏一切物资。
καὶ ἦν δὲ οὕτως. καὶ γράμματα ὑπὲρ τούτων βασιλεῖ ἔγραψεν. ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἀφίγμεθα εἰς τὴν Ἰταλίαν, ὦ βασιλεῦ κράτιστε, ἀνδρῶν τε καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων χωρίς. ὧν οὐδ’ ἄν τις μὴ διαρκῶς ἔχων πόλεμον, οἶμαι, διενεγκεῖν οὐ μή ποτε ἱκανὸς εἴη.1
事实也确是如此。因此他关于这些事务给皇帝写了一封信。信函的内容如下:“最强有力的皇帝陛下,我们来到意大利,没有兵员、军马、武器和金钱。我认为,任何人只要未能充足地拥有这些,便绝不可能维持战争。
Θρᾷκας μὲν γὰρ καὶ Ἰλλυριοὺς ἐνδελεχέστατα περιελθόντες στρατιώτας ξυνήγομεν κομιδῆ ὀλίγους οἰκτροὺς οὐδέ τι ὅπλων ἐν χερσὶν ἔχοντας καὶ μάχης ὄντας παντάπασιν ἀμελετήτους.
因为我们在色雷斯和伊利里亚极其勤勉地周游搜求,招募到的士兵人数极少且境况凄惨,手中连一件武器也没有,对战斗完全未经训练。
ὁρῶμεν δὲ καὶ τοὺς ἀπολελειμμένους ἐνταῦθα οὔτε αὐτάρκεις ὄντας καὶ κατεπτηχότας τοὺς πολεμίους δεδουλωμένους τε τὸ φρόνημα τῷ πρὸς ἐκείνων πολλάκις ἡσσῆσθαι, οἵ γε οὐδὲ εἰκῆ τοὺς ἐναντίους διέφυγον, ἀλλὰ τούς τε ἵππους ἀφέντες καὶ τὰ ὅπλα ἐς τὴν γῆν ῥίψαντες.
而我们看到留在此地的人,不仅无力自保,而且对敌人畏惧退缩,屡遭敌方击败导致斗志丧失;他们甚至不是单纯地逃脱敌手,而是弃马并将武器抛掷于地。
χρημάτων δὲ πρόσοδον ἐξ Ἰταλίας πορίζεσθαι ἡμῖν ἀδύνατά ἐστι, πάλιν πρὸς τῶν πολεμίων κατειλημμένης.
此外,从意大利筹措金钱收益对我们而言亦是不可能的,因为此地再度被敌人占领。
διὸ δὴ καὶ ὑπερήμεροι γεγενημένοι ἐς τῶν στρατιωτῶν τὰς συντάξεις ἐπιτάττειν αὐτοῖς ἥκιστα ἔχομεν· ἀφείλετο γὰρ ἡμῶν τὴν παρρησίαν τὸ ὄφλημα.
因此,我们拖欠了士兵们的津贴,根本无法向他们发号施令;债务剥夺了我们直言不讳的权力。
εὖ δὲ καὶ τοῦτο, ὦ δέσποτα, ἴσθι, ὡς τῶν ὑπὸ σοὶ στρατευομένων οἱ πλείους πρὸς τοὺς πολεμίους ηὐτομοληκότες τυγχάνουσιν ὄντες.
陛下,请您深知这一点:在您麾下服役的人中,大部分已经叛逃到了敌方阵营。
εἰ μὲν οὖν ἔδει Βελισάριον ἐς Ἰταλίαν στέλλεσθαι μόνον, ἄριστά σοι τὰ ἐς τὸν πόλεμον παρεσκεύασται· εἰμὶ γὰρ ἐν Ἰταλιώταις ἤδη που μέσοις· εἰ δὲ περιεῖναι βούλει τῷ πολέμῳ τῶν δυσμενῶν, καὶ τὰ ἄλλα ἐξαρτύεσθαι δεῖ.
因此,若只需要把贝利萨留一人派遣到意大利,那么您的战备已然是最完备的了;因为我如今已然身处意大利人之中。但倘若您希望在战争中战胜敌人,则必须整备其他一切资财。
στρατηγὸς γάρ τις, οἶμαι, τῶν ὑπουργούντων χωρὶς οὐκ ἂν γένοιτο. δορυφόρους τοίνυν καὶ ὑπασπιστὰς τοὺς ἐμοὺς μάλιστά μοι πάντων σταλῆναι προσήκει, ἔπειτα πάμπολύ τι πλῆθος Οὔννων τε καὶ ἄλλων βαρβάρων, οἷς καὶ χρήματα ἤδη δοτέον.”
因为我认为,没有任何将领能够在没有部属协助的情况下成其为将领。因此,首先最应遣送给我的当属我的侍卫和亲随盾手,其次是极其众多的匈人和其他蛮族大军,且如今就必须向他们发放赏钱。”
Τοσαῦτα μὲν Βελισάριος ἔγραψεν. Ἰωάννης δὲ χρόνον ἐν Βυζαντίῳ διατρίψας πολὺν οὐδὲν μὲν διεπράξατο ὧν ἕνεκα ἦλθεν, ἔγημε δὲ τοῦ Γερμανοῦ βασιλέως ἀνεψιοῦ παῖδα.
贝利萨留所写的信大略如此。然而约翰在拜占庭逗留了很长时间,不仅未办成他前去的任何差事,反倒娶了皇帝侄儿日耳曼努斯的女儿。
ἐν τούτῳ δὲ Τουτίλας Φίρμον τε καὶ Ἄσκουλον ὁμολογίᾳ εἷλεν· ἐς Τούσκους τε ἀφικόμενος Σπολίτιόν τε καὶ Ἀσίσην ἐπολιόρκει. ἦρχε δὲ τοῦ μὲν ἐν Σπολιτίῳ φυλακτηρίου Ἡρωδιανός, τοῦ δὲ ἐν Ἀσίσῃ Σισίφριδος, Γότθος μὲν γένος, εὐνοϊκῶς δὲ λίαν ἔς τε Ῥωμαίους καὶ τὰ βασιλέως πράγματα ἔχων.
与此同时,托提拉通过协议占领了菲尔穆姆和阿斯库卢姆。随后他进入图斯基亚,围攻斯波利提乌姆和阿西西乌姆。统领斯波利提乌姆驻军的是赫罗狄阿努斯,统领阿西西乌姆的则是西西弗里德斯;后者虽为哥特族人,却对罗马人及皇帝的事业极其忠诚。
Ἡρωδιανὸς μὲν οὖν τοῖς πολεμίοις ἐς λόγους ἦλθεν, ἐφ’ ᾧ τριάκοντα ἡμέρας ἡσυχῆ μείνωσιν. ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται,2 αὑτόν τε καὶ τὴν πόλιν ξύν τε τοῖς στρατιώταις καὶ τοῖς ἐνοικοῦσι Γότθοις ἐνδώσειν. τόν τε παῖδα ὅμηρον ἐπὶ ταύτῃ τῇ ὁμολογίᾳ παρέσχετο.
赫罗狄阿努斯遂与敌人谈判,条件是停战三十天;在此期间若无援军赶到,他将把自身连同城池、守军以及当地居民一同交给哥特人。为了此项协议,他将儿子作为人质交了出去。
ἐπειδὴ δὲ παρῆν μὲν ἡ κυρία, στράτευμα δὲ οὐδαμόθεν Ῥωμαίων ἦλθεν, Ἡρωδιανός τε καὶ ὅσοι φρουρὰν ἐνταῦθα εἶχον κατὰ τὰ ξυγκείμενα Τουτίλᾳ καὶ Γότθοις σφᾶς τε αὐτοὺς καὶ Σπολίτιον ἐνεχείρισαν.
当约定之日到来,而罗马军队未从任何方向赶来时,赫罗狄阿努斯与当地的全部守军便按照约定,将自身与斯波利提乌姆移交给了托提拉和哥特人。
φασὶ δὲ Ἡρωδιανὸν κατὰ τὸ ἐς Βελισάριον ἔχθος αὑτόν τε καὶ Σπολίτιον Γότθοις ἐνδοῦναι· λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν.3 Τὰ μὲν οὖν ἀμφὶ Σπολιτίῳ ταύτῃ ἐχώρησε.
人们称赫罗狄阿努斯之所以将自身和斯波利提乌姆献给哥特人,是出于对贝利萨留的怨恨;因为贝利萨留曾威胁要清算他以往的行为。斯波利提乌姆的局势遂以这种方式告终。
Σισίφριδος δὲ ξὺν τοῖς ἑπομένοις ἐπεκδρομὴν ποιησάμενος, τῶν τε ξὺν αὐτῷ πλείστους ἀποβάλλει καὶ αὐτὸς θνήσκει.
另一方面,西西弗里德斯率领部属发起出击,损失了麾下的大多数人,自己亦阵亡。
Ἀσίσηνοί τε τοῖς παροῦσιν ἀπορούμενοι, αὐτίκα τὴν πόλιν τοῖς πολεμίοις ἐνέδοσαν. πέμψας δὲ καὶ παρὰ Κυπριανὸν εὐθὺς Τουτίλας, ἐνδοῦναί οἱ αὐτῷ Περυσίαν ἠξίου, δεδιττόμενος μὲν ἢν ἀπειθήσῃ, χρήμασι δὲ αὐτὸν δωρήσασθαι μεγάλοις ἐπαγγελλόμενος, ἤν γε ταῦτα ἐπιτελοίη. ἐπεί τέ οἱ πρὸς Κυπριανοῦ οὐδὲν προὐχώρει, τῶν ἐκείνου δορυφόρων ἕνα, Οὔλιφον ὄνομα, χρήμασιν ἀναπείθει δόλῳ τὸν ἄνθρωπον διαχρήσασθαι.
阿西西乌姆人面对当前局势束手无策,随即向敌人献城投降。托提拉亦立刻派人去见库普里阿努斯,要求他献出佩鲁西亚,威胁他若违抗将受惩罚,同时许诺若照此执行,将赐予他巨额财富。眼见在库普里阿努斯身上毫无进展,托提拉便用金钱收买了其侍卫之一、名叫乌利弗斯的人,指使他以奸计除掉此人。
Οὔλιφος μὲν οὖν μόνῳ τῷ Κυπριανῷ ἐντυχὼν ἔκτεινέ τε αὐτὸν καὶ παρὰ Τουτίλαν φεύγων ᾤχετο. οὐδὲν δὲ ἧσσον οἱ Κυπριανοῦ στρατιῶται βασιλεῖ τὴν πόλιν ἐφύλασσον· διὸ δὴ Γότθοι ἐνθένδε ἀναχωρεῖν ἔγνωσαν.
于是乌利弗斯趁库普里阿努斯独处时将其刺杀,逃往托提拉处。然而即便如此,库普里阿努斯的士兵们仍旧为皇帝坚守该城;哥特人因此决定从该处撤军。
- 7.12.3οὐ μή ποτε ἱκανὸς εἴη
由 οὐ μή 连同潜在希求法(ἄν... εἴη)构成的强否定句式,表示强烈的“绝不可能”之意。
- 7.12.14ὧν ἢν μὴ ἐπικουρία τις αὐτοῖς ἐπιγένηται
关系代词属格 ὧν 的先行词为前句的 τριάκοντα ἡμέρας,作时间属格用,意为“在这些日子之内,若无援军赶到”。
- 7.12.16λογισμοὺς γὰρ αὐτὸν Βελισάριος τῶν βεβιωμένων ἠπείλησε πράξειν
动词 πράσσειν 支配双宾格(指人的 αὐτόν 与指事物的 λογισμούς),意为“向某人索取/清算某事”。中性完成时分词属格 τῶν βεβιωμένων(意为“过去的作为”)依附于 λογισμούς。
