← 普罗科皮乌斯

战史

§7.11.21-7.11.39

里基拉斯阵亡与收复皮绍鲁姆

贝利萨留的侍卫里基拉斯自奥克西穆姆鲁莽出击阵亡,萨比尼亚努斯等人在夜间撤退时遭托提拉伏击,败逃阿里米努姆。贝利萨留重新修缮并坚守皮绍鲁姆击退托提拉,随后托提拉转向围攻菲尔穆姆与阿斯库卢姆,战争第十年就此落幕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11.21

τῇ δὲ ὑστεραίᾳ πυθόμενοι ἀμφὶ ἡμέραν μέσην τῶν πολεμίων τινὰς ἄγχιστά πη εἶναι ἐξῆλθον μὲν ὡς ὑπαντιάσοντες, κατασκόπους δὲ πέμψαι πρότερον ἐπ’ αὐτοὺς ἔγνωσαν, κατασκεψομένους τὴν δύναμιν, ὡς μὴ ἀνεπισκέπτως ἐπ’ αὐτοὺς ἴωσι.

次日,他们于正午时分获悉敌人的一部分就在附近,便出城意欲迎敌,但他们决定先派遣斥候探查敌力,以免鲁莽地进逼对方。

§7.11.22

Ῥικίλας δὲ ὁ Βελισαρίου δορυφόρος ʽοἰνωμένος γὰρ τηνικαῦτα ἐτύγχανεν’ ἄλλους μὲν ἐπὶ κατασκοπῇ οὐκ εἴα ἰέναι, μόνος δὲ αὐτὸς τὸν ἵππον ἐξελάσας κατὰ τάχος ᾔει.

然而,贝利萨留的侍卫里基拉斯(因其当时恰好大醉)不容许他人前去侦察,独自一人策马飞驰而去。

§7.11.23

Γότθοις τε τρισὶν ἐντυχὼν ἐν χώρῳ κρημνώδει τὰ μὲν πρῶτα ὡς ἀντιταξόμενος ἔστη· ἐπὶ πλεῖστον γὰρ ἀνδρίας ἐτύγχανεν ἥκων·1 πολλοὺς δὲ πανταχόθεν ἰδὼν ἐπ’ αὐτὸν ἐπιρρέοντας ἐς φυγὴν ὥρμητο.

他在一处险峻之地遭遇了三名哥特人,起初伫立原地准备应战(因为他恰是一位勇武绝伦之人);但眼见大批敌人从四面八方涌向自己,便转身逃奔。

§7.11.24

τοῦ δέ οἱ ἵππου ἐν δυσχωρίᾳ ὀκλάσαντος, κραυγή τε πολλὴ τῶν πολεμίων γέγονε καὶ τὰ δοράτια ἠκόντιζον ἐπ’ αὐτὸν ἅπαντες. ὧν δὴ Ῥωμαῖοι αἰσθόμενοι ἐβοήθουν δρόμῳ.

当他的坐骑在崎岖不平的地势中失蹄倒地时,敌方爆发出巨大的呼喊声,纷纷向他投掷长矛。罗马人察觉到这一情况,急忙飞奔前去救援。

§7.11.25

καὶ Ῥικίλας μὲν δόρασι πολλοῖς κεκαλυμμένος θνήσκει, τρέψαντες δὲ τοὺς ἐναντίους οἱ ἀμφὶ Θουριμούθ, ἄραντές τε τὸν νεκρόν, ἐς Αὔξιμον πόλιν ἐκόμισαν, οὐκ ἐπαξίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν κληρωσάμενον.2

里基拉斯身中多矛而亡,托里穆特麾下的人击退了敌人并收敛尸体,运回奥克西穆姆城中;他所分得的这一生命终局,与他的武勇并不相称。

§7.11.26

Ἔπειτα Σαβινιανός τε καὶ Θουριμοὺθ Μάγνῳ κοινολογησάμενοι ἀξύμφορον σφίσιν εὕρισκον εἶναι περαιτέρω διατριβήν τινα ἐνταῦθα ποιεῖσθαι, λογισάμενοι ὅτι δὴ οὔτε τοῖς πολεμίοις πολλοῖς γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται.3

随后,萨比尼亚努斯与托里穆特同马格努斯商议,认为在此地继续逗留对他们毫无益处,因为他们料定自己绝不可能匹敌人数众多的敌军,且消耗被围困者的粮食只会使该城更快陷于敌手。

§7.11.27

καὶ ἐπεὶ ταῦτα ἐδέδοκτο, αὐτοὶ μὲν καὶ οἱ χίλιοι παρεσκευάζοντο εἰς τὴν ἄφοδον, ὡς νύκτωρ τῆς ἀποπορείας ἀρξόμενοι· αὐτίκα δὲ τῶν τις στρατιωτῶν αὐτομολήσας λάθρα ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἔκπυστα ἐποίησε τὰ πρασσόμενα.

既然做出了这一决定,他们二人与那一千名士兵便着手准备撤退,打算在夜间启程;但一名士兵随即暗中潜逃至敌军营垒,将此计划全盘告密。

§7.11.28

Τουτίλας τοίνυν ἄνδρας δισχιλίους ἀριστίνδην ἀπολεξάμενος νυκτὸς ἐπιλαβούσης ἐφύλασσε τὰς ὁδοὺς ἀπὸ σταδίων Αὐξίμου τριάκοντα, οὐδενὶ αἴσθησιν παρεχόμενος.

于是,托提拉选拔了两千名精锐之士,趁夜幕降临在距奥克西穆姆三十斯塔迪昂之处把守诸道路,未让任何人察觉其踪迹。

§7.11.29

οἳ ἐπεὶ παριόντας ἀμφὶ νύκτα μέσην τοὺς πολεμίους εἶδον, σπασάμενοι τὰ ξίφη ἔργου εἴχοντο.

当他们望见敌人在午夜前后经过时,便拔剑投入厮杀。

§7.11.30

καὶ αὐτῶν διακοσίους μὲν ἔκτειναν, Σαβινιανὸς δὲ καὶ Θουριμοὺθ ξὺν τοῖς λοιποῖς ἅτε ἐν σκότῳ λαθεῖν τε καὶ φυγεῖν ἐς τὴν Ἀρίμινον ἴσχυσαν.

他们斩杀了其中的二百人,但萨比尼亚努斯和托里穆特与其余人借着夜色得以隐匿行踪,逃往阿里米努姆。

§7.11.31

τῶν μέντοι ὑποζυγίων ἁπάντων Γότθοι ἐκράτησαν, ἃ τῶν στρατιωτῶν τήν τε θεραπείαν καὶ τὰ ὅπλα καὶ τὰ ἱμάτια ἔφερεν.

然而,哥特人缴获了所有的驮兽,这些驮兽驮载着士兵们的随行从役、武器以及衣物。

§7.11.32

Ἔστι δὲ πολίσματα δύο πρὸς τῇ ἀκτῇ τοῦ Ἰονίου κόλπου, Πίσαυρός τε καὶ Φανός, μεταξὺ τῆς τε Αὐξίμου καὶ Ἀριμίνου πόλεως κείμενα. ὧν δὴ τὰς οἰκίας τοῦδε τοῦ πολέμου κατ’ ἀρχὰς Οὐίττιγις ἐμπρήσας τὰ τείχη καθεῖλεν ἄχρι ἐς ἥμισυ μάλιστα, ὅπως μὴ καταλαβόντες αὐτὰ Ῥωμαῖοι πράγματα Γότθοις παρέξωσι.

在爱奥尼亚海湾沿岸有两座小城镇,皮绍鲁姆和法努姆,位于奥克西穆姆城与阿里米努姆城之间。在本场战争初期,维蒂吉斯焚毁了那里的房屋,将城墙拆毁了大约一半,以免罗马人占领它们而给哥特人带来麻烦。

§7.11.33

τούτων θάτερον, Πίσαυρον, Βελισάριος καταλαβεῖν ἔγνω· ἔδοξε γάρ οἱ ἐς ἵππων νομὰς ἐπιτηδείως τὸ χωρίον κεῖσθαι. πέμψας οὖν νύκτωρ τῶν οἱ ἐπιτηδείων τινὰς ἐς τὸ ἀκριβὲς εὖρός τε καὶ μῆκος πύλης ἑκάστης ξυνεμετρήσατο λάθρα.

贝利萨留决定占领其中的一座,即皮绍鲁姆;因为在他看来,此地适于放马。于是他在夜间派遣了数名心腹,暗中精确测量了每座城门的宽度与高度。

§7.11.34

τάς τε πύλας τεκτηνάμενος καὶ σιδήρῳ περιβαλὼν εἶτά τισιν ἀκατίοις ἐνθέμενος ἔπεμψεν, ἃς δὴ ἐκέλευε τοὺς ἀμφὶ Σαβινιανόν τε καὶ Θουριμοὺθ κατὰ τάχος τοῖς τείχεσιν ἐναρμόσαντας ἐντὸς τοῦ περιβόλου μένειν, ἔν τε τῷ ἀσφαλεῖ γενομένους ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ,4 λίθους τε καὶ πηλὸν καὶ ἄλλο ὁτιοῦν ἐμβαλλομένους. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν.

他造好城门并用铁皮包裹,装入几只小船运送过去,命令萨比尼亚努斯和托里穆特麾下的人尽快将其安装于城墙上并留驻在城垣之内;在确保安全之后,以任何可行的方式,填入石块、泥浆以及其他任何材料,将倒塌的城垣重新筑起。他们遂遵照命令行事。

§7.11.35

Τουτίλας δὲ μαθὼν τὰ πρασσόμενα στρατῷ πολλῷ ἐπ’ αὐτοὺς ἦλθε.

托提拉获悉所发生的事,率领大军向他们扑来。

§7.11.36

καὶ ἀποπειρασάμενος χρόνον τε ἐνταῦθα διατρίψας τινά, ἐπεὶ ἐξελεῖν οὐχ οἷός τε ἦν, ἄπρακτος ἐν Αὐξίμῳ εἰς τὸ στρατόπεδον ἀνεχώρησεν.

他在那里尝试进攻并耗费了一段时日,但因无法攻克,遂无功而返,退回奥克西穆姆的营地。

§7.11.37

Ἐπεξῄει δὲ Ῥωμαίων ἔτι τοῖς πολεμίοις οὐδείς, ἀλλ’ ἐντὸς τειχῶν ἕκαστοι ἔμενον. ἀλλὰ καὶ τῶν δορυφόρων τῶν αὑτοῦ δύο Βελισάριος ἐς Ῥώμην στείλας, Ἀρτασίρην τε, ἄνδρα Πέρσην, καὶ Βαρβατίωνα Θρᾷκα, ὡς ξυμφυλάξοντας Βέσσᾳ τὴν πόλιν ὃς ἐνταῦθα ἐτύγχανεν ὤν, ἐπέστελλε τοῖς πολεμίοις ὡς ἥκιστα ἐπεξιέναι.

罗马人再也没有任何人敢向敌人发起出击,而是各自固守城墙之内。贝利萨留亦将麾下的两名侍卫——波斯人阿尔塔西雷斯与色雷斯人巴尔巴提翁——遣往罗马,以协助当时恰在彼处的贝萨斯共同守卫该城,并叮嘱他们切勿向敌人出击。

§7.11.38

Τουτίλας δὲ καὶ ὁ Γότθων στρατός, ἐπεὶ οὐκ ἀξιόχρεων ἀντιτάξασθαι σφίσι τὴν Βελισαρίου δύναμιν ᾔσθοντο οὖσαν, τῶν χωρίων τὰ ἐχυρώτατα ἐνοχλεῖν ἔγνωσαν.

托提拉与哥特大军察觉到贝利萨留的兵力不足以同他们抗衡,遂决定进犯那些最为坚固的据点。

§7.11.39

διὸ δὴ ἐν Πικηνοῖς ἀμφί τε Φίρμον καὶ Ἄσκουλον ἐνστρατοπεδευσάμενοι ἐς πολιορκίαν καθίσταντο. καὶ ὁ χειμὼν ἔληγε, καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

因此,他们在皮凯努姆地区的菲尔穆姆与阿斯库卢姆一带扎营,展开围攻。冬日渐尽,普罗科皮乌斯所记载的这场战争的第十个年头便告结束。

语法注4 条
  1. 7.11.23ἐπὶ πλεῖστον γὰρ ἀνδρίας ἐτύγχανεν ἥκων

    动词 ἥκω 与表示程度的介词短语 ἐπὶ πλεῖστον 以及表示部分属格的 ἀνδρίας 相结合的习用表达,字面意为“他在勇武方面达到了极点”,即“勇武绝伦”。此句用以解释他何以近乎鲁莽地独自留下来对敌。

  2. 7.11.25οὐκ ἐπαξίως τῆς ἀρετῆς τὴν τοῦ βίου καταστροφὴν κληρωσάμενον

    中动分词 κληρωσάμενον 在性、数、格(阳性单数宾格)上与前文的宾语 τὸν νεκρόν 一致。κληρόω 的中动态带有直接宾语(τὴν τοῦ βίου καταστροφήν,“生命的终结”),意为“抽得……为份/承受……结局”。副词短语 οὐκ ἐπαξίως τῆς ἀρετῆς(“与勇武不相称地”)评论了其虽有武勇却因酗酒而横死的结局。

  3. 7.11.26ὅτι δὴ οὔτε τοῖς πολεμίοις πολλοῖς γε οὖσιν ἀξιόμαχοί ποτε γένοιντο καὶ τὰς τῶν πολιορκουμένων καταδαπανῶντες τροφὰς ἁλώσιμον ἔτι θᾶσσον τὴν πόλιν τοῖς ἐναντίοις ποιήσονται

    由过去分词 λογισάμενοι 引出的 ὅτι 间接引语从句中语气与时态的交替。第一分句使用斜说祈愿语气 γένοιντο 表示推测或潜在性(“绝不可能匹敌”),而第二分句转用直陈语气将来时 ποιήσονται,将消耗粮食加速失陷视为必然发生的客观结果。

  4. 7.11.34ὅσα τοῦ περιβόλου κατεπεπτώκει, ὅτῳ δὴ ἀνοικοδομήσασθαι τρόπῳ

    不定式 ἀνοικοδομήσασθαι 受前文命令动词 ἐκέλευε 统辖。插入的关系从句 ὅσα τοῦ περιβόλου κατεπεπτώκει(“城垣倒塌的所有部分”)作该不定式的宾语;ὅτῳ δὴ... τρόπῳ 则作方式副词短语,意为“以任何可行的方式/千方百计地”,表达紧急抢修城防的指令。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.11.21-7.11.39