← 普罗科皮乌斯

战史

§7.11.1-7.11.20

贝利萨留的演说与伊利里亚军队的溃散

贝利萨留抵达拉文纳后发表演说劝降,但无一人归附;随后遣往埃米利亚的伊利里亚士兵因被拖欠军饷及故土遭匈人洗劫而擅自返乡。托提拉趁机攻打博诺尼亚却被伏击溃败,贝利萨留则秘密遣军入驻被围困的奥克西穆姆。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.11.1

Τὰ μὲν οὖν ἀμφὶ Τιβούρει οὕτω γενέσθαι ξυνέπεσε. Βελισάριος δὲ παντὶ τῷ στόλῳ ἐς Ῥάβενναν ἀφικόμενος Γότθους τε τοὺς παρόντας καὶ Ῥωμαίων στρατιώτας ξυναγαγὼν ἔλεξε τοιάδε· “Οὐ νῦν πρῶτον, ὦ ἄνδρες, τὰ τῆς ἀρετῆς ἔργα πρὸς τῆς κακίας διερρυηκέναι ξυμβέβηκεν.

关于蒂布尔的事态便如此发生了。贝利萨留率全支舰队抵达拉文纳,召集在场的哥特人与罗马士兵,发表了如下讲话:“诸位,美德的作为遭到恶劣手段的破坏,这绝非始于今日。

§7.11.2

ἄνωθεν γὰρ τοῦτο τοῖς ἀνθρωπίνοις ἐμπέφυκεν ἀτεχνῶς πράγμασι, πολλάς τε ἀνδρῶν ἀγαθῶν πράξεις μοχθηρία τῶν πονηροτάτων ἀναχαιτίζειν τε καὶ διαφθείρειν ἱκανῶς ἴσχυσεν. ὅπερ καὶ νῦν τὰ βασιλέως πράγματα ἔσφηλεν.

因为自古以来,这种倾向便根深蒂固地存在于人事之中;穷凶极恶之徒的卑劣,常常足以阻碍并摧毁义人的诸多功绩。这也正是如今致使皇帝的事业受挫的原因。

§7.11.3

ᾧ δὴ τοσοῦτον τὰ ἡμαρτημένα ἐπανορθοῦν μέλει, ὥστε τὴν Περσῶν ἐπικράτησιν περὶ ἐλάσσονος τούτων ποιούμενος ἀποστεῖλαί με τανῦν εἰς ὑμᾶς ἔγνωκεν, ὅπως ἐπανορθώσω καὶ ἰάσωμαι εἴ τι τοῖς ἄρχουσι μὴ ὀρθῶς ἢ ἐς τοὺς στρατιώτας τοὺς αὐτοῦ ἢ εἰς Γότθους εἴργασται.

然而,皇帝对纠正这些过错极其挂怀,以至于他将对波斯人的胜利看得不及此事重要,决定此刻将我遣至你们中间,以便我能纠正并抚平诸将领无论是在他〔皇帝〕的士兵身上还是在哥特人身上所犯下的不当作为。

§7.11.4

τὸ μὲν οὖν μηδὲν ὑφ’ ὁτουοῦν ἁμαρτάνεσθαι οὔτε ἀνθρώπινον καὶ τῆς τῶν πραγμάτων φύσεως ἔξω, τὸ δὲ τὰ ἡμαρτημένα ἐπανορθοῦν βασιλεῖ τε διαρκῶς πρέπον καὶ παραψυχῆς τοῖς ἠγαπημένοις ἱκανῶς ἄξιον.

任何人皆不犯过错,既不合乎人之常情,亦超出了事物的本性;但纠正业已犯下的过错,不仅对于皇帝而言始终是适宜之举,对于深受爱戴的臣民而言亦足以成为莫大的慰藉。

§7.11.5

οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ1 τῆς βασιλέως εἰς ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν αὐτίκα προσέσται· οὗ τί ἂν ἀξιώτερον γένοιτο ἀνθρώπῳ τῶν πάντων χρημάτων;

因为你们不仅将得以摆脱诸般困厄,更能立即感受到并享有皇帝对你们的关照;在世间所有财富之中,对人而言又有何物能比此更具价值?

§7.11.6

ἐπειδὴ τοίνυν ἐπ’ αὐτῷ τούτῳ ὑμῖν πάρειμι, προσήκει καὶ ὑμῶν ἕκαστον πάσῃ δυνάμει χρήσασθαι, ὅπως ἂν τῆς ἐντεῦθεν ὠφελείας ἀπόναισθε. ὅτῳ τε ὑμῶν ξυγγενεῖς ἢ φίλοι παρὰ Τουτίλᾳ τῷ τυράννῳ τυγχάνουσιν ὄντες, μεταπεμψάσθω τούτους ὅτι τάχιστα τὴν βασιλέως δηλώσας γνώμην.

因此,既然我正是为此目的来到你们中间,你们每个人亦当倾尽全力,以便你们能享有由此而来的益处。你们之中若有人在僭主托提拉身边恰有亲友,当宣示皇帝之意向,尽快将他们召回。

§7.11.8

οὕτω γὰρ ἂν ὑμῖν τά τε ἐκ τῆς εἰρήνης καὶ τὰ ἐκ τοῦ μεγάλου βασιλέως ἀγαθὰ γένοιτο. ὡς ἔγωγε οὔτε τῳ πολεμησείων ἐνθάδε ἀφῖγμαι οὔτ’ ἂν ἑκών ποτε τοῖς βασιλέως κατηκόοις πολέμιος εἴην.

如此,和平带来的福祉与伟大皇帝赐予的恩泽皆将归于你们。就我而言,绝非怀着与任何人作战的愿望来到此地,亦决不愿成为皇帝臣民的敌人。

§7.11.9

εἰ μέντοι καὶ νῦν παρὰ φαῦλον ἡγησάμενοι τὸ τὰ βελτίω σφίσιν αὐτοῖς ἑλέσθαι οἵδε ἀπ’ ἐναντίας ἡμῖν ἴωσιν, ἀνάγκη καὶ ἡμᾶς αὐτοῖς ὡς μάλιστα ἀκουσίους ὡς πολεμίοις χρῆσθαι.”

然而,若这些人轻视选择于己更有益之事,即便在今日仍公然与我们为敌,那么纵然我们极不情愿,亦必当视其为敌。”

§7.11.10

Τοσαῦτα μὲν Βελισάριος εἶπε. προσεχώρει δέ οἱ τῶν ἐναντίων οὐδεὶς οὔτε Γότθος οὔτε Ῥωμαῖος. ἔπειτα δὲ Θουριμούθ τε τὸν δορυφόρον καὶ τῶν ἑπομένων τινὰς ξύν τε Βιταλίῳ καὶ τοῖς Ἰλλυριοῖς στρατιώταις ἐς Αἰμιλίαν πέμψας, ἐκέλευεν ἀποπειρᾶσθαι τῶν ταύτῃ χωρίων.

贝利萨留便说了这番话。但对敌一方无论哥特人还是罗马人,竟无一人前来归附于他。随后,他派遣侍卫托里穆特与若干从者,同维塔利乌斯及伊利里亚士兵一道进军埃米利亚,命他们夺取该地的据点。

§7.11.12

Βιτάλιος οὖν ξὺν τῷ στρατῷ τούτῳ ἀμφὶ πόλιν Βονώνειαν γενόμενός τινά τε τῶν ἐνταῦθα φρουρίων ὁμολογίᾳ ἑλὼν ἐν Βονωνείᾳ πόλει ἡσύχαζε.

于是维塔利乌斯率这支军队进抵博诺尼亚城一带,通过约定迫降攻克了彼处的若干要塞,安驻在博诺尼亚城内。

§7.11.13

χρόνῳ δὲ οὐ πολλῷ ὕστερον Ἰλλυριοὶ ξύμπαντες, ὅσοι ξὺν αὐτῷ ἐστρατεύοντο, ἐκ τοῦ αἰφνιδίου, κακὸν οὐδὲν οὔτε παθόντες οὔτε ἀκούσαντες, λάθρα ἐνθένδε ἀναχωρήσαντες ἐπ’ οἴκου ἀπεκομίσθησαν.

然而不久之后,所有随他出征的伊利里亚士兵,既未遭受任何伤害亦未听到任何恶言,却突然暗自撤离彼处,返回故里。

§7.11.14

πρέσβεις τε παρὰ βασιλέα πέμψαντες συγγνώμην διδόναι σφίσιν ἐδέοντο, οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι2 συχνὸν σφίσι χρόνον ἐν Ἰταλίᾳ στρατευομένοις τάς τε συντάξεις ὡς ἥκιστα κομιζομένοις χρήματα δὴ πολλὰ τὸ δημόσιον ὤφειλε.

他们派遣使者晋见皇帝,请求宽恕他们,声称他们以此种方式返回家园绝非为了其他原因,而仅仅是因为他们在意大利征战长久,却极少领到军饷,国库欠他们大笔款项。

§7.11.15

στρατεύματος δὲ Οὐννικοῦ τοῖς Ἰλλυριοῖς ἐπισκήψαντος παῖδάς τε καὶ γυναῖκας ἐξηνδραποδίσθαι τετύχηκεν.

此外,恰逢一支匈人军队突袭伊利里亚,他们的子女与妻室沦为了奴隶。

§7.11.16

ἃ δὴ πυθόμενοι καὶ τῶν ἀναγκαίων ἔν γε Ἰταλιώταις σπανίζοντες ἀνεχώρησαν. οἷς δὴ βασιλεὺς τὰ πρῶτα χαλεπήνας, εἶτα συγγνώμων ἐγένετο. Γνοὺς δὲ ὁ Τουτίλας τὴν τῶν Ἰλλυριῶν ἀναχώρησιν στράτευμα ἐπὶ Βονώνειαν ἔπεμψεν, ὡς Βιτάλιον καὶ τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας.3

他们获悉此事,加之在意大利人之中匮乏必需品,遂撤离而去。皇帝初时对此大为震怒,继而予以赦免。托提拉获悉伊利里亚人撤退后,便派遣大军扑向博诺尼亚,意欲将维塔利乌斯及其部下一网打尽。

§7.11.17

ἀλλὰ Βιτάλιός τε καὶ Θουριμοὺθ προλοχίσαντες ἐνέδραις τισὶ τοὺς ἐπιόντας πολλοὺς μὲν διέφθειραν, τοὺς δὲ λοιποὺς ἐς φυγὴν ἔτρεψαν. ἔνθα Ναζάρης, ἀνὴρ λόγιμος, Ἰλλυριὸς γένος, στρατιωτῶν τε τῶν ἐν Ἰλλυριοῖς ἄρχων, ἔργα θαυμαστὰ ἐς τοὺς πολεμίους πάντων μάλιστα ἐπεδείξατο. οὕτω τε ὁ Θουριμοὺθ παρὰ Βελισάριον ἐς Ῥάβενναν ἦλθε.

然而维塔利乌斯与托里穆特预先设伏,歼灭了大量来犯之敌,将其余人击溃逃散。在此役中,一位伊利里亚裔的名士、统领伊利里亚驻军的指挥官纳扎雷斯,在抵御敌人时展现出了最为卓越的勇武。托里穆特遂由此回到拉文纳的贝利萨留处。

§7.11.19

Τότε δὴ Βελισάριος τρεῖς τῶν δορυφόρων τῶν αὑτοῦ, Θουριμούθ τε καὶ Ῥικίλαν καὶ Σαβινιανόν, ἔστειλε ξὺν χιλίοις στρατιώταις ἐς Αὔξιμον πόλιν, Μάγνῳ τε καὶ Ῥωμαίοις ἐνταῦθα πολιορκουμένοις ἐπαμυνοῦντας.

当时,贝利萨留派遣麾下的三名侍卫——托里穆特、里基拉斯与萨比尼亚努斯——率领一千名士兵前往奥克西穆姆城,以增援被围困在那里的马格努斯及罗马守军。

§7.11.20

οἱ δὲ Τουτίλαν τε λαθόντες καὶ τὸ τῶν πολεμίων στρατόπεδον νύκτωρ ἐν Αὐξίμῳ ἐγένοντο, ἐπεκδρομάς τέ τινας ποιεῖσθαι ἐπὶ τοὺς ἐναντίους διενοοῦντο.

他们避开了托提拉与敌军营垒的耳目,在夜间潜入奥克西穆姆,并打算对敌人展开数次出击。

语法注3 条
  1. 7.11.5οὐ γὰρ ὅσον ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι ξυμβήσεται, ἀλλὰ καὶ

    相关句型 οὐχ ὅσον... ἀλλὰ καί 在此意为“不仅……而且”(相当于 οὐ μόνον... ἀλλά)。由 ὅσον 引导的动词不定式短语(ὑμῖν τῶν δυσκόλων ἀπαλλαγῆναι)与 ἀλλὰ καί 之后通过 τε καί 连接的不定式短语(τῆς βασιλέως εἰς ὑμᾶς εὐνοίας ξυνεῖναί τε καὶ ἀπολαύειν)构成并列,后者由谓语动词 προσέσται(“将增添/加给”)统摄。

  2. 7.11.14οὐκ ἄλλου του ἕνεκα εἰς τὰ οἰκεῖα τῷ τρόπῳ τούτῳ ἀφικομένοις ἢ ὅτι

    与格分词 ἀφικομένοις 与前文表示间接宾语的代词 σφίσιν 保持性数格一致。该句的核心结构为限定表达式 οὐκ ἄλλου του ἕνεκα... ἢ ὅτι...(“绝非为了其他原因,而仅仅是因为……”),用以引出对其请求(受 ἐδέοντο 统摄)的抗辩理由。

  3. 7.11.16ὡς Βιτάλιον καὶ τοὺς ξὺν αὐτῷ ἀναρπάσοντας

    连词 ὡς 与将来时分词(宾格复数 ἀναρπάσοντας)连用,构成表示主语托提拉意图或目的的状语从句(“意欲一网打尽/搜捕”)。分词在语法上因依义一致(constructio ad sensum)采用复数宾格,照应前文具有集合意义的单数名词 στράτευμα。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.11.1-7.11.20