← 普罗科皮乌斯

战史

§7.1.16-7.1.32

贝利萨留离任后的混乱与亚历山大的苛敛

文中赞颂了贝利萨留私兵军团的威力与卓越才能,但指出在他被召回后,留守将领因争权牟利导致军队纪律废弛。伊尔迪巴杜斯趁机重整哥特势力,而帝国派来的审计官亚历山大(绰号“剪刀”)更以苛刻荒谬的追查令意大利局势雪上加霜。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.1.16

Ὅσον μὲν οὖν χρόνον τοῦ Ῥωμαίων στρατοῦ ἔν τε Λιβύῃ καὶ Ἰταλίᾳ προὔστη, νικῶν τε διετέλει καὶ τὰ ἐν ποσὶν ἀεὶ κτώμενος.

因此,只要他在利比亚和意大利统领罗马军队,他就始终保持战无不胜,并将眼前之物尽数收入囊中。

§7.1.17

ἐπεὶ δὲ ἐς Βυζάντιον μετάπεμπτος ἦλθεν, ἔτι μᾶλλον ἢ πρότερον αὐτοῦ ἡ ἀρετὴ ἐπὶ πλεῖστον ἐγνώσθη.

然而,当他奉召抵达拜占庭之后,他的卓越才能比以往任何时候都更加受到极高的赏识。

§7.1.18

αὐτός τε γὰρ πάσῃ ἀρετῇ προὔχων καὶ πλούτου μὲν πολλοῦ ἐξουσίᾳ, δυνάμει δὲ ὑπασπιστῶν τε καὶ δορυφόρων τοὺς πώποτε στρατηγοὺς ὑπεραίρων, φοβερός, ὡς τὸ εἰκός, ἄρχουσί τε πᾶσι καὶ στρατιώταις ἐγένετο.

因为他本人在各项美德上皆超群绝伦,凭借巨大的财富权柄以及扈从与卫士的力量,凌驾于历代将领之上,自然而然地成为令所有军官与士兵畏服的人物。

§7.1.19

ἀντιτείνειν τε γὰρ ἐπιτάττοντι, οἶμαι, οὐδεὶς ἐτόλμα, ἐπιτελῆ τε πράσσειν ὅσα ἐπιτάττοι οὐδαμοῦ ἀπηξίουν, τήν τε ἀρετὴν αἰσχυνόμενοι καὶ δεδιότες τὴν δύναμιν.

我想,在他发号施令时,确实无人敢于违抗,对于他所下达的一切指示也绝不敢推诿不从,这既是因为敬服他的品德,也是畏惧他的声威。

§7.1.20

ἑπτακισχιλίους γὰρ ἱππέας ἐκ τῆς οἰκίας παρείχετο· ὧν δὴ ἀπόβλητος μὲν οὐδεὶς ἐγεγόνει, αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολεμίων ἀρίστους ἠξίουν.1

事实上,他仅凭一己府邸便提供了七千名骑兵;在这些人中绝无平庸无能之辈,且每一个人都自认为应当身先士卒立于阵前,向敌方最骁勇之士发起挑战。

§7.1.21

Ῥωμαίων δὲ οἱ πρεσβύτεροι, ἡνίκα πρὸς Γότθων πολιορκούμενοι τὰ ποιούμενα ἐν ταῖς τοῦ πολέμου ξυμβολαῖς ἔβλεπον, ἐν θαύματι μεγάλῳ ποιούμενοι ἀνεφθέγγοντο ὡς οἰκία μία τὴν Θευδερίχου δύναμιν καταλύοι.

当罗马的长者们在被哥特人围困时目睹了战役交锋中所取得的战果,皆惊叹不已地呼喊道,仅凭一个家族的力量便摧毁了狄奥多里克的大势。

§7.1.22

Βελισάριος μὲν οὖν τῷ τε ἀξιώματι καὶ τῇ γνώμῃ, ὥσπερ ἐρρήθη, δυνατὸς γεγονὼς τά τε ξυνοίσοντα τοῖς βασιλέως πράγμασιν ἐβουλεύετο καὶ τὰ δεδογμένα ἔπρασσεν ἀεὶ αὐτονόμῳ γνώμῃ.

贝利萨留如前所述,兼具崇高威望与卓越智慧,凡所筹谋皆以有益于皇帝的事业为念,并始终以独立自主的意志付诸施行。

§7.1.23

οἱ δὲ ἄλλοι ἄρχοντες, ἴσοι μᾶλλον αὐτοὶ πρὸς ἀλλήλους ὄντες καὶ οὐδὲν ὅτι μὴ2 κέρδη οἰκεῖα ἐν νῷ ἔχοντες διαπράσσεσθαι, τούς τε Ῥωμαίους ληΐζεσθαι καὶ τοῖς στρατιώταις ἐνδιδόναι τοὺς κατηκόους ἤδη ἤρξαντο, καὶ οὔτε αὐτοὶ ἐφρόνουν τὰ δέοντα ἔτι οὔτε τοὺς στρατιώτας τῶν παραγγελλομένων ἐπακούοντας εἶχον.

然而其余的将领们彼此之间地位大抵相当,心中除了谋取私利之外别无所求,他们很快便开始劫掠罗马人,并将臣民拱手让与士兵任意勒索,他们自己既不再考虑应尽的职责,也无法令士兵听从号令。

§7.1.24

διὸ δὴ πολλά τε αὐτοῖς ἡμαρτήθη καὶ τὰ πράγματα διεφθάρη Ῥωμαίοις ξύμπαντα ἐν χρόνῳ ὀλίγῳ. ἅπερ ἐγὼ ὅτῳ δὴ τρόπῳ ἐρῶν ἔρχομαι.3

因此,他们犯下了诸多大错,罗马人的全部事业在短时间内便遭彻底毁灭。而这一切究竟是如何发生的,我正要道来。

§7.1.25

Ἐπειδὴ Βελισάριον ἐκ Ῥαβέννης ἀναστάντα ὁδῷ ἰέναι Ἰλδίβαδος ἐπύθετο, τούς τε βαρβάρους ξυνῆγεν ἀμφ’ αὑτὸν ἅπαντας καὶ τῶν Ῥωμαίων στρατιωτῶν ὅσους νεώτερα πράγματα ἤρεσκε.

当伊尔迪巴杜斯获悉贝利萨留已离开拉文纳启程上路时,便将所有蛮族以及贪图变乱的罗马士兵尽数招聚在自己身边。

§7.1.26

καὶ τῆς μὲν ἀρχῆς ὡς μάλιστα ἐπεμελεῖτο, ἀνασώσασθαι δὲ Γότθων τῷ γένει τὸ Ἰταλιωτῶν κράτος ἐν σπουδῇ ἐποιεῖτο.

他极力维持自己的统帅地位,并竭尽全力要为哥特民族夺回对意大利人的统治权。

§7.1.27

κατ’ ἀρχὰς μὲν οὖν οὐ πλέον ἢ χίλιοι αὐτῷ εἵποντο καὶ πόλιν μίαν Τικινὸν εἶχον, κατὰ βραχὺ δὲ προσεχώρησαν αὐτῷ ἅπαντες ὅσοι ἐν τῇ Λιγουρίᾳ καὶ Βενετίαις ἦσαν.

起初,追随他的不过千人,所占据的也仅有蒂基努姆一城,但不久之后,利古里亚和威尼提亚的所有人便都相继归附于他。

§7.1.28

Ἦν δὲ Ἀλέξανδρός τις ἐν Βυζαντίῳ τοῖς δημοσίοις ἐφεστὼς λογισμοῖς· λογοθέτην τὴν τιμὴν ταύτην ἑλληνίζοντες καλοῦσι Ῥωμαῖοι.

在拜占庭有一名叫亚历山大的人,掌管国家公共账目;以希腊语交谈的罗马人将这一官职称为“核账官”。

§7.1.29

οὗτος ἀεὶ τοῖς στρατιώταις τὴν εἰς τὸ δημόσιον ἐπεκάλει ζημίαν. τοιούτων δὲ ἀδικημάτων αὐτοὺς ὑπάγων, αὐτὸς μὲν ἔνδοξος ἐξ ἀδόξων ταχὺ γέγονεν, ἐκ πενήτων ἀτεχνῶς πλούσιος, ἀλλὰ καὶ βασιλεῖ χρήματα μεγάλα, εἴπερ τις ἄλλος, ἐπράξατο, τοὺς δὲ στρατιώτας ὀλίγους τε καὶ πτωχοὺς εἶναι καὶ ὀκνηρῶς εἰς τοὺς κινδύνους ἔχειν αἰτιώτατος ἐγένετο ἀνθρώπων ἁπάντων.

此人总是不停地指控士兵侵吞国库钱粮。通过使他们蒙受此类罪名的审判,他自己很快从无名小卒跃升为名门显贵,由赤贫变为巨富,固然他也比任何人都更擅长为皇帝搜刮巨额钱财,但对于导致士兵人数锐减、陷于贫困且在危险面前畏缩不前,他是所有罪魁祸首中最为关键的一人。

§7.1.30

Βυζάντιοι δὲ αὐτὸν καὶ Ψαλίδιον ἐπίκλησιν ἐκάλουν, ὅτι δὴ αὐτῷ ῥᾴδιον ἦν ἀποτεμνομένῳ κύκλῳ τὸ χρυσοῦν νόμισμα ἔλασσον μὲν αὐτὸ ἐς ὅσον βούλοιτο ἐξεργάζεσθαι,4 φυλάσσειν δὲ καὶ ὣς τὸ κυκλοτερὲς σχῆμα ἐφ’ οὗπερ τὸ πρότερον ἦν.

拜占庭人还送给他一个外号叫作“普萨利迪昂”,因为他极擅长在剪裁金币边缘的同时,随心所欲地将其削减变小,却仍能使其保持原先那样的圆形。

§7.1.31

ψαλίδιον γὰρ τοῦτο καλοῦσι τὸ ὄργανον, ὅτῳ τις τὰ τοιαῦτα ἐργάζεται. τοῦτον βασιλεὺς τὸν Ἀλέξανδρον, ἐπειδὴ Βελισάριον μετεπέμψατο, ἐς Ἰταλίαν πέμπει. ὁ δὲ γεγονὼς ἐν Ῥαβέννῃ λογισμοὺς προὔθηκε λόγον οὐκ ἔχοντας. τοὺς μὲν γὰρ Ἰταλιώτας οὔτε τῶν βασιλέως ἁψαμένους χρημάτων οὔτε τι ἄτοπον εἰς τὸ δημόσιον ὑπουργήσαντας ἐπὶ τὰς εὐθύνας ἐκάλει, τὴν ἐς Θευδέριχον καὶ τοὺς ἄλλους Γότθων ἄρχοντας ἀδικίαν ἐπικαλῶν, ἀναγκάζων τε ἀποτιννύναι, εἴ τι ἐκείνους ἐξαπατήσαντες, ὥσπερ αὐτὸς ἔφασκεν,

因为人们把用于从事此类勾当的器具称为普萨利迪昂。皇帝在召回贝利萨留之后,便将这位亚历山大派往意大利。他一到拉文纳,便提出了一套毫无道理的账目清查。对于既未曾动用皇帝钱财、又未对国库有任何不轨行径的意大利人,他却传唤他们接受审查,指控他们当年曾亏欠狄奥多里克及哥特其他统治者,并强迫他们若曾经欺瞒过那些人——正如他自己所声称的那样——便须如数赔偿。

语法注4 条
  1. 7.1.20αὐτῶν δὲ ἕκαστος πρῶτός τε ἐν τῇ παρατάξει ἑστάναι καὶ προκαλεῖσθαι τοὺς τῶν πολεμίων ἀρίστους ἠξίουν

    此处为主谓语法在意义上的一致(constructio ad sensum)。单数主语 ἕκαστος 搭配了复数谓语动词 ἠξίουν,这是受其修饰的属格代词 αὐτῶν 以及关系词 ὧν 所指代的人数复数概念吸引所致。

  2. 7.1.23οὐδὲν ὅτι μὴ

    固定成语用法,意为“除……之外什么也没有”或“唯独”。ὅτι μὴ 在句中整体相当于排他连词(等同于 εἰ μή),引导其后的宾格成分 κέρδη οἰκεῖα,作为不定词 διαπράσσεσθαι 的宾语。

  3. 7.1.24ὅτῳ δὴ τρόπῳ ἐρῶν ἔρχομαι

    由动词 ἔρχομαι 结合将来时分词 ἐρῶν 构成的迂说法,表示临近未来或作者的叙述意图(“我正打算讲述”,相当于拉丁语中的 dicturus sum)。间接疑问从句 ὅτῳ δὴ τρόπῳ 则充当 ἐρῶν 的宾语从句。

  4. 7.1.30αὐτῷ ῥᾴδιον ἦν ἀποτεμνομένῳ κύκλῳ τὸ χρυσοῦν νόμισμα ἔλασσον μὲν αὐτὸ ἐς ὅσον βούλοιτο ἐξεργάζεσθαι

    无人称构词 ῥᾴδιον ἦν(本是轻而易举的事)后接与格代词 αὐτῷ,现在分词 ἀποτεμνομένῳ(沿边缘剪切)在格上与 αὐτῷ 一致。不定词 ἐξεργάζεσθαι 承担实质主语功能,形容词 ἔλασσον 则作为表示结果的宾补谓词性宾格(“将其做小”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.1.16-7.1.32