- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:7.1.1-7.1.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留平定哥特人后携战俘与财宝返回君士坦丁堡;尽管皇帝未授予他凯旋式,他仍备受民众爱戴,其治军、慷慨、自律与军事才能亦备受称颂。
Οὕτω μὲν Βελισάριος, ἔτι τῶν πραγμάτων ᾐωρημένων,1 ξύν τε Οὐιττίγιδι καὶ Γότθων τοῖς δοκίμοις καὶ τοῖς Ἰλδιβάδου παισὶ τὰ χρήματα πάντα ἐπαγόμενος ἐς Βυζάντιον ἧκε, καί οἱ Ἴλδιγέρ τε καὶ Βαλεριανὸς καὶ Μαρτῖνος ξὺν Ἡρωδιανῷ εἵποντο μόνοι.
就这样,贝利萨留趁着局势仍悬而未决之际,携同维蒂吉斯、哥特贵胄以及伊尔迪巴杜斯的诸子,带着所有财宝回到了拜占庭;而跟随他的仅有伊尔迪格尔、瓦莱里安、马丁和希罗狄安。
βασιλεὺς δὲ Ἰουστινιανὸς Οὐίττιγιν μὲν ξὺν τῇ γυναικὶ ἀσμένως εἶδε, καὶ τῶν βαρβάρων τὸν ὅμιλον κάλλους τε σώματος καὶ μεγέθους πέρι ἐθαύμασε.
查士丁尼皇帝欣然接见了维蒂吉斯及其妻子,并对蛮族人群体魄的健美与伟岸惊叹不已。
τὸν δὲ Θευδερίχου πλοῦτον ἀξιοθέατον ὄντα δεξάμενος ἐν Παλατίῳ τοῖς μὲν ἐκ βουλῆς ἐν παραβύστῳ θέαμα προὔθηκεν, ἐπὶ τῷ ὄγκῳ τῶν πεπραγμένων φιλοτιμούμενος, οὔτε δὲ ἐς τὸν δῆμον ἐξήνεγκεν οὔτε τὸν θρίαμβον Βελισαρίῳ παρέσχετο, ὥσπερ ἡνίκα Γελίμερά τε καὶ Βανδίλους νενικηκὼς ἦλθε.
然而,虽然狄奥多里克那蔚为壮观的财宝被皇帝收下,皇帝也在宫殿中私下向元老院议员们作了展示,并对所成伟业的威势感到自豪,但他既未将其展示于民众之前,也未曾授予贝利萨留凯旋式,这与当年贝利萨留击溃盖利梅尔和汪达尔人凯旋归来时的待遇截然不同。
πᾶσι μέντοι ἐν διηγήμασι Βελισάριος ἦν,2 νίκας τε δύο ἀναδησάμενος, οἵας οὔπω πρότερον ἀνθρώπων οὐδενὶ διαπεπρᾶχθαι ξυνέπεσε, καὶ βασιλεῖς μὲν ἀγαγὼν αἰχμαλώτους ἐς Βυζάντιον δύο, Γιζερίχου δὲ καὶ Θευδερίχου τό τε γένος καὶ τὰ χρήματα λάφυρον Ῥωμαίοις παρὰ δόξαν πεποιημένος, ὧν δὴ ἐπιφανέστερος ἔν γε βαρβάροις οὐδεὶς πώποτε γεγονὼς ἔτυχε, καὶ τὸν μὲν πλοῦτον ἐκ τῶν πολεμίων αὖθις ἐς τὴν πολιτείαν ἀποκομίσας, γῆς τε καὶ θαλάσσης τὴν ἡμίσειαν μάλιστα μοῖραν τῇ βασιλείᾳ ἐν χρόνῳ ὀλίγῳ ἀνασωσάμενος.
尽管如此,贝利萨留仍成了众人谈论的唯一焦点,因为他赢得了以往任何人都未曾取得过的两场大捷:将两位国王俘虏至拜占庭,将盖塞里克与狄奥多里克这两位蛮族中声名最为显赫者的后裔与财富出人意料地沦为罗马人的战利品,将敌方的财富再次收归国库,并在极短时间内为帝国收复了近乎半数的陆地与海洋。
ἦν τε Βυζαντίοις πρὸς ἡδονὴν Βελισάριον ἐπὶ τῆς ἀγορᾶς ἐς ἡμέραν ἑκάστην ἐκ τῆς οἰκίας προϊόντα ἰδεῖν, ἢ ἐς αὐτὴν ἐπανήκοντα, κόρον τε αὐτῶν τοῦ θεάματος τούτου οὐδεὶς ἔλαβε.
对于拜占庭人来说,每天目睹贝利萨留从宅邸走向广场或从广场返回,实为一大乐事,无人对这一景象感到厌倦。
πομπῇ γὰρ αὐτοῦ ἰσχυροτάτῃ ἡ πρόοδος ἐῴκει, ἐπεί οἱ Βανδίλων τε πλῆθος καὶ Γότθων τε καὶ Μαυρουσίων ἀεὶ εἵπετο. ἦν δὲ καὶ τὸ σῶμα καλός τε καὶ μέγας καὶ εὐπρόσωπος πάντων μάλιστα.
因为他的出巡俨如最盛大的仪仗队,身后总是簇拥着成群的汪达尔人、哥特人和摩尔人。而且他本人生得英俊魁梧,容貌在众人中最是出众。
οὕτω δὲ πρᾷόν τε καὶ εὐπρόσοδον παρεῖχεν ἑαυτὸν τοῖς ἐντυγχάνουσιν ὥστε ἀνθρώπῳ πένητί τε λίαν καὶ ἀδόξῳ ἐμφερὴς εἶναι.
同时,他对前来拜见者表现得如此温和亲切,以至于看起来宛如一位极度贫困和毫无声名的人。
Ἔρως δὲ αὐτοῦ τῆς ἀρχῆς πρός τε στρατιωτῶν ἀεὶ καὶ ἀγροίκων ἄμαχός τις ἐγένετο, ὅτι δὴ ἐς μὲν τοὺς στρατιώτας φιλοδωρότατος ἐγεγόνει ἀνθρώπων ἁπάντων· τῶν τε γὰρ ἐν ξυμβολῇ ἠτυχηκότων χρήμασι μεγάλοις παρεμυθεῖτο τὰ πρότερα τραύματα καὶ τοῖς εὐδοκιμήσασι ψέλλιά τε καὶ στρεπτοὺς ἔχειν ἆθλα παρεῖχεν, ἵππου δὲ ἢ τόξου ἢ ἄλλου ὁτουοῦν στρατιώτου ἐν τῇ μάχῃ ἀπολωλότος ἕτερον ἀντ’ αὐτοῦ πρὸς Βελισαρίου αὐτίκα ὑπῆρχεν· ἐς δὲ τοὺς ἀγροίκους ὅτι δὴ τοσαύτῃ φειδοῖ τε καὶ προνοίᾳ ἐχρῆτο ὥστε βιασθῆναι μὲν αὐτοῖς οὐδὲν πώποτε στρατηγοῦντος Βελισαρίου τετύχηκε,3 πλουτεῖν δὲ παρὰ δόξαν ξυνέβαινε πᾶσιν οἷς ἂν αὐτοῦ ἐπιδημοίη στρατιᾶς πλῆθος.
士兵和乡民们对他的统帅始终怀有一种无可比拟的爱戴之情,因为他对士兵是全人类中最慷慨大度的:凡在交战中负伤受挫者,他皆以重金抚恤其先前的创伤;对立有功勋者,则赐予手镯和项圈作为奖赏;若士兵在战斗中损失了战马、弓弩或任何其他物件,贝利萨留便立刻补给另一件以作替代。至于对乡民,他表现出极大的关爱与周全,以至于在贝利萨留统兵期间,乡民们从未遭受过任何强暴,而凡是他那大军驻留之地,众人无不意外地发家致富。
ἀπεδίδοντο γὰρ αὐτοῖς κατὰ γνώμην τὰ ὤνια πάντα. καὶ ἡνίκα μὲν ἀκμάζοι τὰ λήϊα, ἐς τὸ ἀκριβὲς διεφύλασσε μή τινι παριοῦσα ἡ ἵππος λυμήνηται.
因为他们〔乡民〕按照心意把一切商品都卖给他们〔士兵〕;每当庄稼成熟之际,他都严密防范,以免过往的骑兵踩踏损毁。
τῶν δὲ ὡραίων ἐν τοῖς δένδροις ὄντων ἅψασθαι αὐτῶν οὐδενὶ τὸ παράπαν ἐξουσία ἐγίνετο.
而树上结有应季果实之时,任何人也绝无擅自采摘的权力。
καὶ μὴν καὶ σωφροσύνης ὑπερφυῶς μετεποιεῖτο· οὐδὲ γὰρ οὖν οὐδὲ ἄλλης ὅτι μὴ τῆς γεγαμημένης γυναικὸς4 ἥπτετο.
不仅如此,他在节制自持方面更是极具操守;事实上,除明媒正娶的妻子之外,他绝不沾染任何女人。
αἰχμαλώτους οὖν ἔκ τε Βανδίλων καὶ Γότθων ἑλὼν τοσαύτας τε τὸ πλῆθος καὶ τοιαύτας τὰ πρόσωπα, οἵας οὐδείς που ἀνθρώπων εἶδεν, οὔτε οἱ ἐς ὄψιν αὐτῶν τινα ἥκειν οὔτε ἄλλως ἐντυχεῖν εἴασεν.
因此,尽管他从汪达尔人和哥特人中俘获了如此众多、容貌旷古绝伦的女俘,他却既不允许她们中的任何人出现在自己的视线之中,也不允许以任何其他方式与她们相见。
ἦν δὲ πρὸς τοῖς ἄλλοις ἅπασιν ἀγχίνους τε διαφερόντως κἀν τοῖς ἀπόροις ἐπινοῆσαι τὰ βέλτιστα ἱκανώτατος.
除上述种种之外,他更显得分外睿智敏捷,在困境中尤善想出最优策略。
ἐν μέντοι κινδύνοις πολέμου εὔψυχός τε ἦν ξὺν τῷ ἀσφαλεῖ καὶ ξὺν λογισμῷ εὐτολμότατος, ὀξύς τε καὶ μελλητὴς ἐν τῇ ἐπὶ τοὺς πολεμίους ἀεὶ ἐγχειρήσει, κατὰ τὴν χρείαν ἑκάτερον.5 ἄνευ δὲ τούτων ἐν μὲν τοῖς δεινοῖς εὔελπίν τε τὴν διάνοιαν καὶ ταραχῆς παρείχετο κρείσσω, εὐημερῶν δὲ οὔτε ἐπῆρτο οὔτε ἐτρύφα· μεθύοντα γοῦν Βελισάριον οὐδείς ποτε εἶδεν.
然而在战争的危险之中,他勇毅而不失稳重,深谋而不乏果敢,在针对敌人的每一次行动中既能神速又能迟重,二者皆视实际需要而定。除此以外,在危难之中他心存希望且超然于慌乱之上,在顺境之中亦不骄纵奢侈;至少,从未有人见过贝利萨留酩酊大醉的模样。
- 7.1.1ἔτι τῶν πραγμάτων ᾐωρημένων
带有完成时被动分词 ᾐωρημένων(源自 αἰωρέω,字面义为“悬吊、悬置”)的属格绝对结构。在此处用作时间或让步状语,表示局势(τὰ πράγματα)尚处于悬而未决、动荡未稳的状态。
- 7.1.4πᾶσι μέντοι ἐν διηγήμασι Βελισάριος ἦν
述谓惯用句型,意为“贝利萨留存在于所有人的叙述(διηγήμασι)之中”,即“人人都在谈论贝利萨留”。其后并列的一连串分词(ἀναδησάμενος, ἀγαγών, πεποιημένος, ἀποκομίσας, ἀνασωσάμενος)修饰主语 Βελισάριος,详细陈述了他备受赞颂的具体原因与战功。
- 7.1.8βιασθῆναι μὲν αὐτοῖς οὐδὲν πώποτε στρατηγοῦντος Βελισαρίου τετύχηκε
非人称动词 τετύχηκε 搭配被动不定词 βιασθῆναι 以及起主语/内宾作用的代词 οὐδέν 的句式。αὐτοῖς 为不利与格(指代乡民 ἀγροίκους),στρατηγοῦντος Βελισαρίου 为属格绝对结构作时间状语。字面意为“在贝利萨留担任统帅期间,对他们而言未曾发生过任何横遭强暴之事”。
- 7.1.11ἄλλης ὅτι μὴ τῆς γεγαμημένης γυναικὸς
固定成语 ὅτι μή 表示“除了……之外”。前面的 ἄλλης 和后面的 τῆς γεγαμημένης γυναικὸς 均由动词 ἅπτομαι(接触、沾染)所要求的属格支配。
- 7.1.15κατὰ τὴν χρείαν ἑκάτερον
中性单数代词 ἑκάτερον(“二者中的每一个”)呼应前文相反相成的 ὀξύς 与 μελλητής,用作副词性对格或同位语。κατὰ τὴν χρείαν 意为“视需要而定”,整句指“按照具体需要各自采取相应的做法”。
