← 普罗科皮乌斯

战史

§6.30.15-6.30.30

伊尔迪巴德即位与贝利萨留启程回朝

经乌赖阿斯推荐,伊尔迪巴德被拥立为哥特王,但他主张遣使前往贝利萨留处探询其意并劝其即位。贝利萨留因效忠查士丁尼而断然拒绝,随后启程返回拜占庭,战争的第五个年头随之结束。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.30.15

ᾧ δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς οὐδὲν ἀπεικός.1 διὸ δὴ καὶ τὸν ἀγῶνα ξὺν ἐλπίδι ἀμείνονι πρὸς τοὺς ἐναντίους διοίσομεν.”

况且,西哥特人的统治者休迪斯乃是他的叔父,因亲族关系参与战事实在合情合理。因此,我们将能怀抱更美好的希望同敌手抗争到底。”

§6.30.16

Τοσαῦτα καὶ Οὐραΐας εἰπὼν τὰ ξύμφορα Γότθοις ἅπασι λέγειν ἔδοξε. καὶ αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης αὐτίκα μετάπεμπτος ἦλθεν.2

乌赖阿斯言罢,在全体哥特人看来他的建议甚为有利。于是伊尔迪巴德立时应召,从维罗纳赶到他们那里。

§6.30.17

ᾧ δὴ τὴν πορφύραν περιβαλόντες, βασιλέα τε Γότθων ἀνεῖπον καὶ σφίσιν εὖ θέσθαι τὰ παρόντα ἐδέοντο. ὧδε μὲν ἐς τὴν ἀρχὴν Ἰλδίβαδος κατέστη.

他们将紫袍披在他身上,宣布他为哥特人的王,并恳求他妥善整顿眼下的局势。伊尔迪巴德便这样登上了统治宝座。

§6.30.18

ὀλίγῳ δὲ ὕστερον Γότθους ἅπαντας ξυγκαλέσας ἔλεξε τοιάδε· “Ἅπαντας ὑμᾶς, ἄνδρες ξυστρατιῶται, πολλῶν ξυνεπίσταμαι εἶναι πολέμων ἐμπείρους, ὥστε οὔποτε εἰκότως εἰς τὸ πολεμεῖν ἐκ τοῦ εὐθέος χωρήσομεν. ἐμπειρία γὰρ λογισμὸν φέρουσα θρασύνεσθαι ἥκιστα εἴωθεν.

然而不久之后,他召集全体哥特人,陈词如下:“将士们,我深知你们大家都身经百战,因此按理我们绝不会立即诉诸交战。因为经验带来审慎深思,最不习惯于逞一时之勇。

§6.30.19

ἄξιον δὲ ἀναμνησθέντας πάντων ὑμᾶς τῶν πρότερον ξυμπεπτωκότων, οὕτω τανῦν ὑπὲρ τῶν παρόντων βουλεύεσθαι.

你们理当在追忆起以往发生的一切之后,再就眼下的事务进行审议。

§6.30.20

λήθη γὰρ πολλοῖς τισιν ἐπιγενομένη τῶν ἤδη φθασάντων ἐπῆρε μὲν αὐτῶν οὐκ ἐν δέοντι ὑπὸ ἀμαθίας τὰς γνώμας, ἐν δὲ τοῖς μεγίστοις ἱκανῶς ἔσφηλεν. Οὐίττιγις τοίνυν οὐκ ἀκόντων γε οὐδὲ ἀντιτεινόντων ὑμῶν ἐς τῶν πολεμίων αὑτὸν καθῆκε τὰς χεῖρας, ἀλλ’ ἀπειπόντες τότε πρὸς τὰ τῆς τύχης ἐναντιώματα ξυμφορώτατον ἡμῖν αὐτοῖς ἡγήσασθε εἶναι Βελισαρίῳ οἴκοι καθήμενοι ἐπακούειν μᾶλλον ἢ τοῖς σώμασι διακινδυνεύειν ἀπέραντα.

因为对既往之事的遗忘若降临于众人,往往会因无知而使他们的心智产生不切实际的傲慢,并在最重大的关头导致惨痛的挫败。维蒂吉斯当年绝非违背你们的意愿或在你们的抗拒之下将自身交付敌手的;相反,你们当时在命运的逆境面前退却,自认为安坐家中顺从贝利萨留,总好过以血肉之躯去冒无休止的险。

§6.30.22

νῦν μέντοι αὐτὸν ἀκηκοότες ἐς Βυζάντιον στέλλεσθαι, νεωτέροις πράγμασιν ἐγχειρεῖν ἔγνωτε. καίτοι ἐχρῆν ἐκλογίζεσθαι ὑμῶν ἕκαστον ὡς οὐχ ἅπαντα τοῖς ἀνθρώποις ᾗ δοκεῖ γίγνεται, ἀλλὰ τῶν δεδογμένων παρὰ δόξαν πολλάκις ἡ τῶν πραγμάτων ἀπόβασις ἀπ’ ἐναντίας ἐχώρησε.

然而如今,你们听闻他正启程前往拜占庭,便决意发起政变。然而你们每个人本应深思:世间之事并非全然如人所愿,事态的结局往往与既定的决议大相径庭、出人意料。

§6.30.23

τύχη γὰρ καὶ μετάμελος τὰ πολλὰ κατορθοῦν ἐκ τοῦ ἀπροσδοκήτου πεφύκασιν· ὅπερ καὶ νῦν Βελισαρίῳ ξυμβήσεσθαι οὐδὲν ἀπεικός.

因为命运与悔悟生来便往往能出人意料地扭转局势;而这种事如今发生在贝利萨留身上,绝非不可能。

§6.30.24

ἄμεινον τοίνυν πυθέσθαι μὲν αὐτοῦ πρότερον, πειρᾶσθαι δὲ ἀντικαθιστάναι τὸν ἄνθρωπον ἐπὶ τὰ πρώην ξυγκείμενα, οὕτω τε ὑμᾶς ἐπὶ τῶν πράξεων τὰ δεύτερα ἰέναι.”

因此,更明智的做法是先去探询他的意图,设法促使此人回归先前达成的协议,然后你们再去采取后续的行动。”

§6.30.25

Ταῦτα Ἰλδίβαδος εἰπὼν εὖ τε βεβουλεῦσθαι Γότθοις ἔδοξε καὶ πρέσβεις ἐς Ῥάβενναν κατὰ τάχος ἔπεμψεν. οἳ δὴ Βελισαρίῳ ἐς ὄψιν ἐλθόντες τῶν τε ξυγκειμένων σφίσιν ὑπέμνησαν καὶ ἅτε διαλυτὴν τῶν ὡμολογημένων ἐκάκιζον, αὐθαίρετον μὲν ἀποκαλοῦντες ἀνδράποδον, ὀνειδίζοντες δὲ ὅτι δὴ οὐκ ἐρυθριῴη πρὸ τῆς βασιλείας τὴν δουλείαν αἱρούμενος, ἄλλα τε τοιαῦτα πολλὰ λέγοντες ἐπὶ τὴν ἀρχὴν παρεκάλουν.

伊尔迪巴德这番话在哥特人看来极有见地,于是他火速派遣使节前往拉文纳。使节们觐见贝利萨留后,提醒他双方原先的盟约,并谴责他为背信弃义之人,斥责他是自甘堕落的奴隶,责备他何以舍弃王权而选择奴役却不知羞耻;他们说了许多诸如此类的话,敦促他登上大位。

§6.30.26

οὕτω γὰρ καὶ Ἰλδίβαδον ἐθελούσιον ἀφίξεσθαι ἰσχυρίζοντο, τήν τε πορφυρίδα καταθησόμενον ἐς τοὺς αὐτοῦ πόδας καὶ βασιλέα Βελισάριον Γότθων τε καὶ Ἰταλιωτῶν προσκυνήσοντα.

因为他们坚称,若能如此,伊尔迪巴德也会自愿前来,将紫袍弃置于他的脚下,并尊崇贝利萨留为哥特人与意大利人的君王而行跪拜礼。

§6.30.27

οἱ μὲν πρέσβεις ταῦτα ἔλεγον, οἰόμενοι τὸν ἄνδρα τὸ τῆς βασιλείας ὄνομα οὐδὲν μελλήσαντα ἐπισπάσασθαι αὐτίκα δὴ μάλα.

使节们之所以如此陈说,是料想此人会毫不迟疑地立即将君王的名号据为己有。

§6.30.28

ὁ δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν,3 ὡς οὐκ ἄν ποτε ζῶντος Ἰουστινιανοῦ βασιλέως Βελισάριος ἐπιβατεύοι τοῦ τῆς βασιλείας ὀνόματος.

然而出乎他们的意料,他毅然予以拒绝,声明只要查士丁尼皇帝在世,贝利萨留就绝不会染指王号。

§6.30.29

καὶ οἱ μὲν ταῦτα ἀκούσαντες ἀπηλλάσσοντό τε ὡς τάχιστα καὶ Ἰλδιβάδῳ τὸν πάντα λόγον ἀπήγγελλον.

使节们听闻此言,便以最快速度离去,将全盘话语回报给伊尔迪巴德。

§6.30.30

Βελισάριος δὲ τὴν ἐπὶ τὸ Βυζάντιον ᾔει καὶ ὁ χειμὼν ἔληγε, καὶ τὸ πέμπτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

贝利萨留随后踏上了前往拜占庭的归途,冬季遂告终结,由普罗科匹厄斯所著的这场战争的第五个年头也至此结束。

语法注3 条
  1. 6.30.15ᾧ δὴ καὶ Θεῦδιν θεῖόν γε ὄντα τὸν τῶν Οὐισιγότθων ἡγούμενον ξυνάρασθαι τοῦ πολέμου διὰ τὸ ξυγγενὲς οὐδὲν ἀπεικός.

    与格关系代名词 ᾧ 指向前文的 Ἰλδίβαδον,受不定式 ξυνάρασθαι 支配(ξυναίρομαί τινι τοῦ πολέμου“在战事中协助某人”,同时兼顾 θεῖόν γε ὄντα)。主句谓语为非人称表语 οὐδὲν ἀπεικός [ἐστι],不定式短语 ᾧ ... Θεῦδιν ... ξυνάρασθαι(带宾格的不定式)构成句子的真正主语。

  2. 6.30.16αὐτοῖς Ἰλδίβαδος ἐκ Βερώνης αὐτίκα μετάπεμπτος ἦλθεν.

    代词与格 αὐτοῖς 修饰动词 ἦλθεν,表示方向或利益关涉('来到他们那里')。动词形容词 μετάπεμπτος 作状语谓语,意为'应召而来'或'被召唤而来'。

  3. 6.30.28ὁ δὲ οὐ προσδεχομένοις αὐτοῖς ἄντικρυς ἀπεῖπεν

    οὐ προσδεχομένοις αὐτοῖς 为依赖于动词 ἀπεῖπεν 的关涉与格(不利益与格),具有'出乎他们意料地对他们……'的修饰功能,表示该拒绝违背了使节原先的期望。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.30.15-6.30.30