- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.9.1-6.9.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
哥特人企图通过引水渠潜入、趁午餐时突击平西亚门以及用安眠药麻醉台伯河畔守军以夺取城池,但这些企图均因罗马人的警戒与内应的告密而破产。
Γότθοι τε οὐ πολλῷ ὕστερον ἐς Ῥώμης τὸν περίβολον κακουργεῖν ἤθελον. καὶ πρῶτα μέν τινας ἐς τῶν ὀχετῶν ἕνα νύκτωρ καθῆκαν, ὧν αὐτοὶ τὸ ὕδωρ κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀφῄρηντο.
此后不久,哥特人企图破坏罗马的城垣。首先,他们趁夜间派遣数人下入一条引水渠中,在这场战争之初,他们自己曾切断了其中的水源。
οἱ δὲ λύχνα τε καὶ δᾷδας ἐν χερσὶν ἔχοντες ἀπεπειρῶντο τῆς ἐς τὴν πόλιν ἐνθένδε εἰσόδου. ἔτυχε δέ τινα διώρυχα οὐ μακρὰν Πιγκιανῆς πυλίδος τοῦ ὀχετοῦ τούτου κύρτωμα ἔχον,1 ὅθεν δὴ τῶν τις φυλάκων τὸ πῦρ κατιδὼν τοῖς ξυμφυλάσσουσιν ἔφρασεν· οἱ δὲ λύκον αὐτοῦ παριόντα ἰδεῖν ἔφασαν.
这些人手持灯盏与火把,企图由此进入城内。恰好在离平西亚小门不远处,这条引水渠的一个拱顶处有一道通气孔,正巧一名卫兵从那里察觉到了火光,便告知了同守的卫兵;但他们声称看到的不过是一只路过的狼。
ταύτῃ γὰρ τὴν γῆν οὐχ ὑπερέχειν τὴν τοῦ ὀχετοῦ οἰκοδομίαν ξυνέβαινε, πυρὶ δὲ εἰκάζεσθαι τοὺς τοῦ λύκου ὀφθαλμοὺς ᾤοντο.
因为在此处,引水渠的砖石结构并未高出地面,他们以为是将狼的眼睛误看作了火光。
τῶν μὲν οὖν βαρβάρων ὅσοι τοῦ ὀχετοῦ ἀπεπειράσαντο, ἐπειδὴ ἐν μέσῃ πόλει ἐγένοντο, ἔνθα δὴ ἄνοδός τις ἦν ἐκ παλαιοῦ ἐς αὐτό που τὸ Παλάτιον φέρουσα, οἰκοδομίᾳ τινὶ ἐνταῦθα ἐνέτυχον οὔτε πρόσω ἰέναι τὸ λοιπὸν συγχωρούσῃ οὔτε τῇ ἀναβάσει τὸ παράπαν χρῆσθαι.
进入引水渠探查的蛮族人抵达城中心、也就是自古有一条通路通往皇宫本部的地方时,在那里遭遇了一堵石墙,使他们既无法继续前行,也全然不能利用那条向上的通道。
ταύτην δὲ τὴν οἰκοδομίαν Βελισάριος προμηθείᾳ τινὶ κατ’ ἀρχὰς τῆσδε τῆς πολιορκίας πεποίηται, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις δεδήλωται.
这堵石墙是贝利撒留出于某种先见之明,在这次围城之初便已命人筑造的,正如我在前文所述。
λίθον οὖν ἕνα βραχὺν ἐνθένδε ἀφελόντες ὀπίσω τε ἀναστρέφειν εὐθὺς ἔγνωσαν καὶ παρὰ τὸν Οὐίττιγιν ἐπανήκοντες τόν τε λίθον ἐνδεικνύμενοι πάντα ἀπήγγελλον.
于是,他们从墙上撬下了一块小石块,决定立即原路折返;回到维提吉斯处后,他们出示了那块石块并报告了全部情况。
καὶ ὁ μὲν τὰ τῆς ἐπιβουλῆς ἅμα τοῖς Γότθων ἀρίστοις ἐν βουλῇ εἶχε, Ῥωμαίων δὲ ὅσοι φρουρὰν ἀμφὶ πυλίδα Πιγκιανὴν εἶχον, μνήμην τῆς τοῦ λύκου ὑποψίας ἐν σφίσιν αὐτοῖς ἐποιοῦντο τῇ ὑστεραίᾳ.
当维提吉斯正与哥特贵族们共谋这一密谋时,在平西亚小门周围把守的罗马人次日彼此间谈论起关于狼的疑虑。
ἐπεὶ δὲ ὁ λόγος περιφερόμενος ἐς Βελισάριον ἦλθεν, οὐ παρέργως ὁ στρατηγὸς τὸ πρᾶγμα ἤκουσεν, ἀλλ’ ἄνδρας τε αὐτίκα τῶν ἐν τῷ στρατοπέδῳ δοκίμων ξὺν Διογένει τῷ δορυφόρῳ ἐς τὸν ὀχετὸν καθῆκε καὶ διερευνήσασθαι ἅπαντα ξὺν πολλῷ τάχει ἐκέλευσεν.
这一消息传开并传入贝利撒留耳中后,这位主帅并未等闲视之,而是立即派遣军营中精选的将士同侍卫狄奥根尼斯一同下入引水渠,命令他们迅速彻底查明一切。
οἱ δὲ τὰ λύχνα τῶν πολεμίων καὶ τῶν δᾴδων ὅσα διερρυήκει πανταχοῦ τοῦ ὀχετοῦ εὗρον, καὶ τὴν οἰκοδομίαν ᾗ ὁ λίθος πρὸς τῶν Γότθων ἀφῄρητο κατανενοηκότες Βελισαρίῳ ἀπήγγελλον.
他们在整条引水渠中发现了敌人的灯盏以及散落的火把残余,并查明了石块被哥特人拆除的石墙部位,随即便向贝利撒留作了汇报。
διὸ δὴ αὐτός τε τὸν ὀχετὸν ἐν μεγάλῃ φυλακῇ ἔσχε καὶ οἱ Γότθοι αἰσθόμενοι ταύτης δὴ τῆς πείρας ἀπέσχοντο.
因此贝利撒留亲自对该引水渠严加防守,而哥特人察觉之后便放弃了这一企图。
Ἔπειτα δὲ καὶ ἐκ τοῦ ἐμφανοῦς ἔφοδον κατὰ τοῦ περιβόλου ἐμηχανῶντο οἱ βάρβαροι. τηρήσαντες οὖν τὸν τοῦ ἀρίστου καιρὸν κλίμακάς τε καὶ πῦρ ἐπαγόμενοι, ἥκιστα τῶν πολεμίων προσδεχομένων, ἐπὶ πυλίδα Πιγκιανὴν ᾔεσαν, ἐλπίδι θαρροῦντες ἐξ ἐπιδρομῆς τὴν πόλιν αἱρήσειν, ἅτε οὐ πολλῶν στρατιωτῶν ἐνταῦθα λειφθέντων.
随后,蛮族人又公然谋划对城垣发起冲击。他们窥伺到了午餐的时机,携带梯子和火种,在敌人最意想不到的时刻向平西亚小门进发,满怀借突袭一举攻破城市的期望,因为当时留在该处的兵士寥寥无几。
ἔτυχε δὲ Ἰλδίγερ τηνικαῦτα ξὺν τοῖς ἑπομένοις φυλακὴν ἔχων· ἕκαστοι γὰρ ἐκ περιτροπῆς ἐς τὴν φρουρὰν ἐτετάχατο.
当时碰巧由伊尔迪格率其部属把守该处;因为各队本就是轮流值守的。
ἐπεὶ οὖν εἶδε προσιόντας οὐκ ἐν τάξει τοὺς πολεμίους, ἀπήντησέ τε οὐ ξυντεταγμένοις ἐς παράταξιν, ἀλλὰ ξὺν πολλῇ ἀκοσμίᾳ ἰοῦσι, καὶ τοὺς κατ’ αὐτὸν οὐδενὶ πόνῳ τρεψάμενος συχνοὺς ἔκτεινε.
当他看到敌人阵列不整地逼近时,便迎击这些并未结成战斗队形、而是极其混乱地前行的敌人,毫不费力地击溃了当面之敌并斩杀多人。
κραυγῆς δὲ μεγάλης καὶ ταραχῆς ἀνὰ τὴν πόλιν, ὡς τὸ εἰκός, γεγενημένης Ῥωμαῖοί τε ὡς τάχιστα πανταχόσε τοῦ περιβόλου ξυνέρρεον καὶ οἱ βάρβαροι ἄπρακτοι ἐς τὰ στρατόπεδα οὐκ ἐς μακρὰν ἐχώρησαν.
城内自然爆发了巨大的呐喊与骚动,罗马人以最快的速度汇集到城墙各处,蛮族人无功而返,不久便退回了营地。
Οὐίττιγις δὲ αὖθις ἐς ἐπιβουλὴν τοῦ περιβόλου καθίστατο. καί, ἦν γάρ τις αὐτῷ ἐπιμαχωτάτη μάλιστα μοῖρα, ᾗ τοῦ Τιβέριδος ἡ ὄχθη ἐστίν, ἐπεὶ ταύτῃ οἱ πάλαι Ῥωμαῖοι θαρσοῦντες τοῦ ὕδατος τῷ ὀχυρώματι τὸ τεῖχος ἀπημελημένως ἐδείμαντο, βραχύ τε αὐτὸ καὶ πύργων ἔρημον παντάπασι ποιησάμενοι, ῥᾷον ἐνθένδε ἤλπιζε τὴν πόλιν αἱρήσειν. οὐδὲ γὰρ οὐδέ τι φυλακτήριον λόγου ἄξιον ἐνταῦθα τετύχηκεν εἶναι.
维提吉斯随后再次对城垣设下阴谋。城垣在临台伯河岸处有一段最为易攻的部分;因为往昔的罗马人依恃河水的险阻,修筑城墙时颇为草率,既建得低矮,又全然没有修筑塔楼,维提吉斯便希望由此能更容易地夺取城市。因为在那里碰巧确实没有任何值得一提的防御哨所。
δύο οὖν Ῥωμαίους ἀμφὶ τὸν Πέτρου τοῦ ἀποστόλου νεὼν ᾠκημένους χρήμασιν ἀναπείθει οἴνου ἀσκὸν ἔχοντας παρὰ τοὺς ἐκείνῃ φρουροὺς ἰέναι περὶ λύχνων ἁφάς, καὶ αὐτοῖς τὸν οἶνον τρόπῳ ὅτῳ δὴ φιλοφροσύνην ἐνδεικνυμένους χαρίζεσθαι, εἶτα ξὺν αὐτοῖς πόρρω τῶν νυκτῶν καθημένους πίνειν, ἑκάστῳ τε ἐς τὴν κύλικα ὑπνωτικὸν ἐμβαλεῖν φάρμακον ὅπερ σφίσιν αὐτὸς ἐδεδώκει.
于是,他用金钱收买了居住在使徒彼得教堂周围的两个罗马人,命他们在掌灯时分带着一皮囊酒前往那里的守兵处,以某种借口表现出友善并赠送美酒,随后与他们同坐对饮直至深夜,并在每个人的酒杯中投入他亲手交给他们的安眠药物。
ἀκάτους δὲ λάθρα ἐν τῇ ἑτέρᾳ ὄχθῃ ἐν παρασκευῇ ποιησάμενος εἶχεν, αἷς δὴ τῶν βαρβάρων τινάς, ἐπειδὰν τάχιστα οἱ φύλακες ὕπνῳ ἔχοιντο, ξὺν κλίμαξιν ἐκ σημείου ἑνὸς τὸν ποταμὸν διαβαίνοντας τὴν ἐπίθεσιν τῷ περιβόλῳ ποιήσασθαι.2
与此同时,他暗中在对岸准备好了小艇,以便守兵一旦被睡意侵袭,一部分蛮族人便能闻信号携带梯子横渡河流,对城垣发起袭击。
τό τε στράτευμα ἐς τοῦτο ἡτοίμαζεν ὅλον, ὅπως ἅπασα κατὰ κράτος ἡ πόλις ἁλῴη.
他令全军为此做好准备,以便以武力攻克整座城市。
τούτων δὲ οὕτω ξυγκειμένων σφίσι; τοῖν ἀνδροῖν ἅτερος τοῖν Οὐιττίγιδι ἐς ταύτην δὴ παρεσκευασμένοιν τὴν ὑπουργίαν3 (οὐ γὰρ ἔδει Ῥωμαίους τούτῳ τῷ Γότθων στρατοπέδῳ ἁλῶναι) αὐτεπάγγελτος ἐλθὼν Βελισαρίῳ τε ἅπαντα φράζει καὶ τὸν ἕτερον ἐνδείκνυσιν.
当他们将此密谋商定妥当之时,为维提吉斯效力的这两名男子中的一人(因为命中注定罗马人决不会沦陷于这支哥特军队),主动前来向贝利撒留告发了一切,并指证了另一人。
ὃς δὴ αἰκιζόμενος ἐς φῶς τε ἅπαντα ἤνεγκεν ὅσα δρᾶν ἔμελλε καὶ τὸ φάρμακον ἐπεδείκνυεν ὅπερ Οὐίττιγις αὐτῷ ἐδεδώκει.
另一人在受严刑拷问之下,将所有企图全盘招供,并出示了维提吉斯交给他的药物。
καὶ αὐτοῦ Βελισάριος τήν τε ῥῖνα καὶ τὰ ὦτα λωβησάμενος ἐς τῶν πολεμίων τὸ χαράκωμα ὄνῳ ὀχούμενον ἔπεμψε.
贝利撒留割掉了他的鼻子和耳朵以示惩戒,并将他驮在驴背上送往敌营。
καὶ κατιδόντες αὐτὸν οἱ βάρβαροι ἔγνωσαν ὡς ὁ θεὸς οὐκ ἐῴη σφῶν τὰ βουλεύματα ὁδῷ ἰέναι, καὶ δι’ αὐτὸ οὐκ ἄν ποτε ἡ πόλις σφίσιν ἁλώσιμος εἴη.
蛮族人见到他后,明白神并不允许他们的计谋得逞,并因此深知这座城市他们绝不可能攻取。
- 6.9.2ἔτυχε δέ τινα διώρυχα οὐ μακρὰν Πιγκιανῆς πυλίδος τοῦ ὀχετοῦ τούτου κύρτωμα ἔχον
ἔτυχε 的主语是中性名词 κύρτωμα(拱券/拱顶结构),它与中性单数主格分词 ἔχον 一致,构成“某拱券结构碰巧具有……”的句式。宾格短语 τινα διώρυχα(一道通气道/竖井)作分词 ἔχον 的直接宾语。这并非以 διώρυχα 为主语的语法脱节,而是 τυγχάνω 带主格分词的正规人称句式。
- 6.9.18αἷς δὴ τῶν βαρβάρων τινάς, ἐπειδὰν τάχιστα οἱ φύλακες ὕπνῳ ἔχοιντο, ξὺν κλίμαξιν ἐκ σημείου ἑνὸς τὸν ποταμὸν διαβαίνοντας τὴν ἐπίθεσιν τῷ περιβόλῳ ποιήσασθαι
在由关系代词 αἷς(凭借这些小艇)引导的关系从句中,不定式 ποιήσασθαι 带有其逻辑主语宾格短语 τῶν βαρβάρων τινὰς ... διαβαίνοντας。由于承接主句中 ἐν παρασκευῇ ποιησάμενος εἶχεν(备妥以待……)所包含的意图与准备意味,此处未借助 ὥστε 或 ἵνα,而是直接采用“宾格加不定式”结构来表达目的或预期的结果(“使蛮族的一部分人渡河对城垣发起突袭”)。
- 6.9.20τοῖν ἀνδροῖν ἅτερος τοῖν Οὐιττίγιδι ἐς ταύτην δὴ παρεσκευασμένοιν τὴν ὑπουργίαν
此处使用了双数属格 τοῖν ἀνδροῖν 及其修饰分词 τοῖν ... παρεσκευασμένοιν 指代受雇的两人,其后接单数主语 ἅτερος(两者中的一人),谓语动词 φράζει 与 ἐνδείκνυσιν 亦随 ἅτερος 采用单数形式。这是古典希腊语中部分属格为双数而主语为单数选择代词的标准一致搭配。
