← 普罗科皮乌斯

战史

§6.8.1-6.8.18

争夺宝剑与君士坦丁被处决

围绕从拉文纳逃来的普雷西迪乌斯所持宝剑,君士坦丁与贝利撒留爆发冲突。君士坦丁拒绝归还并企图刺杀贝利撒留,最终被制伏并处决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.8.1

Ταῦτα μὲν δὴ ὧδέ πη εἶχε. τῆς δὲ τύχης ὁ φθόνος ᾤδαινεν ἤδη ἐπὶ Ῥωμαίους, ἐπεὶ τὰ πράγματα εὖ τε καὶ καλῶς σφίσιν ἐπίπροσθεν προϊόντα ἑώρα, κακῷ τε κεραννύναι τινὶ ταῦτα ἐθέλουσα,1 ἔριν ἐξ οὐδεμιᾶς αἰτίας λόγου ἀξίας ἐπενόει Βελισαρίῳ τε καὶ Κωνσταντίνῳ, ἣ ὅπως τε ἔφυ καὶ ἐς ὅ τι ἐτελεύτησεν, ἐρῶν ἔρχομαι.

局势大致如此。然而命运的嫉恨已开始在罗马人身上膨胀,因为她看到他们的事业正顺利美好地向前推进;她一心想在其中掺杂进某种不幸,便在贝利撒留与君士坦丁之间策划了一场毫无正当缘由的争端。此事如何发生又如何收场,我将细细道来。

§6.8.2

Πρεσίδιος ἦν τις, ἀνὴρ Ῥωμαῖος, ᾠκημένος μὲν ἐπὶ Ῥαβέννης, ὢν δὲ οὐκ ἀφανής. οὗτος ὁ Πρεσίδιος, ὅτι δὴ Γότθοις προσκεκρουκώς, ἡνίκα Οὐίττιγις ἐπὶ Ῥώμην στρατεύειν ἔμελλε, ξὺν ὀλίγοις τισὶ τῶν οἰκετῶν ἐπὶ κυνηγέσιον δῆθεν τῷ λόγῳ στελλόμενος φεύγει, οὔτε τῳ τὴν βουλὴν κοινωσάμενος οὔτε τι τῶν χρημάτων ξὺν αὑτῷ ἔχων, πλήν γε δὴ ὅτι ξιφίδια δύο αὐτὸς ἔφερεν, ὧν τὼ κουλεὼ χρυσῷ τε πολλῷ καὶ λίθοις ἐντίμοις κεκαλλωπισμένω ἐτυχέτην. καὶ ἐπειδὴ ἐν Σπολιτίῳ ἐγένετο, ἐς νεών τινα ἔξω τοῦ περιβόλου κατέλυσεν.

有一位名叫普雷西迪乌斯的罗马人,定居在拉文纳,颇具声望。当维提吉斯准备进军罗马时,这位普雷西迪乌斯因得罪了哥特人,便借打猎为名,仅带少数家仆仓促出逃。他既未向任何人吐露计划,随身也未携带任何资产,唯独携带着两柄短剑,其刀鞘恰好饰有大量黄金与珍贵宝石。当他抵达斯波莱蒂乌姆时,便寄宿于城垣外的一座教堂中。

§6.8.3

ὃ δὴ Κωνσταντῖνος ἀκούσας ʽἐτύγχανε γὰρ ἔτι ἐνταῦθα διατριβὴν ἔχων̓,τῶν τινα ὑπασπιστῶν Μαξεντίολον πέμψας ἄμφω ἀφαιρεῖται λόγῳ οὐδενὶ τὼ ἀκινάκα.

君士坦丁听闻此事(他当时碰巧仍驻留在当地),便派遣自己的一名扈从马克森提奥卢斯,毫无缘由地强夺了这两把弯刀。

§6.8.4

περιαλγὴς δὲ γεγονὼς τοῖς ξυμπεσοῦσιν ὁ ἄνθρωπος ἐς Ῥώμην ὅτι τάχιστα παρὰ Βελισάριον στέλλεται, οὗ δὴ οὐκ εἰς μακρὰν καὶ Κωνσταντῖνος ἀφίκετο· ἤδη γὰρ ὁ τῶν Γότθων στρατὸς οὐκ ἄποθεν εἶναι ἠγγέλλετο.

此人因这一横祸悲痛欲绝,便以最快的速度赶往罗马投奔贝利撒留;未过多久,君士坦丁也抵达了那里,因为当时已有报告称哥特军已相距不远。

§6.8.5

ἕως μὲν οὖν ἔν τε θορύβῳ καὶ κινδύνῳ Ῥωμαίοις καθειστήκει τὰ πράγματα, σιωπῇ ὁ Πρεσίδιος ἔμενεν· ὡς δὲ τά τε Ῥωμαίων καθυπέρτερα εἶδε καὶ Γότθων πρέσβεις παρὰ βασιλέα σταλέντας, καθάπερ μοι ἔμπροσθεν εἴρηται, Βελισαρίῳ συχνὰ προσιὼν τήν τε ἀδικίαν ἀπήγγελλε καί οἱ τὰ δίκαια βοηθεῖν ἠξίου.

因此,只要罗马人的局势尚处于骚乱与危难之中,普雷西迪乌斯便保持隐忍;但当他看到罗马军队占据上风,且如我前文所述哥特使节已遣往皇帝处时,他便频繁面见贝利撒留,控诉自己所受的侵害,并请求主持公道以予相助。

§6.8.6

ὁ δὲ Κωνσταντίνῳ πολλὰ μὲν αὐτός, πολλὰ δὲ δι’ ἑτέρων μεμφόμενος, παρῄνει ἔργου τε ἀδίκου καὶ δόξης αἰσχρᾶς ἀπαλλάσσεσθαι.

贝利撒留本人多次指责君士坦丁,也屡次通过旁人间接规劝,劝他摆脱这件不义之举与可耻的名声。

§6.8.7

ἀλλὰ Κωνσταντῖνος ʽχρῆν γάρ οἱ γενέσθαι κακῶσ̓ τούς τε λόγους ἀεὶ ἐρεσχελῶν διεκρούετο καὶ τὸν ἠδικημένον ἐτώθαζε.

然而君士坦丁(因为厄运注定要降临在他头上)总是以戏谑的言辞加以搪塞,并嘲弄受害者。

§6.8.8

Βελισαρίῳ δέ ποτε, ἵππῳ ἐν τῇ ἀγορᾷ ὀχουμένῳ, ἐντυχὼν ὁ Πρεσίδιος τοῦ τε χαλινοῦ τοῦ ἵππου ἐλάβετο καὶ μέγα ἀναβοῶν ἠρώτα εἰ ταῦτα λέγουσιν οἱ βασιλέως νόμοι, ἵνα ἐπειδάν τις τοὺς βαρβάρους φυγὼν ἱκέτης ἐς αὐτοὺς ἵκοιτο, οἵδε ἀφέλωνται βίᾳ ὅσα ἂν τύχῃ ἐν χερσὶν ἔχων.

有一次,普雷西迪乌斯在广场上遇见骑马巡行的贝利撒留,便一把抓住马辔,高声呼喊着质问:难道皇帝的法令竟规定,凡逃离蛮族前来投靠他们充当请愿者的人,这些人便可以强夺其手中所持的一切财物吗?

§6.8.9

πολλῶν δὲ περιεστηκότων ἀνθρώπων καὶ τοῦ χαλινοῦ ξὺν ἀπειλῇ κελευόντων μεθίεσθαι, οὐ πρότερον ἀφῆκε, πρὶν δὴ αὐτῷ ὑπέσχετο Βελισάριος τὰ ξιφίδια δώσειν.

周围围观的众人纷纷以威胁之语命令他放开缰绳,但他坚决不松手,直到贝利撒留亲口答应归还其短剑为止。

§6.8.10

τῇ οὖν ὑστεραίᾳ Κωνσταντῖνόν τε καὶ τῶν ἀρχόντων πολλοὺς ἐς οἰκίσκον τινὰ ξυγκαλέσας Βελισάριος ἐν Παλατίῳ, τῶν μὲν τῇ προτεραίᾳ ξυμπεπτωκότων ὑπέμνησε, παρῄνει δὲ ὀψὲ γοῦν τοῦ χρόνου τοὺς ἀκινάκας ἀποδιδόναι.

于是次日,贝利撒留在宫殿的一间房室中召集了君士坦丁与诸位将领,重提昨日发生的事端,劝他即便为时已晚,也应交还这些弯刀。

§6.8.11

ὁ δὲ οὐκ ἔφη δώσειν· ἥδιον γὰρ ἂν αὐτοὺς ἐς τοῦ Τιβέριδος τὸ ὕδωρ ἐμβάλλοι ἢ τῷ Πρεσιδίῳ διδοίη.

但君士坦丁声称决不归还,因为他宁愿将短剑扔进台伯河水中,也决不交给普雷西迪乌斯。

§6.8.12

θυμῷ τε ἤδη ἐχόμενος Βελισάριος ἐπυνθάνετο εἰ οὐκ οἴοιτο Κωνσταντῖνος πρὸς αὐτοῦ ἄρχεσθαι. καὶ αὐτὸς τὰ μὲν ἄλλα οἱ ὡμολόγει ἅπαντα πείσεσθαι· βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι·2 τόδε μέντοι, ὃ ἐν τῷ παρόντι ἐπιτάττοι, οὐ μήποτε δράσειν.

贝利撒留已按捺不住怒火,质问君士坦丁是否自以为不受其统领。君士坦丁承认在所有其余事务上皆服从其命令,因为这也是皇帝的心愿;然而眼下所吩咐的这件事情,他决不会执行。

§6.8.13

Βελισάριος μὲν οὖν εἰσιέναι τοὺς δορυφόρους ἐκέλευε, Κωνσταντῖνος δὲ “Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν,”3 ἔφη. “Οὐδαμῶς γε,” ὁ Βελισάριος εἶπεν, “ἀλλ’ ἵνα τὸν σὸν ὑπασπιστὴν Μαξεντίολον, ὅς σοι τὰ ξιφίδια βιασάμενος ἤνεγκεν, ἀναγκάσωσι τῷ ἀνθρώπῳ ἀποδιδόναι ἅπερ αὐτοῦ βίᾳ λαβὼν ἔτυχεν.” ἀλλὰ Κωνσταντῖνος τεθνήξεσθαι παραυτίκα οἰόμενος δρᾶσαί τι μέγα, πρίν τι αὐτὸς πάθοι, ἐβούλετο.

于是贝利撒留命令侍卫入内,君士坦丁说道:“显然是要杀了我是吧。”贝利撒留说:“绝非如此,而是为了迫使你的扈从马克森提奥卢斯(正是他强夺了短剑交给你)将强取的物品归还给那个人。”然而君士坦丁以为自己立刻就要丧命,企图在自己受害之前先干出一番惊天动地的事来。

§6.8.15

διὸ δὴ τὸ ξιφίδιον εἷλκεν ὅπερ οἱ πρὸς τῷ μηρῷ ἀπεκρέματο, ἄφνω τε αὐτὸ ἐπὶ τὴν Βελισαρίου γαστέρα ὦσεν. ὁ δὲ καταπλαγεὶς ὀπίσω τε ἀπέστη καὶ Βέσσᾳ ἐγγύς που ἑστηκότι περιπλακεὶς διαφυγεῖν ἴσχυσε.

因此他拔出了挂在大腿旁的短剑,猝然刺向贝利撒留的腹部。贝利撒留大吃一惊,向后退缩,抱住了正站在身旁的贝萨斯,这才得以幸免于难。

§6.8.16

Κωνσταντῖνος μὲν οὖν, ἔτι τῷ θυμῷ ζέων, ἐπῄει, κατιδόντες δὲ Ἰλδίγερ τε καὶ Βαλεριανὸς τὸ ποιούμενον ὁ μὲν τῆς δεξιᾶς, ὁ δὲ τῆς ἑτέρας αὐτοῦ χειρὸς λαμβανόμενος ὀπίσω ἀνθεῖλκον.

君士坦丁仍怒火中烧,继续向前逼近;伊尔迪格与瓦莱里安见此情形,一人抓住他的右手,另一人抓住他的另一只手,合力将其向后拖拽。

§6.8.17

ἐν τούτῳ δὲ εἰσελθόντες οἱ δορυφόροι οὓς δὴ ὀλίγῳ πρότερον ἐκάλεσε Βελισάριος, Κωνσταντίνου τε τὸ ξιφίδιον ξὺν βίᾳ πολλῇ ἐκ χειρὸς αἱροῦσι, καὶ αὐτὸν πολλῷ θορύβῳ ἁρπάσαντες οὐδὲν μὲν ἄχαρι ἐν τῷ παραυτίκα εἰργάσαντο, παρόντας αἰδούμενοι τοὺς ἄρχοντας, οἶμαι, ἐς οἴκημα δὲ ἄλλο ἀπαγαγόντες, Βελισαρίου κελεύσαντος, χρόνῳ τινὶ ὕστερον ἔκτειναν. τοῦτο Βελισαρίῳ εἴργασται μόνον οὐχ ὅσιον ἔργον καὶ ἤθους τοῦ αὐτοῦ οὐδαμῶς ἄξιον· ἐπιεικείᾳ γὰρ πολλῇ ἐς πάντας τοὺς ἄλλους ἐχρῆτο. ἀλλὰ ἔδει, ὅπερ ἐρρήθη, Κωνσταντίνῳ γενέσθαι κακῶς.

此时贝利撒留片刻前召唤的近卫军侍卫冲入房内,极其凶猛地从君士坦丁手中夺下短剑,并在巨大的骚乱中将其制伏。或许是顾及在座诸位将领的面子,他们当时并未做出伤人之举,但遵照贝利撒留的命令将其押至另一房间,并在不久之后处死了他。这是贝利撒留所犯下的唯一一件不义之事,全然配不上他素来的为人;因为他对待所有其他人一贯极其宽厚仁慈。然而,正如先前所言,厄运注定要降临在君士坦丁头上。

语法注3 条
  1. 6.8.1τῆς δὲ τύχης ὁ φθόνος ... ἐθέλουσα

    主格阴性单数分词 ἐθέλουσα 未与语法上的主语阳性名词 ὁ φθόνος 一致,而是依照语义(意合结构,constructio ad sensum)与属格阴性名词 τῆς τύχης 一致,将具有意志并进行操弄的“命运”(Tyche)直接人格化。

  2. 6.8.12βουλομένῳ γὰρ ταῦτα βασιλεῖ εἶναι

    分词 βουλομένῳ 与名词 βασιλεῖ 作与格,与 εἶναι 构成表示意愿的习惯句式(与格表意愿/倾向),整体意为“因为这正合皇帝的心意 / 皇帝愿意见到如此”。

  3. 6.8.13Ὅπως με δηλαδὴ ἀποκτενοῦσιν

    省略主句动词的 ὅπως 引导的独立从句,接将来时直陈式(或不定过去时虚拟式),作为带有讽刺意味的断言性应答:“(召他们进来)显然是为了杀我吧”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.8.1-6.8.18