- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.10.1-6.10.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约翰横扫皮凯努姆并攻占阿里米努姆,哥特军因担忧拉文纳而被迫撤离罗马。当哥特人在撤退中渡过台伯河桥梁时,贝利撒留突袭其后卫部队并予以重创。
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, ἐν τούτῳ Βελισάριος γράψας πρὸς Ἰωάννην ἔργου ἐκέλευεν ἔχεσθαι.1 ὁ δὲ ξὺν τοῖς δισχιλίοις ἱππεῦσι τὴν Πικηνῶν περιιὼν χώραν τὰ ἐν ποσὶν ἐληΐζετο πάντα, παῖδάς τε καὶ γυναῖκας τῶν πολεμίων ἐν ἀνδραπόδων ποιούμενος λόγῳ.
正当这些事情发生之际,贝利撒留致信约翰,命他付诸行动。约翰率领两千骑兵巡行皮凯努姆地区,将沿途的一切劫掠一空,把敌人的妇孺尽皆当作奴隶对待。
Οὐλίθεόν τε, τὸν Οὐιττίγιδος θεῖον, ξὺν Γότθων στρατῷ ὑπαντιάσαντα μάχῃ νικήσας αὐτόν τε κτείνει καὶ πάντα σχεδὸν τὸν τῶν πολεμίων στρατόν.
维提吉斯的叔父乌利特乌斯率领一支哥特军队前来迎战,约翰在战斗中击败了他,不仅将乌利特乌斯本人斩杀,还将敌军几乎全歼。
διὸ δὴ οὐδείς οἱ ἐτόλμα ἔτι ἐς χεῖρας ἰέναι. ἐπεὶ δὲ ἀφῖκτο ἐς Αὔξιμον πόλιν, Γότθων μὲν ἐνταῦθα φρουρὰν οὐκ ἀξιόχρεών τινα ἔμαθεν εἶναι, ἄλλως δὲ ὀχυρόν τε καὶ ἀνάλωτον κατενόησε τὸ χωρίον.
因此,再也无人敢于同他短兵相接。然而当他抵达奥克西穆姆城时,得知城内的哥特守军虽不足为虑,却察觉到在其他方面该地险固且不可攻陷。
καὶ ἀπ’ αὐτοῦ προσεδρεύειν μὲν οὐδαμῆ ἤθελεν, ἀλλὰ ἀπαλλαγεὶς ἐνθένδε ὅτι τάχιστα πρόσω ἤλαυνε.
为此他绝不愿在此围城,而是以最快的速度撤离此地,继续策马向前挺进。
ταὐτὸ δὲ τοῦτο καὶ Οὐρβῖνον ἀμφὶ πόλιν ἐποίει, ἔς τε Ἀρίμινον Ῥωμαίων αὐτὸν ἐπαγαγομένων ἐσήλαυνεν, ἥπερ μιᾶς ἡμέρας ὁδῷ Ῥαβέννης διέχει.
他在乌尔比努姆城周围也采取了同样的举动;在罗马人的引领下,他开进了距离拉文纳仅一日行程的阿里米努姆。
οἱ μὲν οὖν βάρβαροι ὅσοι φρουρὰν ἐνταῦθα εἶχον, ὑποψίᾳ ἐς Ῥωμαίους τοὺς οἰκήτορας πολλῇ χρώμενοι, ἐπειδὴ προϊέναι τὸ στράτευμα τοῦτο ἐπύθοντο, ἀπεχώρησάν τε καὶ δρόμῳ ἰόντες ἐν Ῥαβέννῃ ἐγένοντο.
把守该处的蛮族人对城内的罗马居民怀有极大的疑心,得知这支军队逼近后,便弃城撤走,飞奔逃往拉文纳。
οὕτω δὲ Ἰωάννης Ἀρίμινον ἔσχε πολεμίων φρουρὰν ὄπισθεν ἔν τε Αὐξίμῳ καὶ Οὐρβίνῳ ἀπολιπών, οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐδὲ θράσει ἀλογίστῳ ἐχόμενος, ἐπεὶ ξὺν τῷ δραστηρίῳ τὸ ξυνετὸν εἶχεν, ἀλλὰ λογισάμενος,2 ὅπερ ἐγένετο, ὡς ἢν Γότθοι πύθωνται τὸν Ῥωμαίων στρατὸν ἄγχιστά πη Ῥαβέννης εἶναι, αὐτίκα μάλα τὴν ἐν Ῥώμῃ διαλύσουσι προσεδρείαν, ἀμφὶ τῷ χωρίῳ τούτῳ δείσαντες. καὶ ἔτυχέ γε τῆς ἀληθοῦς δόξης. ἐπειδὴ γὰρ Οὐίττιγίς τε καὶ ὁ Γότθων στρατὸς Ἀρίμινον ἔχεσθαι πρὸς αὐτοῦ ἤκουσαν, ἐς μέγα δέος ἀμφὶ Ῥαβέννῃ ἐμπεπτωκότες ἄλλο τε ὑπολογισάμενοι τῶν πάντων οὐδέν, εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, ὥς μοι αὐτίκα λελέξεται. καὶ μέγα τι κλέος ἐκ τοῦ ἔργου τούτου Ἰωάννης ἔσχε, διαβόητος καὶ τὸ πρότερον ὤν.
约翰就这样占领了阿里米努姆,而在后方的奥克西穆姆和乌尔比努姆留下了敌军的守军。这并不是因为他忘却了贝利撒留的训令,也不是为盲目的鲁莽所驱使——因为他兼备过人的干劲与智慧——而是正如后来实际发生的那样,他料定哥特人一旦得知罗马军队已逼近拉文纳,必定会因为担忧该地而立即解除对罗马的围困。而他的判断确实完全准确。当维提吉斯和哥特军队听说阿里米努姆已被他攻占,便对拉文纳的安危陷入了巨大的恐惧之中,不再考虑任何其他事情,立即踏上了撤退之途,正如我稍后将要叙述的那样。约翰因这一战功赢得了极大的声誉,而他在此之前本就早已声名远扬。
τολμητής τε γὰρ ἦν καὶ αὐτουργὸς ἐν τοῖς μάλιστα, ἔς τε τοὺς κινδύνους ἄοκνος, δίαιτάν τε σκληρὰν καὶ ταλαιπωρίαν τινὰ ἐς ἀεὶ εἶχε βαρβάρου ὁτουοῦν ἢ στρατιώτου οὐδενὸς ἧσσον. ὁ μὲν οὖν Ἰωάννης τοιόσδε τις ἦν.
因为他极其勇敢果断,凡事必亲力亲为,面对险境毫无惧色,日常起居始终保持着不逊于任何蛮族或士卒的严苛与隐忍。约翰便是这样一个人。
Ματασοῦνθα δέ, ἡ τοῦ Οὐιττίγιδος γυνή, δεινῶς τῷ ἀνδρὶ ἀχθομένη, ὅτι δή οἱ βίᾳ τὸ ἐξ ἀρχῆς ἐς κοίτην ἦλθεν, ἐπειδὴ τὸν Ἰωάννην ἐς Ἀρίμινον ἥκειν ἐπύθετο, περιχαρής τε ἀτεχνῶς γέγονε καὶ πέμψασα παρ’ αὐτὸν λάθρα γάμου τε καὶ προδοσίας πέρι ἐς λόγους ἦλθε.
维提吉斯的妻子玛塔苏恩塔因起初被迫与他同房而对丈夫深恶痛绝,当得知约翰已抵达阿里米努姆时,她欣喜若狂,暗中派人前往他那里,就联姻与背叛之事展开商谈。
Καὶ οἱ μὲν πέμποντες ἀεὶ κρύφα τῶν ἄλλων ταῦτα ἔπρασσον. Γότθοι δὲ ἐπεὶ τά τε ἀμφὶ Ἀρίμινον ἔμαθον καὶ ἅμα ξύμπαντα σφᾶς τὰ ἀναγκαῖα ἐπελελοίπει, ὅ τε τῶν τριῶν μηνῶν χρόνος ἐξῆκεν ἤδη, τὴν ἀναχώρησιν ἐποιοῦντο, καίπερ οὔπω τι τῶν πρέσβεων ἕνεκα πεπυσμένοι.
他们背着其他人暗中互通使者,筹划着此事。与此同时,哥特人既知晓了阿里米努姆一带的变故,又兼全部必需品消耗殆尽,而且三个月的停战期限业已届满,尽管尚未收到关于使者的任何消息,还是开始了撤退。
τοῦ μὲν οὖν ἔτους ἀμφὶ τροπὰς ἐαρινὰς ἦν, τῇ δὲ πολιορκίᾳ ἐνιαυτός τε ἐτέτριπτο καὶ πρὸς αὐτῷ ἡμέραι ἐννέα, ὅτε οἱ Γότθοι ἅπαντα σφῶν τὰ χαρακώματα καύσαντες, ἅμα ἡμέρᾳ ὁδοῦ εἴχοντο.
当时正值一年的春分前后,包围已历时一年零九天;哥特人焚毁了所有的营垒,天一亮便踏上了归程。
Ῥωμαῖοι δὲ φεύγοντας ὁρῶντες τοὺς ἐναντίους ἐν ἀπόρῳ εἶχον ᾗ τὸ παρὸν θήσονται.3 τῶν τε γὰρ ἱππέων τὸ πλῆθος οὐ παρεῖναι τηνικαῦτα ξυνέβαινεν, ἄλλων ἄλλῃ πη ἐσταλμένων, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, αὐτοί τε ἀξιόμαχοι πρὸς τοσοῦτον πλῆθος πολεμίων οὐκ ᾤοντο εἶναι. ἅπαντας μέντοι πεζούς τε καὶ ἱππέας Βελισάριος ὥπλισε.
罗马人见敌人逃跑,不知该如何应对眼前的局势。因为正如我此前所述,当时骑兵的大队已被派往各地,未能在此驻守,他们自忖不足以与如此庞大的敌军抗衡。然而贝利撒留将全部步兵和骑兵武装起来。
καὶ ἐπεὶ τῶν πολεμίων ὑπὲρ ἥμισυ διαβάντας τὴν γέφυραν εἶδεν, ἐξῆγε διὰ Πιγκιανῆς πύλης τὸ στράτευμα, ἥ τε μάχη ἐκ χειρὸς γέγονε τῶν προτέρων οὐδεμιᾶς ἧσσον.
当他看到敌军已有半数以上渡过了桥梁,便率军由平西亚门出击,随即爆发了一场不亚于以往任何战役的激烈白兵战。
καὶ κατ’ ἀρχὰς μὲν καρτερῶς τῶν βαρβάρων τοὺς πολεμίους ὑφισταμένων, πολλοὶ ἑκατέρων ἐν τῇ πρώτῃ ξυμβολῇ ἔπεσον· ἔπειτα δὲ οἱ Γότθοι τραπόμενοι μέγα τε καὶ ὑπερφυὲς σφίσιν αὐτοῖς τὸ πάθος ἐποίουν· αὐτὸς γὰρ ἕκαστος τὴν γέφυραν διαβαίνειν ἠπείγετο πρῶτος. ἀφ’ οὗ δὴ ἐς στενοχωρίαν πολλὴν ἀφικόμενοι τὰ χαλεπώτατα ἔπασχον· πρός τε γὰρ σφῶν αὐτῶν καὶ τῶν πολεμίων ἐκτείνοντο.
起初,蛮族人坚决抵抗敌人,初次交锋中双方均有许多人倒下;但随后哥特人开始溃逃,给自己带来了极其惨重的灾难;因为每个人都争先恐后地想要率先过桥。结果,他们陷入了极度的拥挤之中,遭受了最悲惨的命运:因为他们既被自己人杀害,又被敌人屠戮。
πολλοὶ δὲ καὶ τῆς γεφύρας ἐφ’ ἑκάτερα ἐξέπιπτον ἐς τὸν Τίβεριν καὶ αὐτοῖς ὅπλοις καταδυόμενοι4 ἔθνησκον. οὕτω δὲ τοὺς πλείστους ἀποβαλόντες οἱ λοιποὶ τοῖς πρότερον διαβᾶσι ξυνέμιξαν.
还有许多人从桥的两侧跌落进台伯河,连同盔甲兵刃一同沉入水底毙命。在以这种方式损失了大半人马之后,残余之众才与先期渡河的部队会合。
Λογγῖνος δὲ Ἴσαυρος καὶ Μουνδίλας, οἱ Βελισαρίου δορυφόροι, διαφερόντως ἐν ταύτῃ τῇ μάχῃ ἠρίστευσαν. ἀλλὰ Μουνδίλας μὲν τέτρασι βαρβάροις καθ’ ἕκαστον ἐς χεῖρας ἐλθὼν ἔκτεινέ τε ἅπαντας καὶ αὐτὸς ἐσώθη· Λογγῖνος δὲ τῆς τῶν πολεμίων τροπῆς αἰτιώτατος γεγονὼς αὐτοῦ ἔπεσε πολὺν αὑτοῦ πόθον τῷ Ῥωμαίων στρατοπέδῳ ἀπολιπών.
贝利撒留的侍卫、伊苏利亚人朗吉努斯和蒙迪拉斯在这场战斗中立下了卓越的功勋。蒙迪拉斯与四名蛮族人逐一短兵相接,将他们尽数斩杀,自己安然无恙;而朗吉努斯虽是促成敌军溃败的首功之臣,却当场阵亡,在罗马军营中留下了深深的哀思与怀念。
- 6.10.1ἔργου ἐκέλευεν ἔχεσθαι
中被动态动词 ἔχομαι 支配属格(ἔργου),构成意为“着手从事、致力于”某项事务的习惯用法。
- 6.10.7οὐχ ὅτι τῶν Βελισαρίου ἐντολῶν ἐς λήθην ἦλθεν, οὐδὲ θράσει ἀλογίστῳ ἐχόμενος... ἀλλὰ λογισάμενος
由 οὐχ ὅτι 引导的直陈式从句和并列分词短语(οὐδὲ... ἐχόμενος)表示被否定的原因,与 ἀλλά 加分词(λογισάμενος)表示的真实原因形成对比,均修饰主句主语约翰。
- 6.10.14ἐν ἀπόρῳ εἶχον ᾗ τὸ παρὸν θήσονται
惯用短语 ἐν ἀπόρῳ ἔχω(陷入困惑、不知所措)后接由 ᾗ 引导的间接审议疑问从句,从句中使用将来直陈式 θήσονται 表示对未来处置方式的权衡。
- 6.10.18αὐτοῖς ὅπλοις καταδυόμενοι
与格代词 αὐτός 与名词(ὅπλοις)连用构成的伴随与格习惯用法,意为“连同武器装备一并”,生动表现了士兵因甲胄沉重而溺亡的场景。
