- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.7.17-6.7.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马人通过海上封锁迫使哥特人放弃要冲,贝利撒留驳回哥特的抗议并派约翰率军进驻皮凯努姆以备战事再起,同时接纳了来自麦地奥拉努的求援请求。
αἴτιοι δὲ μάλιστα τούτοις δὴ τοῖς βαρβάροις τῶν ἐπιτηδείων τῆς ἀπορίας ἐγένοντο1 θαλασσοκρατοῦντες Ῥωμαῖοι, καί τι αὐτοῖς ἐσκομίζεσθαι τῶν ἀναγκαίων οὐ ξυγχωροῦντες.
蛮族陷入补给匮乏的主要原因,在于控制着制海权的罗马人不容许任何必需品运入他们军中。
διὸ δὴ καὶ πόλιν ἐπιθαλασσίαν, λόγου πολλοῦ ἀξίαν, Κεντουκέλλας ὄνομα, τῶν ἐπιτηδείων σπανίζοντες, ὑπὸ τὸν αὐτὸν χρόνον ἐξέλιπον.
因此,由于缺乏补给,他们在此同一时期还弃守了一座名为琴图姆切莱、极具战略价值的海滨城市。
ἔστι δὲ ἡ πόλις μεγάλη καὶ πολυάνθρωπος, ἐς τὰ Ῥώμης πρὸς ἑσπέραν ἐν Τούσκοις κειμένη, σταδίοις αὐτῆς ὀγδοήκοντα καὶ διακοσίοις ἀπέχουσα.
该城规模宏大且人口稠密,位于罗马以西的图斯基亚境内,距罗马二百八十斯塔迪翁。
καὶ αὐτὴν Ῥωμαῖοι καταλαβόντες ἔτι μᾶλλον ἐπὶ μέγα δυνάμεως ἦλθον, ἐπεὶ καὶ τὸ Ἀλβανῶν πόλισμα ἔσχον, Ῥώμης πρὸς ἀνίσχοντα ἥλιον κείμενον, ἀνακεχωρηκότων ἐνθένδε διὰ τὸν αὐτὸν λόγον τηνικαῦτα τῶν πολεμίων, πανταχόθεν δὲ ἤδη κυκλωσάμενοι τοὺς βαρβάρους ἐν μέσῳ εἶχον.
罗马人占领该城后,军势进一步大振,因为他们此前已夺取了位于罗马日出方向的小城镇阿尔巴努姆(敌军当时也是出于同样的缘由从那里撤退的);至此,罗马人已从四面合围蛮族,将他们围困于中央。
διὸ δὴ Γότθοι διαλύειν τε τὰ ξυγκείμενα καί τι ἐς Ῥωμαίους κακουργεῖν ὤργων. πέμψαντες οὖν παρὰ Βελισάριον πρέσβεις ἠδικῆσθαι σφᾶς ἐν σπονδαῖς ἔφασαν·
因此哥特人急于撕毁协议,并图谋加害罗马人。于是他们派遣使节前往贝利撒留处,声称己方在停战期间受到了侵害:
Οὐιττίγιδος γὰρ Γότθους τοὺς ἐν Πόρτῳ μεταπεμψαμένου κατά τινα χρείαν Παῦλόν τε καὶ Ἰσαύρους τὸ ταύτῃ φρούριον λόγῳ οὐδενὶ καταλαβόντας ἔχειν.
因为他们说,当维提吉斯因某项事务召回波尔图斯的哥特人时,保罗和伊苏里亚人却毫无理由地强占了那里的要塞。
ταὐτὸ δὲ τοῦτο ἀμφί τε Ἀλβανῷ καὶ Κεντουκέλλαις δῆθεν τῷ λόγῳ ᾐτιῶντο, ἠπείλουν τε, ἢν μὴ ταῦτα σφίσιν ἀποδιδῷ, οὐκ ἐπιτρέψειν.
关于阿尔巴努姆和琴图姆切莱,他们也借冠冕堂皇的言辞提出同样的指控,并威胁说,若不将这些地方归还给他们,他们决不容忍。
Βελισάριος δὲ ξὺν γέλωτι αὐτοὺς ἀπεπέμψατο, παραπέτασμα μὲν εἶναι ταύτην δὴ τὴν αἰτίαν εἰπών, ἀγνοεῖν δὲ οὐδένα ὅτου δὴ ἕνεκα τὰ χωρία ταῦτα Γότθοι ἐκλίποιεν.
贝利撒留却笑着将他们打发回去,说道这番指控不过是借口,哥特人究竟为何弃守那些地方,无人不知。
καὶ τὸ λοιπὸν ὑποψίᾳ τινὶ ἐς ἀλλήλους ἐχρῶντο. Ἔπειτα δὲ Βελισάριος, ἐπεὶ Ῥώμην εἶδε στρατιωτῶν πλήθει ἀκμάζουσαν, ἄλλους τε ἱππέας ἐς χωρία Ῥώμης μακράν που ἄποθεν περιέπεμπε καὶ Βιταλιανοῦ τὸν ἀδελφιδοῦν Ἰωάννην ἐκέλευε ξὺν τοῖς ἑπομένοις ἱππεῦσιν, ὀκτακοσίοις οὖσιν, ἀμφὶ πόλιν Ἄλβαν διαχειμάζειν, ἐν Πικηνοῖς κειμένην· καί οἱ τῶν τε Βαλεριανῷ ἑπομένων τετρακοσίους ξυνέπεμψεν, ὧν Δαμιανὸς ὁ Βαλεριανοῦ ἀδελφιδοῦς ἦρχε, καὶ τῶν αὐτοῦ ὑπασπιστῶν ὀκτακοσίους ἄνδρας, διαφερόντως ἀγαθοὺς τὰ πολέμια.
自此之后,双方彼此猜忌。随后贝利撒留见罗马城中兵力充沛,便派其他骑兵前往巡视远离罗马的各处要地,并命令维塔利安的侄子约翰率其麾下的八百名骑兵在位于皮凯努姆的阿尔巴城一带过冬;他又派瓦莱里安麾下的四百名士兵与他同行(由瓦莱里安的侄子达米安统领),以及自己侍卫中格外骁勇善战的八百名精兵。
οἷς δὴ δορυφόρους δύο, Σοῦνταν τε καὶ Ἄδηγιν, ἐπέστησε, καὶ αὐτοὺς μὲν Ἰωάννῃ ἕπεσθαι, ὅπη ἂν αὐτὸς ἐξηγοῖτο, ἐκέλευε· τῷ δὲ Ἰωάννῃ ἐπήγγελλε, τέως μὲν τὰ ξυγκείμενα σφίσι φυλάττοντας ὁρᾷ τοὺς πολεμίους, ἡσυχῆ μένειν· ὅταν δέ οἱ τὴν ἐκεχειρίαν αὐτοῖς λελύσθαι ξυμβαίη, ποιεῖν κατὰ τάδε·
他指派了孙塔斯和阿德吉斯两名近卫军军官统领这些人,并命令他们跟随约翰,遵其指挥;同时他训令约翰,只要看到敌军遵守双方的协定,就按兵不动;但若发生敌军撕毁休战协议之事,则按如下指示行动:
παντὶ μὲν τῷ στρατῷ ἄφνω τε καὶ ἐξ ἐπιδρομῆς καταθεῖν τὴν Πικηνῶν χώραν, ἅπαντά τε ἑξῆς περιιόντα τὰ ἐκείνῃ χωρία καὶ αὐτοῖς πρὸ τῆς φήμης ἐπιδημοῦντα.
全军当以迅雷不及掩耳之势突袭皮凯努姆地区,接连席卷当地的一切要邑,并抢在消息传开之前赶至各地。
ταύτης γὰρ σχεδόν τι ἁπάσης τῆς χώρας ἄνδρας μὲν οὐδαμῆ ἀπολελεῖφθαι, πάντων ἐπὶ Ῥώμην ὡς φαίνεται στρατευσαμένων, παῖδας δὲ καὶ γυναῖκας τῶν πολεμίων καὶ χρήματα πανταχῆ εἶναι.
因为他说,该地区几乎全境决未留下任何壮丁,似乎全都出征前往罗马,而敌人的妇孺和财物则俯拾皆是。
ἐξανδραποδίζειν οὖν καὶ ληΐζεσθαι τὰ ἐν ποσὶν ἅπαντα φυλασσόμενον μή ποτε Ῥωμαίων τινὶ τῶν ταύτῃ ᾠκημένων λυμήνηται.
因此务必将所经之处尽行俘虏和掠夺,同时须加戒备,绝不可伤害任何居住于当地的罗马人。
ἢν δέ πη χωρίῳ ἐντύχῃ, ἄνδρας τε καὶ ὀχύρωμα, ὡς τὸ εἰκός, ἔχοντι, πάσῃ αὐτοῦ δυνάμει ἀποπειράσασθαι.
若在何处遇上依理既有兵力又有防壁的坚固要塞,当全力攻打以作试探。
καὶ ἢν μὲν ἑλεῖν δύνηται, ἐς τὰ πρόσω ἰέναι, τοῦ πράγματος δέ οἱ, ἂν οὕτω τύχοι, ἀντιστατοῦντος, ἀπελαύνειν ὀπίσω, ἢ αὐτοῦ μένειν.
若能攻陷,便继续向前挺进;但若战事受阻,未能得手,则当撤回或驻留原地。
προϊόντι γάρ οἱ καὶ τοῦτο δὴ τὸ ὀχύρωμα κατὰ νώτου ἀπολιπόντι2 κίνδυνος πολὺς ἐπὶ πλεῖστον ἔσται, ἐπεὶ οὔποτ’ ἀμύνειν σφίσιν εὐπετῶς ἕξουσιν, ἤν που ἐνοχλοῖντο πρὸς τῶν ἐναντίων. τὴν δὲ λείαν φυλάσσειν ἅπασαν, ὅπως ἂν αὐτὴν ὀρθῶς καὶ δικαίως ἡ στρατιὰ διανέμοιτο.
因为若贸然前进而将此要塞留于身后,必将面临极大的危险,万一遭到敌军骚扰,他们决难以自卫。此外,当将所有战利品妥善保管,以便全军能公正合理地予以分配。
εἶτα ξὺν γέλωτι καὶ τοῦτο ἐπεῖπεν· “Οὐ γὰρ δίκαιον ὑφ’ ἑτέρων μὲν τοὺς κηφῆνας πόνῳ μεγάλῳ ἀπόλλυσθαι, ἄλλους δὲ τοῦ μέλιτος οὐδεμιᾷ ταλαιπωρίᾳ ὀνίνασθαι.” τοσαῦτα μὲν ἐπιστείλας Βελισάριος Ἰωάννην ξὺν τῷ στρατεύματι ἔπεμψεν.
接着他又笑着补充道:“因为一些人历经千辛万苦消灭了雄蜂,却让另一些人毫无劳苦地坐享其蜜,这是不公道的。”贝利撒留传达了这些训示之后,便遣发约翰率军启程。
Ὑπὸ δὲ τὸν αὐτὸν χρόνον ὅ τε Μεδιολάνων ἱερεὺς Δάτιος καὶ τῶν πολιτῶν ἄνδρες δόκιμοι ἐς Ῥώμην ἀφικόμενοι Βελισαρίου ἐδέοντο φρουροὺς ὀλίγους σφίσι ξυμπέμψαι.
约在同一时期,麦地奥拉努的主教达蒂乌斯与城中名流抵达罗马,恳求贝利撒留派少数守军与他们同往。
αὐτοὶ γὰρ ἱκανοὶ ἰσχυρίζοντο εἶναι, οὐ Μεδιόλανον μόνην, ἀλλὰ καὶ Λιγουρίαν ὅλην πόνῳ οὐδενὶ Γότθων τε ἀποστῆσαι καὶ βασιλεῖ ἀνασώσασθαι.
因为他们坚称,自己毫不费力就能使不仅麦地奥拉努,乃至整个利古里亚都脱离哥特人,归顺皇帝。
αὕτη δὲ ἡ πόλις ᾤκισται μὲν ἐν Λιγούροις, μέση που μάλιστα Ῥαβέννης τε πόλεως καὶ Ἄλπεων τῶν ἐν Γάλλων ὁρίοις κειμένη· ἑκατέρωθεν γὰρ ἐς αὐτὴν ὀκτὼ ἡμερῶν ὁδὸς ἀνδρὶ εὐζώνῳ3 ἐστί· πρώτη δὲ πόλεων τῶν ἑσπερίων μετά γε Ῥώμην μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ ἐτύγχανεν οὖσα. καὶ αὐτοῖς Βελισάριος ὑποσχόμενος τὴν δέησιν ἐπιτελῆ ποιήσειν κατεῖχεν αὐτοῦ τὴν τοῦ χειμῶνος ὥραν.
该城建于利古里亚境内,大致位于拉文纳城与高卢边界阿尔卑斯山脉的中途;因从两地前往该城,对轻装徒步之人而言皆为八天的路程;在西方各城市中,其规模、人口繁密程度以及其他方面的富庶,仅次于罗马而位列第一。贝利撒留答应满足他们的请求,但在冬季期间仍将他们留驻在罗马。
- 6.7.17αἴτιοι δὲ μάλιστα τούτοις δὴ τοῖς βαρβάροις τῶν ἐπιτηδείων τῆς ἀπορίας ἐγένοντο
形容词 αἴτιοι 兼带表示招致结果的属格(τῶν ἐπιτηδείων τῆς ἀπορίας)与表示受损承受者的与格(τούτοις δὴ τοῖς βαρβάροις,损益与格)。句子的主语是后文的 Ῥωμαῖοι(“罗马人成了……的原因”)。
- 6.7.33προϊόντι γάρ οἱ καὶ τοῦτο δὴ τὸ ὀχύρωμα κατὰ νώτου ἀπολιπόντι
分词短语 προϊόντι ... καὶ ... ἀπολιπόντι 与代词 οἱ(指约翰)作与格一致,对后文的 κίνδυνος ... ἔσται 充当关涉与格(情况与格),意为“若他冒进并将该要塞留于身后,对于他而言将有极大危险”。
- 6.7.38ἀνδρὶ εὐζώνῳ
此为表示判断或衡量基准的与格(dativus iudicantis),意为“对于轻装徒步之人而言”,用以标明衡量所需行程时间(ὀκτὼ ἡμερῶν ὁδός)的标准。
