- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.7.1-6.7.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊苏里亚舰队与援军抵达,通过加装挡板的小艇沿台伯河逆流而上,巧妙地将补给运入罗马。哥特人因顾及休战而未加干涉,双方随后确立了为期三个月的停战协定并互换人质,哥特使节动身前往君士坦丁堡。
Ἐν ᾧ δὲ ταῦτα ἐπράσσετο τῇδε, ἐν τούτῳ ὅ τε τῶν Ἰσαύρων στόλος τῷ Ῥωμαίων λιμένι προσέσχε καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην ἐς Ὀστίαν ἦλθον, καὶ τῶν μὲν πολεμίων οὐδεὶς οὔτε καταίρουσιν οὔτε στρατοπεδευομένοις ἐμπόδιος σφίσιν ἐγένετο αὐτοῖς.
当此地正在进行这些交涉之时,伊苏里亚人的舰队驶入了罗马人的海港,约翰麾下的队伍也抵达了奥斯提亚,敌军中无一人在他们靠岸或扎营时加以阻挠。
ὅπως δὲ ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν οἷοί τε ὦσιν ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων,1 οἵ τε Ἴσαυροι τάφρον βαθεῖαν ἄγχιστα τοῦ λιμένος ὀρύξαντες φυλακὰς ἐκ περιτροπῆς ἀεὶ ἐποιοῦντο καὶ οἱ ξὺν τῷ Ἰωάννῃ ταῖς ἁμάξαις φραξάμενοι τὸ στρατόπεδον ἡσυχίαν εἶχον.
为了使自己能够安然度夜而不受敌军袭扰,伊苏里亚人在紧靠港口处掘了一道深壕,轮流持续守望,而约翰麾下的人则用大车围起营地,静处不动。
ἐπειδή τε νὺξ ἐπεγένετο, Βελισάριος ἐς Ὀστίαν ξὺν ἱππεῦσιν ἑκατὸν ἦλθε καὶ τά τε ξυμπεπτωκότα ἐν τῇ ξυμβολῇ τά τε ξυγκείμενα σφίσι τε καὶ Γότθοις εἰπὼν καὶ τὰ ἄλλα παραθαρσύνας, τά τε φορτία πέμπειν ἐκέλευε καὶ ξὺν προθυμίᾳ ἐς Ῥώμην ἰέναι. “Ὅπως γάρ,” ἔφη, “ἄνευ κινδύνου ἡ ὁδὸς ἔσται ἐγὼ προνοήσω.” αὐτὸς μὲν οὖν ὄρθρου βαθέος ἐς τὴν πόλιν ἀπήλαυνεν, Ἀντωνίνα δὲ ξὺν τοῖς ἄρχουσιν ἅμα ἡμέρᾳ τῶν φορτίων τὴν παρακομιδὴν ἐν βουλῇ ἐποιεῖτο.
入夜之后,贝利撒留率领百名骑兵来到奥斯提亚,将冲突中所发生的事以及己方与哥特人所达成的协议告知众人,并多方鼓舞他们的士气,命令他们运送物资,奋勉向罗马进发。他说:“因为我自会预先安排,使这段路程毫无 危险。”于是他本人在天色未明的拂晓时分驰马返回城中,而安东尼娜则与众将领在天明时分共同商议物资的运输之策。
ἐδόκει δὲ χαλεπὸν καὶ δεινῶς ἄπορον τὸ πρᾶγμα εἶναι. οἵ τε γὰρ βόες οὐκέτι ἀντεῖχον, ἀλλ’ ἡμιθνῆτες ἅπαντες ἔκειντο, ἦν δὲ οὐδὲ ἀκίνδυνον στενήν τινα ὁδὸν ξὺν ταῖς ἁμάξαις πορεύεσθαι, καὶ διὰ τοῦ ποταμοῦ τὰς βάρεις ἀνέλκειν, καθάπερ τὸ παλαιὸν εἴθιστο, ἀδύνατα ἦν.2
然而此事显得极为艰难且困厄重重。因为牛群已无法支撑,全都半死不活地躺倒在地;带着大车沿一条狭窄的道路前行亦非毫无危险;而像古制所惯行的那样沿河逆流牵引驳船,也是不可能的。
ἡ μὲν γὰρ ὁδὸς ἣ τοῦ ποταμοῦ ἐν ἀριστερᾷ ἐστιν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, πρὸς τῶν πολεμίων ἐχομένη Ῥωμαίοις τηνικαῦτα ἀπόρευτος ἦν, ἡ δὲ αὐτοῦ ἐπὶ θάτερα, ὅσα γε παρ’ ὄχθην, ἀστίβητος παντάπασι τυγχάνει οὖσα.
因为河左岸的道路,正如我在前文所述,为敌军所占据,当时对罗马人而言是无法通行的;而河对岸的那条路,至少沿河岸的部分,则完全没有路迹。
διὸ δὴ τοὺς λέμβους νηῶν τῶν μειζόνων ἀπολεξάμενοι, σανίσι τε αὐτοὺς ὑψηλαῖς κύκλῳ τειχίσαντες, ὅπως οἱ πλέοντες πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται, τοξότας τε καὶ ναύτας ἐσεβίβασαν κατὰ λόγον ἑκάστου.
因此,他们从大船中挑选出一些小艇,四周用高木板筑起护壁,使船上之人极难被敌人的箭矢射中,并按每艘船的规制登载了相应数量的弓箭手和水手。
τῶν τε φορτίων ἐν αὐτοῖς ὅσα φέρειν οἷοί τε ἦσαν ἐνθέμενοι, διὰ τοῦ Τιβέριδος ἐς Ῥώμην πνεῦμα τηρήσαντες σφίσιν ἐπίφορον ἐναυτίλλοντο, καὶ τοῦ στρατοῦ μέρος ἐν δεξιᾷ τοῦ ποταμοῦ παρεβεβοηθήκει.
他们在船上装载了尽可能多的物资,候得顺风,便经由台伯河向罗马航行,而陆军的一部分则在河流右岸随行护卫。
ἐλείποντο δὲ τῶν Ἰσαύρων συχνοὺς τὰς ναῦς φυλάσσοντας. ἔνθα μὲν οὖν ἐκ τοῦ εὐθέος ὁ ποταμὸς ᾔει, πόνῳ οὐδενὶ ἔπλεον, ἀράμενοι τὰ τῶν λέμβων ἱστία· ᾗ δὲ ὁ ῥοῦς ἑλισσόμενος ὁδὸν πλαγίαν ἐφέρετο, ἐνταῦθα ἐπεὶ τὰ ἱστία τῷ πνεύματι οὐδαμῆ ἐνηργεῖτο, ἐρέσσοντές τε καὶ τὸν ῥοῦν βιαζόμενοι πόνον οἱ ναῦται οὐ μέτριον εἶχον.
他们留下了相当数量的伊苏里亚人守卫船只。在河流平直向前流淌之处,他们升起小艇的风帆,毫不费力地航行;然而在水流蜿蜒作斜向奔流之处,风帆因风向而完全无法奏效,水手们只得奋力划桨逆流而上,承受着极大的劳苦。
οἱ δὲ βάρβαροι ἐν τοῖς στρατοπέδοις καθήμενοι ἐμπόδιοι γίνεσθαι τοῖς πολεμίοις ἥκιστα ἤθελον, ἢ κατωρρωδηκότες τὸν κίνδυνον, ἢ οὐκ ἄν ποτε ταύτῃ Ῥωμαίους ἐσκομίζεσθαί τι τῶν ἀναγκαίων οἰόμενοι, αἰτίᾳ τε οὐ λόγου ἀξίᾳ διακωλύειν τὴν τῆς ἐκεχειρίας ἐλπίδα, ἣν ὑποσχέσει Βελισάριος ἐκρατύνατο, ἀξύμφορον σφίσιν εἶναι ἡγούμενοι.
驻留在营中的蛮族人决不愿阻挠敌军,或是因为畏惧危险,或是认为罗马人绝不可能以此种方式运入任何必需品,并且认为因微不足道的缘由而破坏贝利撒留以诺言确立的休战希望,对自己而言是不利的。
Γότθοι μέντοι ὅσοι ἐν Πόρτῳ ἦσαν, ἐν χρῷ ἀεὶ παραπλέοντας τοὺς πολεμίους θεώμενοι, οὐδαμῆ ἥπτοντο, ἀλλὰ τεθηπότες ἐκάθηντο τὴν αὐτῶν ἔννοιαν.3
不过,驻在波尔图斯的哥特人虽然眼睁睁看着敌人不断贴身驶过,却丝毫没有动手,只是对其机智深感惊愕地枯坐着。
ἐπεὶ δὲ τρόπῳ τῷ αὐτῷ πολλάκις ἀναπλεύσαντες ἅπαντα κατ’ ἐξουσίαν ἐσεκομίσαντο τὰ φορτία, οἱ μὲν ναῦται ξὺν ταῖς ναυσὶν ἀνεχώρησαν κατὰ τάχος ʽἤδη γὰρ καὶ τοῦ ἔτους ἀμφὶ τροπὰς χειμερινὰς ἦν̓, τὸ δὲ λοιπὸν στράτευμα ἐς Ῥώμην ἐσῆλθε, πλήν γε δὴ ὅτι Παῦλος ἐν Ὀστίᾳ ξὺν τῶν Ἰσαύρων τισὶν ἔμεινε.
他们以同样的方式往返航行多次,随心所欲地运入了全部物资之后,水手们便携船只迅速撤离(因为时令已近冬至),其余军队则开入了罗马城,唯有保罗率领部分伊苏里亚人留守在奥斯提亚。
Μετὰ δὲ ἀλλήλοις ἐπὶ τῇ ἐκεχειρίᾳ ὁμήρους ἔδοσαν, Ζήνωνα μὲν Ῥωμαῖοι, Γότθοι δὲ Οὐλίαν, οὐκ ἀφανῆ ἄνδρα, ἐφ’ ᾧ δὴ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται,4 ἕως οἱ πρέσβεις ἐκ Βυζαντίου ἐπανήκοντες γνώμην τὴν βασιλέως ἀγγείλωσιν.
随后,双方为休战而互换了人质——罗马人交出了芝诺,哥特人则交出了知名人物乌利亚斯——条件是双方在三个月内不得相互发动任何进攻,直至出使拜占庭的使节归来并传达皇帝的旨意。
ἢν δέ τινες καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσεσθαι ἐς τὸ σφῶν ἔθνος.5
若有一方先行对敌手施加不义之举,使节仍须被送归本族。
τῶν μὲν οὖν βαρβάρων οἱ πρέσβεις Ῥωμαίων παραπεμπόντων ἐς Βυζάντιον ᾔεσαν, Ἰλδίγερ δέ, ὁ τῆς Ἀντωνίνης γαμβρός, ξὺν ἱππεῦσιν οὐκ ὀλίγοις ἐκ Λιβύης ἐς Ῥώμην ἦλθε.
于是蛮族的使节在罗马人的护送下前往拜占庭,而安东尼娜的女婿伊尔迪格则率领相当数量的骑兵自利比亚抵达罗马。
Γότθοι τε οἳ τὸ ἐν Πόρτῳ φρούριον εἶχον, ἐπιλελοιπότων σφᾶς τῶν ἀναγκαίων ἐξέλιπόν τε αὐτὸ Οὐιττίγιδος γνώμῃ, καὶ ἐς τὸ στρατόπεδον μετάπεμπτοι ἦλθον· Παῦλος δὲ αὐτὸ ξὺν τοῖς Ἰσαύροις ἐξ Ὀστίας καταλαβὼν ἔσχεν.
驻守波尔图斯要塞的哥特人因生活必需品耗尽,依维提吉斯的旨意弃守该地,奉召返回大营;保罗则率领伊苏里亚人从奥斯提亚将其占领并据守。
- 6.7.2ἐξ ἐπιδρομῆς τῆς πρὸς τῶν ἐναντίων
介词短语 ἐξ ἐπιδρομῆς 修饰前文的不定词短语 ἐν τῷ ἀσφαλεῖ διανυκτερεύειν(安然度夜),表示所防范的危险来源(即“免于遭受敌军袭击”)。
- 6.7.5ἀδύνατα ἦν
中性复数形容词 ἀδύνατα 与单数未完成过去动词 ἦν 连用,构成支配不定词 ἀνέλκειν 的非人称结构。在古典希腊语散文中,常用中性复数代替中性单数(ἀδύνατον ἦν)作非人称表语。
- 6.7.11τεθηπότες ἐκάθηντο τὴν αὐτῶν ἔννοιαν
完成体分词 τεθηπότες(惊愕、惊叹)带宾格短语 τὴν αὐτῶν ἔννοιαν(他们的机智/策略),用作表示心理活动动词的直接宾语,或表示惊叹所指对象的关联宾格。
- 6.7.13ἐφ’ ᾧ δὴ ἐν τρισὶ μησὶ μηδεμιᾷ ἐς ἀλλήλους ἐφόδῳ χρήσονται
连词 ἐφ' ᾧ(以……为条件)支配将来时直陈式动词 χρήσονται,用于规定停战条约的具体条件。紧随其后的 ἕως 连接的虚拟法从句则指示了该协定条件的有效时限。
- 6.7.14ἢν δέ τινες καὶ ἀδικίας οἱ ἕτεροι ἐς τοὺς ἐναντίους ὑπάρξωσι, τοὺς πρέσβεις οὐδέν τι ἧσσον ἀποδοθήσεσθαι ἐς τὸ σφῶν ἔθνος
条件句(条件从句为 ἢν ... ὑπάρξωσι)的结论从句采用了“宾格加不定词”结构(τοὺς πρέσβεις ... ἀποδοθήσεσθαι),这是因为该句仍处于转述休战条约条款的间接引语框架中,表示条约所约定的法律义务(“使节仍应被送还”)。
