← 普罗科皮乌斯

战史

§6.6.18-6.6.36

哥特和议遭拒与达成停战协定

哥特使节以其历来善政以及对罗马宗教与制度的保护为由要求东罗马军队撤退,但贝利撒留坚称帝国对领土的所有权而予以拒绝。使节随后提出割让西西里及纳贡的提议亦遭回绝,最终双方达成停战并交换人质,以便哥特使节直接前往君士坦丁堡向皇帝求和。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6.18

τὰ δὲ τῆς εἰς θεὸν εὐσεβείας τε καὶ πίστεως οὕτω Ῥωμαίοις ἐς τὸ ἀκριβὲς ἐφυλάξαμεν, ὥστε Ἰταλιωτῶν μὲν τὴν δόξαν οὐδεὶς οὐχ ἑκὼν οὐκ ἀκούσιος ἐς τήνδε τὴν ἡμέραν μετέβαλε, Γότθων δὲ μεταβεβλημένων ἐπιστροφή τις οὐδαμῶς γέγονε.

“至于对神的虔敬与信仰之事,我们为罗马人恪守得极其严正,以至于直到今日,意大利人中绝无一人曾被迫或自愿改变信仰,而当哥特人改宗时,也从未遭受过任何问责。

§6.6.19

καὶ μὴν καὶ τὰ Ῥωμαίων ἱερὰ τιμῆς παρ’ ἡμῶν τῆς ἀνωτάτω τετύχηκεν· οὐ γὰρ οὐδεὶς εἴς τι τούτων καταφυγὼν πώποτε πρὸς οὐδενὸς ἀνθρώπων βεβίασται, ἀλλὰ καὶ πάσας τὰς τῆς πολιτείας ἀρχὰς αὐτοὶ μὲν διαγεγόνασιν ἔχοντες, Γότθος δὲ αὐτῶν μετέσχεν οὐδείς. ἢ παρελθών τις ἡμᾶς ἐλεγχέτω, ἢν μὴ μετὰ τοῦ ἀληθοῦς ἡμῖν εἰρῆσθαι οἴηται. προσθείη δ’ ἄν τις ὡς καὶ τὸ τῶν ὑπάτων ἀξίωμα Γότθοι ξυνεχώρουν Ῥωμαίοις πρὸς τοῦ τῶν ἑῴων βασιλέως ἐς ἕκαστον ἔτος κομίζεσθαι.

不仅如此,罗马人的圣所亦受到我们至高无上的尊崇;因为逃入其中任何一处的任何人,从未遭受过任何人的暴力侵犯。相反,他们自己始终执掌着国家的一切官职,而无一名哥特人染指其间。否则,若有人认为我们所言不实,尽可挺身驳斥我们。人们还可以补充一点,哥特人一直准许由东方皇帝每年将执政官的崇高职位授予罗马人。

§6.6.21

ὑμεῖς δέ, τούτων τοιούτων ὄντων, Ἰταλίας μὲν οὐ προσεποιεῖσθε κακουμένης ὑπὸ τῶν Ὀδοάκρου βαρβάρων, καίπερ οὐ δι’ ὀλίγου, ἀλλ’ ἐς δέκα ἐνιαυτοὺς τὰ δεινὰ εἰργασμένου, νῦν δὲ τοὺς δικαίως αὐτὴν κεκτημένους, οὐδὲν ὑμῖν προσῆκον, βιάζεσθε.

然而,在如此局势之下,当意大利遭奥多亚克麾下的蛮族蹂躏之时,你们却不闻不问——尽管他施加暴行非止片刻,而是整整十年之久;如今你们对正当拥有此地之人大动干戈,却无任何合法的理据。

§6.6.22

οὐκοῦν ἐντεῦθεν ἡμῖν ἐκποδὼν ἵστασθε, τά τε ὑμέτερα αὐτῶν ἔχοντες καὶ ὅσα ληϊσάμενοι τετυχήκατε.” Καὶ ὁ Βελισάριος· “Ἡ μὲν ὑπόσχεσις ὑμῶν βραχέα τε εἰρῆσθαι καὶ μέτρια προὔλεγεν, ἡ δὲ ῥῆσις μακρά τε καὶ οὐ πόρρω ἀλαζονείας ὑμῖν γέγονε.

因此,请你们自此退避开去,带上你们自己的所有物以及所掠夺得来的一切离开吧。”贝利撒留回答道:“你们当初曾许诺言辞会简短而有节制,然而你们的演说却冗长繁复,且与傲慢狂妄相差无几。

§6.6.23

Θευδέριχον γὰρ βασιλεὺς Ζήνων Ὀδοάκρῳ πολεμήσοντα ἔπεμψεν, οὐκ ἐφ’ ᾧ Ἰταλίας αὐτὸς τὴν ἀρχὴν ἔχοι· τί γὰρ ἂν καὶ τύραννον τυράννου διαλλάσσειν βασιλεῖ ἔμελεν; ἀλλ’ ἐφ’ ᾧ ἐλευθέρα τε καὶ βασιλεῖ κατήκοος ἔσται.1

须知皇帝芝诺派遣狄奥多里克攻打奥多亚克,并非以让他本人统辖意大利为条件——皇帝何须在意用一个僭主去替换另一个僭主?——而是以该地应当恢复自由并顺从于皇帝为条件。

§6.6.24

ὁ δὲ τὰ περὶ τὸν τύραννον εὖ διαθέμενος ἀγνωμοσύνῃ ἐς τἄλλα οὐκ ἐν μετρίοις ἐχρήσατο· ἀποδιδόναι γὰρ τῷ κυρίῳ τὴν γῆν οὐδαμῆ ἔγνω.

然而他在妥善解决了僭主之事后,在其余事上却表现出极大的背信弃义;因为他决意无论如何也不将土地归还给真正的主人。

§6.6.25

οἶμαι δὲ ἔγωγε τόν τε βιασάμενον καὶ ὃς ἂν τὰ τοῦ πέλας ἑκουσίως μὴ ἀποδιδῷ ἴσον γε εἶναι. ἐγὼ μὲν οὖν χώραν τὴν βασιλέως ἑτέρῳ τῳ οὔποτε οὐκ ἂν παραδοίην.

而我本人认为,强取豪夺者与不肯主动归还邻人财物者并无二致。因此,我绝不会将属于皇帝的领土转交给任何其他人。

§6.6.26

εἰ δέ του ἄλλου τυχεῖν βούλεσθε, λέγειν ἀφίημι.”

但如果你们希望获得别的事物,我准许你们陈述。”

§6.6.27

Οἱ δὲ βάρβαροι· “Ὡς μὲν οὖν ἀληθῆ πάντα ἡμῖν εἴρηται οὐδὲ ὑμῶν τινα λέληθεν. ἡμεῖς δὲ ὅπως ἥκιστα φιλονεικεῖν δόξαιμεν, καὶ Σικελίας, τοσαύτης τε τὸ μέγεθος καὶ τοιαύτης τὸν πλοῦτον οὔσης, ὑμῖν ἐξιστάμεθα, ἧς δὴ ἐκτὸς Λιβύην ὑμᾶς ἀσφαλῶς κεκτῆσθαι οὐ δυνατόν.”

蛮族使节说:“我们所言句句属实,你们之中也无一人不知。然而为了尽量不显得我们在意气用事,我们愿将西西里让予你们——该地幅员辽阔、物产丰饶,若无此地,你们确实不可能稳固地保全利比亚。”

§6.6.28

Καὶ ὁ Βελισάριος· “Καὶ ἡμεῖς δὲ Γότθους Βρεττανίαν ὅλην ξυγχωροῦμεν ἔχειν, μείζω τε παρὰ πολὺ Σικελίας οὖσαν καὶ Ῥωμαίων κατήκοον τὸ ἀνέκαθεν γεγενημένην.

贝利撒留回答说:“那么我们也准许哥特人拥有整个不列颠,该岛不仅比西西里大得多,且自古便臣属于罗马人。

§6.6.29

τοὺς γὰρ εὐεργεσίας ἢ χάριτός τινος ἄρξαντας τοῖς ἴσοις ἀμείβεσθαι ἄξιον.”

因为凡是率先施恩或示好之人,理当受到同等的回报。”

§6.6.30

Βάρβαροι· “Οὐκοῦν, ἤν τι καὶ περὶ Καμπανίας ὑμῖν ἢ Νεαπόλεως αὐτῆς εἴποιμεν, οὐκ ἂν δέξαισθε;”

蛮族说:“那么,若我们向你们提出有关坎帕尼亚乃至那不勒斯本身的条件,你们也不会接受吗?”

§6.6.31

Βελισάριος· “Οὐ γάρ ἐσμεν κύριοι τὰ βασιλέως πράγματα διοικήσασθαι οὐχ ὅπη αὐτῷ βουλομένῳ ἐστίν.”2 Βάρβαροι· “Οὐδ’ ἢν χρήματα ῥητὰ φέρειν βασιλεῖ ἐφ’ ἕκαστον ἔτος ἡμᾶς αὐτοὺς τάξωμεν;”

贝利撒留说:“正是,因为我们无权以不合皇帝心意的方式去处置皇帝的领土事务。”蛮族说:“哪怕我们自行规定每年向皇帝缴纳一笔固定的贡款也不行吗?”

§6.6.32

Βελισάριος· “Οὐ δῆτα. οὐ γὰρ ἄλλου του ἡμεῖς αὐτοκράτορες ἢ ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν.”3

贝利撒留说:“绝不行。因为我们除了为主权拥有者守卫这片领土之外,并无任何其他全权。”

§6.6.33

Βάρβαροι· “Φέρε δή, στέλλεσθαι ἡμᾶς παρὰ βασιλέα ἀνάγκη καὶ πρὸς ἐκεῖνον τὰς ξυνθήκας περὶ τῶν ὅλων ποιήσασθαι. δεῖ δὲ καὶ τακτόν τινα ὁρίζεσθαι χρόνον καθ’ ὃν προσήκει τὰ στρατόπεδα ἐς ἐκεχειρίαν παρίστασθαι.”

蛮族说:“那么,我们有必要前往皇帝御前,与他就全局事项订立条约。同时亦须确定一个明确的期限,在此期间两军应当休战。”

§6.6.34

Βελισάριος· “Ἔστω· γινέσθω ταῦτα. οὐ γάρ ποτε ὑμῖν εἰρηναῖα βουλευομένοις ἐμποδὼν στήσομαι.”

贝利撒留说:“好吧,便照此办理。因为当你们商讨和平之事时,我绝不会横加阻拦。”

§6.6.35

Τοσαῦτα εἰπόντες διελύθησάν τε ἐκ τῶν λόγων ἑκάτεροι καὶ οἱ πρέσβεις τῶν Γότθων ἐς τὸ σφέτερον στρατόπεδον ἀπεχώρησαν.

言尽于此,双方结束了会谈各自散去,哥特使节退回己方军营。

§6.6.36

ἡμέραις δὲ ταῖς ἐπιγινομέναις συχνὰ παρ’ ἀλλήλους φοιτῶντες τά τε ἀμφὶ τῇ ἐκεχειρίᾳ διετίθεντο καὶ ὅπως δὴ ἐπὶ ταύτῃ τῶν τινας ἐπισήμων ἑκάτεροι ἀλλήλοις ἐν ὁμήρων λόγῳ παρέχωνται.

在接下来的日子里,双方使者频繁互访,妥善商定了休战事宜,以及双方各自如何为此向对方提供若干显要人物充当人质。

语法注3 条
  1. 6.6.23ἀλλ’ ἐφ’ ᾧ ἐλευθέρα τε καὶ βασιλεῖ κατήκοος ἔσται

    ἐφ' ᾧ(以……为条件)接将来时直陈式 ἔσται 的结构,用以引出约定的具体条件,意为“以该地当恢复自由并臣属于皇帝为条件”。

  2. 6.6.31οὐχ ὅπη αὐτῷ βουλομένῳ ἐστίν

    与格人称代词 αὐτῷ 与与格分词 βουλομένῳ 及 ἐστί 构成的惯用句式(“符合某人之愿”),由 ὅπη 引导并带否定词 οὐχ,意为“以不合皇帝心意的方式”或“违背其意愿”。

  3. 6.6.32οὐ γὰρ ἄλλου του ἡμεῖς αὐτοκράτορες ἢ ὥστε τῷ κεκτημένῳ φυλάξαι τὴν χώραν

    形容词 αὐτοκράτορες(享有全权者)支配属格 ἄλλου του,并与表示比较/例外的 ἢ(除……之外)以及 ὥστε + 不定式 φυλάξαι 相结合,构成强烈的限制表达:“除了为主权拥有者守卫这片领土之外,并无任何其他全权”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.6.18-6.6.36