- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.6.1-6.6.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
不堪瘟疫与饥荒折磨的哥特人因闻知拜占庭援军将至而惶恐撤退,遂遣使至罗马向贝利撒留提议和谈,并申明当年奉芝诺之命接管意大利的历史合法性及其对罗马法律与政体的恪守。
Οἱ δὲ βάρβαροι εὐθὺς μὲν ἀπεγίνωσκόν τε τὸν πόλεμον καὶ ὅπως ἐνθένδε ἀναχωρήσωσιν ἐν βουλῇ εἶχον, πρός τε τοῦ λοιμοῦ καὶ τῶν πολεμίων διεφθαρμένοι, ἐς ὀλίγους τε ἤδη ἐκ μυριάδων περιεστηκότες πολλῶν, οὐχ ἥκιστα δὲ καὶ τῷ λιμῷ ἐπιέζοντο τῷ μὲν λόγῳ πολιορκοῦντες, ἔργῳ δὲ πολιορκούμενοι πρὸς τῶν ἐναντίων καὶ πάντων ἀποκεκλεισμένοι τῶν ἀναγκαίων.
蛮族当即对战局感到绝望,并着手商议如何自此撤退,因为他们已被瘟疫和敌军消磨殆尽,原本数万之众如今已所剩无几;而尤令他们苦不堪言的则是饥荒,他们名义上是包围者,实际上却反遭对手包围,所有生活必需品尽遭截断。
ἐπεὶ δὲ καὶ στράτευμα ἕτερον ἐλθεῖν τοῖς πολεμίοις κατὰ γῆν τε καὶ θάλασσαν ἐκ Βυζαντίου ἐπύθοντο, οὐχ ὅσον ἐτύγχανεν ὄν, ἀλλ’ ὅσον ἡ τῆς φήμης ἐξουσία ποιεῖν ἴσχυε, κατωρρωδηκότες τὸν κίνδυνον τὴν ἀναχώρησιν ἐν βουλῇ ἐποιοῦντο.
及至他们得知另有一支敌军正从拜占庭循陆海两路开来——其规模并非实际所有的数目,而是风闻之辞极力夸大后的大军——他们对这一危险惊骇万分,遂决意撤退。
ἔπεμψαν οὖν πρέσβεις ἐς Ῥώμην, Ῥωμαῖον ἄνδρα ἐν Γότθοις δόκιμον τρίτον αὐτόν,1 ὃς παρὰ Βελισάριον ἐλθὼν ἔλεξε τοιάδε·
于是他们派遣使节前往罗马,正使是一名在哥特人中深具声望的罗马人,一行共计三人。
“Ὡς μὲν οὐδετέροις ἡμῶν ἐς τὸ ξυμφέρον τὰ τοῦ πολέμου κεχώρηκεν ἐξεπίσταται ἡμῶν ἕκαστος ἐς αὐτὴν ἥκων τῶν ἐνθένδε δυσκόλων τὴν πεῖραν.
他来到贝利撒留面前,陈词如下: “战事的进程未对我们任何一方有利,经历过眼前种种苦难的我们每个人对此都心知肚明。
τί γὰρ ἄν τις ἑκατέρων ἀρνηθείη τῶν στρατοπέδων, ὧν γε οὐδετέροις ἐν ἀγνοίᾳ κεῖσθαι συμπέπτωκεν;
因为对于双方阵营皆不可能茫然无知的事实,又有谁能够予以否认呢?
ὡς δὲ ἀξυνέτων ἐστὶν ἀνδρῶν ἀπέραντά τε ταλαιπωρεῖν βούλεσθαι, φιλονεικίας ἕνεκα τῆς αὐτίκα, καὶ λύσιν τῶν ἐνοχλούντων μηδεμίαν εὑρεῖν, οὐδεὶς ἄν, οἶμαι, τῶν γε οὐκ ὄντων ἀνοήτων ἀντείποι.
而为了眼前的意气之争甘愿承受无休止的折磨,却不寻求摆脱困境的任何解决之道,此乃愚昧之徒所为,我想凡心智健全之人皆不会持异议。
ὅταν δὲ ταῦτα οὕτως ἔχῃ, τοὺς ἑκατέρων ἡγουμένους προσήκει μὴ δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι,2 ἀλλὰ τά τε δίκαια καὶ τὰ ξύμφορα οὐ σφίσιν αὐτοῖς μόνον, ἀλλὰ καὶ τοῖς σφῶν ἐναντίοις ἑλέσθαι, οὕτω τε τὴν διάλυσιν τῶν παρόντων ποιεῖσθαι δυσκόλων.
既然局势如此,双方领袖自当不为个人虚名而牺牲臣民的安全,反而应当选择不仅对自己、而且对对手亦属公允有益之道,从而化解眼前的困顿。
τὸ μὲν γὰρ τῶν μετρίων ἐφίεσθαι πᾶσι χαλεποῖς δίδωσι πόρον, τῷ δὲ φιλονείκῳ τὸ μηδὲν περαίνεσθαι τῶν δεόντων συμπέφυκεν.
因为追求适度能为一切危难提供出路,而固执好胜则注定一事无成。
ἡμεῖς μὲν οὖν καταστροφῆς πέρι τοῦδε βουλευσάμενοι τοῦ πολέμου τὰ ξύμφορα ἑκατέροις προτεινόμενοι, ἐν οἷς τι καὶ τῶν δικαίων ἐλασσοῦσθαι οἰόμεθα, παρ’ ὑμᾶς ἥκομεν.
因此,我们经过深思熟虑,为了结束这场战争,并提出对双方皆属有利的方案,其中我们甚至自愿放弃某些正当权利,这才来到你们面前。
ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε.3
但愿你们不要出于对我们的好胜意气,宁可玉石俱焚,也不愿选择对自己有利之策。
προσήκει δὲ μὴ ξυνεχεῖ ῥήσει τοὺς λόγους ἀμφοτέρους ποιεῖσθαι, ἀλλ’ ὑπολαμβάνοντας ἐκ τοῦ παραυτίκα, ἤν τι μὴ ἐπιτηδείως εἰρῆσθαι δοκῇ. οὕτω γὰρ ἑκατέροις εἰρηκέναι τε διὰ βραχέος ὅσα σφίσι κατὰ νοῦν ἐστι καὶ τὰ δέοντα πεπραχέναι ξυμβήσεται.” ἀπεκρίνατο Βελισάριος·
双方亦不宜各自滔滔不绝地作长篇陈述,而应在发现任何言辞不妥之时当场插话指出。因为只有这样,双方才能各自简明扼要地表达心意,并促成必要事务的办结。”
“Οὕτω μέν, ὅπως φατέ, προϊέναι τὸν διάλογον οὐδὲν κωλύσει, ὅπως δὲ εἰρηναῖά τε καὶ δίκαια πρὸς ὑμῶν λέγοιτο.”
贝利撒留回答道: “正如你们所言,没有任何事情能阻止谈判照此方式进行,只要你们口中所言皆是和平与正义之语。”
Αὖθις οὖν Γότθων οἱ πρέσβεις εἶπον· “Ἠδικήκατε ἡμᾶς, ἄνδρες Ῥωμαῖοι, ἐπὶ φίλους τε καὶ ξυμμάχους ὄντας ὅπλα οὐ δέον ἀράμενοι. ἐροῦμεν δὲ ἅπερ καὶ ὑμῶν ἕκαστον οἰόμεθα ξυνεπίστασθαι.
于是哥特使节再次发言道:“罗马人啊,你们对身为朋友与盟友的我们兴起不义之兵,实是对我们的侵害。我们将陈述我们相信你们每个人同样深知的事实。
Γότθοι γὰρ οὐ βίᾳ Ῥωμαίους ἀφελόμενοι γῆν τὴν Ἰταλίας ἐκτήσαντο, ἀλλ’ Ὀδόακρός ποτε τὸν αὐτοκράτορα καθελὼν ἐς τυραννίδα τὴν τῇδε πολιτείαν μεταβαλὼν εἶχε.
因为哥特人并非以武力从罗马人手中夺取意大利土地;而是昔日奥多亚克废黜皇帝,将此地的政体变为僭主统治据为己有。
Ζήνων δὲ τότε τῆς ἑῴας κρατῶν καὶ τιμωρεῖν μὲν τῷ ξυμβεβασιλευκότι βουλόμενος καὶ τοῦ τυράννου τήνδε τὴν χώραν ἐλευθεροῦν, Ὀδοάκρου δὲ καταλῦσαι τὴν δύναμιν οὐχ οἷός τε ὤν, Θευδέριχον ἀναπείθει τὸν ἡμῶν ἄρχοντα, καίπερ αὐτόν τε καὶ Βυζάντιον πολιορκεῖν μέλλοντα, καταλῦσαι μὲν τὴν πρὸς αὐτὸν ἔχθραν τιμῆς ἀναμνησθέντα πρὸς αὐτοῦ ἧς τετύχηκεν ἤδη, πατρίκιός τε καὶ Ῥωμαίων γεγονὼς ὕπατος, Ὀδόακρον δὲ ἀδικίας τῆς ἐς Αὐγούστουλον τίσασθαι, καὶ τῆς χώρας αὐτόν τε καὶ Γότθους τὸ λοιπὸν κρατεῖν ὀρθῶς καὶ δικαίως.
当时统辖东方的芝诺既欲为同僚皇帝复仇,又欲将此地自僭主手中解救出来,然而他无力摧毁奥多亚克的势力,遂说服我们的领袖狄奥多里克——尽管狄奥多里克当时正准备围攻他本人及拜占庭——念及此前自芝诺处所蒙受的尊荣(他已成为罗马的贵族及执政官),从而化解与他的敌意,就奥多亚克加诸奥古斯图卢斯的罪行予以惩处,并在日后由他本人与哥特人端正且公义地统治这片土地。
οὕτω τοίνυν παραλαβόντες τὴν τῆς Ἰταλίας ἀρχὴν τούς τε νόμους καὶ τὴν πολιτείαν διεσωσάμεθα τῶν πώποτε βεβασιλευκότων οὐδενὸς ἧσσον, καὶ Θευδερίχου μὲν ἢ ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ ἄγραφός ἐστι.4
我们便是这样接掌了意大利的统治权,我们对法律与政体的捍卫,丝毫不逊于以往任何一位统治者;无论是狄奥多里克还是承袭哥特权柄的任何后继者,绝无颁行过任何一项无论是成文还是不成文的自创新法。”
- 6.6.3τρίτον αὐτόν
序数词与 αὐτός 连用的习语,意为“包括本人在内共三人”(即以其为首的三人使团)。
- 6.6.7δόξης τῆς οἰκείας τὴν τῶν ἀρχομένων σωτηρίαν προΐεσθαι
动词 προΐημι(放弃、牺牲)支配宾格宾语(τὴν ... σωτηρίαν)并附带表示交换或代价的属格(δόξης τῆς οἰκείας),意为“为了(换取)个人的虚名而牺牲臣民的安全”。
- 6.6.10ὅπως δὲ καὶ ὑμεῖς μὴ φιλονεικίᾳ τινὶ πρὸς ἡμᾶς χρώμενοι ξυνδιαφθείρεσθαι μᾶλλον ἢ τὰ ξυνοίσοντα ὑμῖν αὐτοῖς ἑλέσθαι βουλεύσησθε
由 ὅπως μή 搭配不定过去时虚拟式(βουλεύσησθε)构成的独立告诫/规劝句,省略了主句动词(如“请注意/务必”),意为“切望你们不要……”。与前文的 ἡμεῖς μὲν οὖν... 构成鲜明对照。
- 6.6.17Θευδερίχου μὲν ἢ ἄλλου ὁτουοῦν διαδεξαμένου τὸ Γότθων κράτος νόμος τὸ παράπαν οὐδεὶς οὐκ ἐν γράμμασιν, οὐκ ἄγραφός ἐστι
属格短语 Θευδερίχου ... διαδεξαμένου 作 νόμος 的来源/出处属格(或主体属格),意为“绝无出自狄奥多里克或任何继位者的法律”,强调哥特诸王并未创制本族的新法,而是完整因袭罗马法。
