← 普罗科皮乌斯

战史

§6.5.13-6.5.27

击溃哥特追兵与图拉真面部负伤

罗马军队在蒙迪拉斯与阿基利努斯的英勇突击下合围并重创追击的哥特军,迫使其败退困守营寨;此役中图拉真面部中箭且铁镞深陷肉中,数年后箭头竟奇迹般自行逐渐向外排出而不伤其身。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.13

ἓν δὲ τῶν Γότθων στρατόπεδον παρὰ τὴν ταύτῃ ὁδὸν ἐτύγχανεν ὄν, καί τις αὐτοῦ ἔμπροσθεν ἦν στενοχωρία κρημνώδης τε καὶ δεινῶς ἄβατος.

当时,哥特人的一处营寨恰好坐落在此处道路旁,其正前方有一处既陡峭又极难通行的险隘。

§6.5.14

ἐνταῦθα τῶν τις βαρβάρων τεθωρακισμένος τε καὶ σώματος ἐς ἄγαν εὖ ἥκων,1 ἐπειδὴ εἶδε προϊόντας τοὺς πολεμίους, προτερήσας εἱστήκει καὶ τοὺς ἑταίρους ἐκάλει τε καὶ τὴν στενοχωρίαν ξυμφυλάσσειν ἠξίου.

在那里,有一名身披铠甲、身躯极其健硕的蛮族战士,见敌军推进,便抢先挺身立于隘口,呼唤同伴并催促他们一同把守这一窄径。

§6.5.15

Μουνδίλας δὲ φθάσας αὐτόν τε ἔκτεινε καὶ τῶν ἄλλων βαρβάρων οὐδένα ἐς τοῦτον διελθεῖν τὸν στενωπὸν ξυνεχώρησε.

然而蒙迪拉斯先发制人将他斩杀,未准许其余任何蛮族通过此一窄道。

§6.5.16

διελθόντες οὖν, οὐδενὸς σφίσιν ἀντιστατοῦντος, ἔς τε τὸ πλησίον χαράκωμα ἵκοντο καὶ αὐτοῦ τινες δι’ ὀλίγου ἀποπειρασάμενοι οὐκ ἔσχον ἑλεῖν ἰσχύϊ τοῦ χαρακώματος, καίπερ οὐ πολλῶν ἐνταῦθα ἐγκαταλελειμμένων βαρβάρων.

于是,他们在无人阻拦的情况下穿过隘道,抵达附近的营寨;其中数人稍作尝试攻打,却因营垒的坚固而未能将其攻克,尽管留在该处的蛮族为数并不多。

§6.5.17

ἥ τε γὰρ τάφρος ἐς μέγα τι βάθους ὠρώρυκτο χρῆμα2 καὶ χοῦς ὃς ἐνθένδε ἀφῄρητο, ἐς τὴν ἐντὸς ἀεὶ ἐντιθέμενος μοῖραν ἐς ὕψος τε ᾔρετο καὶ ἀντὶ τείχους ἐγίνετο, τοῖς τε σκόλοψι περιεσταύρωτο ὑπερφυῶς, ὀξέσι τε λίαν καὶ συχνοῖς οὖσιν.

因为那道壕沟被挖得深不可测,而从中掘出的泥土源源不断地堆叠在内侧,高高隆起作为城墙之用,周围更异乎寻常地密布着极其锋利且排列紧密的尖桩木栅。

§6.5.18

οἷς δὴ θαρσοῦντες οἱ βάρβαροι καρτερῶς τοὺς πολεμίους ἠμύνοντο. εἷς δὲ τῶν Βελισαρίου ὑπασπιστῶν, Ἀκυλῖνος ὄνομα, δραστήριος ἀνὴρ ἐν τοῖς μάλιστα, λώρου λαβόμενος ἵππου, ἐνθένδε ξὺν τῷ ἵππῳ ἐς μέσον τὸ χαράκωμα ἥλατο, καί τινας τῶν ἐναντίων αὐτοῦ ἔκτεινε.

蛮族依仗这些设施顽强抵御敌军。此时,贝利撒留的随从侍卫中有一位名叫阿基利努斯的勇士,为人极富进取魄力,他牵起马缰,携战马一跃跳入木栅营垒正中,并在当场斩杀了数名敌兵。

§6.5.19

περιστάντων δὲ αὐτὸν συχνά τε ἀκοντιζόντων τῶν ἐναντίων ὁ μὲν ἵππος πληγεὶς ἔπεσεν, αὐτὸς δὲ παρὰ δόξαν διὰ μέσων τῶν πολεμίων διέφυγε.

及至敌兵将他包围并密集投掷标枪,战马中矛倒毙,而他本人却出人意料地穿过重围脱险逃出。

§6.5.20

πεζὸς δὲ ξὺν τοῖς ἑταίροις ἐπὶ πύλας Πιγκιανὰς ᾔει. ἔτι τε διώκοντας τοὺς βαρβάρους καταλαβόντες καὶ κατὰ νώτου βάλλοντες ἔκτειναν.

他随后徒步随同袍奔向平奇亚门。他们追上那些仍在追击的蛮族,从其背后放箭攻击并将他们消灭。

§6.5.21

Ὅπερ δὴ οἱ ἀμφὶ Τραϊανὸν κατιδόντες, ἐπιβεβοηθηκότων σφίσι καὶ τῶν ταύτῃ ἐν παρασκευῇ καθεστώτων ἱππέων, ἐπὶ τοὺς διώκοντας δρόμῳ ἐχώρουν.

图拉真所部见状,加上该处整装待命的骑兵亦出击接应,遂全速向追兵扑去。

§6.5.22

τότε δὴ οἱ Γότθοι καταστρατηγηθέντες τε καὶ τῶν πολεμίων ἐν μέσῳ ἐκ τοῦ ἀπροσδοκήτου ἀπειλημμένοι, οὐδενὶ κόσμῳ ἐκτείνοντο.

此时哥特人中计受挫,且出其不意地被截断于敌军两翼之间,溃不成军地遭到屠戮。

§6.5.23

πολύς τε αὐτῶν γέγονε φόνος καὶ ὀλίγοι κομιδῆ ἐς τὰ στρατόπεδα διέφυγον μόλις, οἵ τε λοιποὶ περὶ πᾶσι τοῖς χαρακώμασι δείσαντες αὐτοῦ φραξάμενοι τὸ λοιπὸν ἔμενον, αὐτίκα δὴ μάλα ἐπιέναι σφίσι τοὺς Ῥωμαίους οἰόμενοι.

他们遭到了惨重伤亡,极少数人勉强逃回营寨;其余的人则为所有营垒感到恐惧,就地闭门自守,此后一直留在那里,以为罗马军转瞬之间便会向他们发起总攻。

§6.5.24

ἐν τούτῳ τῷ ἔργῳ τῶν τις βαρβάρων Τραϊανὸν βάλλει ἐς τὸ πρόσωπον, ὀφθαλμοῦ μὲν τοῦ δεξιοῦ ἄνωθεν, ὀλίγῳ δὲ τῆς ῥινὸς ἄποθεν. καὶ σίδηρος μὲν ἅπας ἐντός τε ἐπάγη καὶ παντάπασιν ἀφανὴς γέγονε, καίπερ μεγάλην τε τὴν ἀκίδα ἔχων καὶ μακρὰν κομιδῆ. τοῦ δὲ βέλους τὸ λειπόμενον ἐς τὴν γῆν οὐδενὸς βιασαμένου εὐθὺς ἔπεσε· δοκεῖ γάρ μοι οὐδὲ ἀσφαλῶς ἐς αὐτὸν ὁ σίδηρός πη ἐρηρεῖσθαι.3

在这次交战中,一名蛮族射中图拉真的面部,正位于右眼上方、稍偏离鼻梁之处。 尽管箭镞既粗大又极长,但整截铁镞深深嵌入皮肉内,完全隐没不见。而箭矢的其余部分在未受外力触碰的情况下便径直坠落在地;依我之见,乃是由于铁镞未能以任何方式牢固固定在箭杆之上。

§6.5.26

Τραϊανῷ μέντοι αἴσθησις τούτου οὐδεμία ἐγένετο, ἀλλ’ οὐδέν τι ἧσσον κτείνων τε καὶ διώκων τοὺς πολεμίους διέμεινε. πέμπτῳ δὲ ὕστερον ἐνιαυτῷ αὐτόματον ἐν τῷ προσώπῳ προὖχον τὸ τοῦ σιδήρου ἄκρον ἐφάνη.

然而图拉真对此全无痛感,仍一如既往地持续斩杀并追击敌军。直到五年之后,铁镞的尖端竟自行从面部凸显出来。

§6.5.27

τρίτον τε τοῦτο ἔτος ἐξ οὗ4 κατὰ βραχὺ πρόεισιν ἔξω ἀεί. ἐπίδοξος οὖν ἐστι πολλῷ ὕστερον χρόνῳ ἔξω γενήσεσθαι ἡ ἀκὶς ξύμπασα. ἐμπόδιος δὲ τῷ ἀνθρώπῳ οὐδαμῆ γέγονε. ταῦτα μὲν δὴ οὕτως ἔσχεν.

自那以后铁镞不断一点一滴向外推进,如今已是第三个年头。因此完全可以预见,在更久的时间之后,整枚箭镞便会全部排至体外。而它对该人未造成任何妨碍。事情的经过便是如此。

语法注4 条
  1. 6.5.14σώματος ἐς ἄγαν εὖ ἥκων

    短语 εὖ ἥκειν 搭配表示关系的属格(此处为 σώματος),为古典希腊语常见习语,意为“在某方面处于极佳状态/极为擅长”。加之 ἐς ἄγαν(“极其”),整体修饰该士兵体魄极其健壮魁梧。

  2. 6.5.17ἐς μέγα τι βάθους ὠρώρυκτο χρῆμα

    名词 χρῆμα 搭配部分属格(此处为 βάθους)是希腊语散文中用于修辞强化的习用结构,用以表示“庞然大物”或“惊人之量”(即“深不可测的巨大事物”)。整句意为壕沟被挖掘得极深。

  3. 6.5.25ἐς αὐτὸν ὁ σίδηρός πη ἐρηρεῖσθαι

    不定式 ἐρηρεῖσθαι 为动词 ἐρείδω(“紧固、牢嵌”)的完成时被动态不定式。阳性单数代词 αὐτόν 指代承接上文的木质箭杆(从 τοῦ δὲ βέλους τὸ λειπόμενον 引申,或指代未明言的阳性词 κάλαμος/δόναξ),意为“铁镞并未牢固地固定在箭杆之上”。

  4. 6.5.27τρίτον τε τοῦτο ἔτος ἐξ οὗ

    表示时间的定型结构,“自……以来(ἐξ οὗ),这已经是第三个年头(τρίτον τοῦτο ἔτος)”。ἐξ οὗ 相当于 ἐξ οὗ χρόνου,引出事态开始延续的时间起点。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.5.13-6.5.27