← 普罗科皮乌斯

战史

§6.5.1-6.5.12

帝国援军的抵达与贝利撒留的诱敌策应

拜占庭援军抵达意大利各处并押送物资向罗马汇合,贝利撒留为了策应援军,连夜拆除封堵弗拉米尼亚门的石墙,并通过平奇亚门派遣诱敌骑兵引蛇出洞,对哥特军实施奇袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.5.1

Ἐν τούτῳ δὲ καὶ ἄλλο στράτευμα ἐκ Βυζαντίου κατέπλευσεν, Ἰσαύρων μὲν ἐς τὸν Νεαπόλεως λιμένα τρισχίλιοι, ὧν Παῦλος καὶ Κόνων ἡγοῦντο, ἐς Δρυοῦντα δὲ Θρᾷκες ἱππεῖς ὀκτακόσιοι, ὧν Ἰωάννης ἦρχεν ὁ Βιταλιανοῦ τοῦ πρώην τετυραννηκότος ἀδελφιδοῦς καὶ ξὺν αὐτοῖς ἕτεροι στρατιῶται ἐκ καταλόγου ἱππικοῦ χίλιοι· ὧν ἄλλοι τε καὶ Ἀλέξανδρός τε καὶ Μαρκέντιος ἦρχον.

与此同时,另一支军队亦从拜占庭乘船驶抵:三千名伊苏利亚人在保罗与科农率领下抵达那不勒斯港;八百名色雷斯骑兵抵达德律乌斯,由昔日反叛者维塔利安的侄子约翰统率,随同他们前来的还有编入骑兵名册的一千名士兵,由亚历山大、马尔肯提乌斯等人指挥。

§6.5.2

ἐτύγχανε δὲ ἤδη καὶ Ζήνων ξὺν τριακοσίοις ἱππεῦσιν ἐς Ῥώμην διά τε Σαμνίου καὶ Λατίνης ὁδοῦ ἀφικόμενος. ἐπεὶ δὲ καὶ Ἰωάννης ξὺν τοῖς ἄλλοις ἅπασιν ἐς Καμπανίαν ἦλθεν, ἁμάξας πολλὰς ἐκ Καλαβρῶν ἔχων, ἀνεμίγνυντο αὐτοῖς πεντακόσιοι ἠθροισμένοι ἐκ Καμπανίας, ὥσπερ μοι εἴρηται. οὗτοι μὲν ὁδὸν τὴν παραλίαν ξὺν ταῖς ἁμάξαις ᾔεσαν ἐν νῷ ἔχοντες, ἤν τι ἀπαντήσῃ πολέμιον σφίσι, κύκλον τέ τινα καὶ χαρακώματος σχῆμα τὰς ἁμάξας ποιησάμενοι ἐνθένδε τοὺς ἐπιόντας ἀμύνασθαι, τοὺς δὲ ἀμφὶ Παῦλόν τε καὶ Κόνωνα πλεῖν κατὰ τάχος ἐκέλευον, καὶ σφίσιν ἐς Ὀστίαν συμμῖξαι τὸ Ῥωμαίων ἐπίνειον, σῖτον μὲν ἱκανὸν ἐν ταῖς ἁμάξαις ἐνθέμενοι, ναῦς δὲ ἁπάσας οὐ σίτου μόνον ἐμπλησάμενοι, ἀλλὰ καὶ οἴνου καὶ τῶν ἀναγκαίων ἁπάντων.

此时,芝诺亦恰已率领三百名骑兵经由萨姆奈姆与拉丁大道抵达罗马。而当约翰率领其余全军抵达坎帕尼亚、携带着从卡拉布里亚征调的众多大车时,正如我先前所述,在坎帕尼亚召集的那五百人与他们汇合。这些人带着大车沿沿海大道进发,打算一旦遭遇任何敌军,便将大车结成圆阵与木栅堡垒的形状,依仗车阵抗击进犯之敌;他们命保罗与科农所部尽快扬帆航行,在罗马的外港奥斯提亚与他们会师,他们已在大车上装载了充足的粮食,并使所有船只不仅装满粮食,亦载满了酒水与一切必需物资。

§6.5.4

καὶ αὐτοὶ μὲν τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Τραϊανὸν ᾤοντο ἐς τὰ ἐπὶ Ταρακίνης χωρία εὑρήσειν καὶ ξὺν αὐτοῖς ἐνθένδε ἰέναι· γεγονότες δὲ ἄγχιστα ἔμαθον ὡς ὀλίγῳ πρότερον ἐς Ῥώμην μετάπεμπτοι ἀνεχώρησαν.

他们原本以为会在塔拉奇纳一带找到马丁努斯与图拉真所部,并从那里与他们一同前行;然而当行至近旁时,方得知他们不久前奉召撤回了罗马。

§6.5.5

Βελισάριος δὲ τοὺς ἀμφὶ τὸν Ἰωάννην προσιέναι μαθὼν καὶ δείσας μὴ σφᾶς οἱ πολέμιοι πλήθει πολλῷ ἀπαντήσαντες διαφθείρωσιν ἐποίει τάδε.

贝利撒留获悉约翰等人正逐渐接近,因担忧敌军以重兵截击并消灭他们,遂采取了如下计策。

§6.5.6

πύλην τὴν Φλαμινίαν, οὗ δὴ αὐτῆς ἄγχιστα ἐνστρατοπεδεύσασθαι τοὺς πολεμίους τετύχηκε, λίθων οἰκοδομίαις αὐτὸς κατ’ ἀρχὰς τοῦδε τοῦ πολέμου ἀπέφραξεν, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη, ὅπως δὴ μὴ ἐνθένδε οἱ πολέμιοι εὐπετῶς ἔχωσιν ἢ βιάζεσθαι ἤ τινα ἐπιβουλὴν ἐς τὴν πόλιν ποιεῖσθαι.

弗拉米尼亚门正对着敌军设营最近之处,在这场战争伊始,正如我先前所述,贝利撒留亲自用石墙将其封堵,以免敌军由此轻易强攻或对城池施展诡计。

§6.5.7

καὶ ἀπ’ αὐτοῦ ξυμβολὴν οὐδεμίαν ἐν ταύτῃ γεγονέναι ξυμβέβηκεν, οὐδ’ ἄν τι οἱ βάρβαροι ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον.1

正因如此,此处从未爆发过任何交战,蛮族亦绝未料到会有敌对行动从该门发起。

§6.5.8

ταύτης τῆς πύλης νύκτωρ τὴν οἰκοδομίαν περιελών, οὐδενὶ τῶν πάντων προειρημένον,2 τὸ πλεῖστον τοῦ στρατοῦ ἐνταῦθα ἡτοίμαζεν.

他在夜间拆除了这道城门的石墙,事前未对任何人透露,并将大半军队部署于该处备战。

§6.5.9

ἅμα τε ἡμέρᾳ διὰ πύλης Πιγκιανῆς Τραϊανόν τε καὶ Διογένην ξὺν ἱππεῦσι χιλίοις ἔπεμψεν, οὓς δὴ ἔν τε τοῖς χαρακώμασι βάλλειν ἐκέλευσε καί, ἐπειδὰν οἱ ἐναντίοι ἐπ’ αὐτοὺς ἴωσι, φεύγειν τε ἥκιστα αἰδουμένους καὶ μέχρι ἐς τὸν περίβολον ἀπελαύνειν δρόμῳ.

拂晓时分,他派遣图拉真与狄奥根尼率一千名骑兵穿过平奇亚门出击,命他们向敌军营寨放箭,而一旦敌军扑来,便毫不顾忌颜面地撤退,策马飞奔直退至城墙脚下。

§6.5.10

τινὰς δὲ καὶ ταύτης ἐντὸς τῆς πυλίδος ἔστησεν. οἱ μὲν οὖν ἀμφὶ Τραϊανόν, καθάπερ σφίσιν ἐπέστελλε Βελισάριος, τοὺς βαρβάρους ἠρέθιζον, καὶ αὐτοὺς οἱ Γότθοι ἐκ πάντων ἀγειρόμενοι τῶν χαρακωμάτων ἠμύνοντο.

他亦在这座小门内侧部署了若干人员。图拉真等人依照贝利撒留的部署挑衅蛮族,而哥特人从各处营寨集结起来迎击。

§6.5.11

ἀμφότεροί τε ὡς τάχιστα ἐπὶ τὸν τῆς πόλεως περίβολον ᾔεσαν, οἱ μὲν ὅτι φεύγουσι δόξαν παρέχοντες, οἱ δὲ διώκειν τοὺς πολεμίους οἰόμενοι.

双方皆以最快速度奔向城垣,一方装出逃窜之态,另一方则以为正在追击溃敌。

§6.5.12

Βελισάριος δέ, ἐπειδὴ τάχιστα τοὺς ἐναντίους ἐς τὴν δίωξιν καθισταμένους εἶδε, πύλην τε τὴν Φλαμινίαν ἀνοίγνυσι καὶ τὸ στράτευμα ἐπὶ τοὺς βαρβάρους οὐ προσδεχομένους ἀφίησιν.

贝利撒留一见敌军陷入追击之势,便立刻洞开弗拉米尼亚门,纵兵扑向毫无戒备的蛮族。

语法注2 条
  1. 6.5.7οὐδ’ ἄν τι οἱ βάρβαροι ἔσεσθαι σφίσι πολέμιον ἐνθένδε ὑπώπτευον

    在由动词 ὑπώπτευον 引导的间接引语中,语气小词 ἄν 与将来时不定词 ἔσεσθαι 连用。此句法结构在古典阿提卡散文中较为少见,但在拟古的晚期希腊语散文中常用于间接引语内以强调潜在性或将来盖然性(“蛮族亦未料到会有敌对行动产生”)。

  2. 6.5.8οὐδενὶ τῶν πάντων προειρημένον

    此处中性单数完成时被动分词 προειρημένον 作非人称的独立宾格(accusative absolute),表示伴随情况(“未曾向任何人预先说明”)。与格 οὐδενί 作分词的间接宾语(或被动句的动作主体)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.5.1-6.5.12