← 普罗科皮乌斯

战史

§6.4.15-6.4.30

蒂布尔的修复与饥荒瘟疫及维苏威火山志

马格努斯与辛图厄斯修复蒂布尔并袭扰敌方粮道,而饥荒与瘟疫同时袭击了哥特人与匈人。当普罗科匹厄斯与安东尼娜在坎帕尼亚整备船队之际,维苏威火山发出轰鸣,作者随之详述了该山的地理特征与喷发异象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.15

Μάγνος δὲ καὶ Σινθούης τοῦ τε φρουρίου ὅσα καταπεπτώκει ἐν βραχεῖ ἀνῳκοδομήσαντο χρόνῳ καὶ ἐπειδὴ ἐν τῷ ἀσφαλεῖ ἐγένοντο, ἤδη μᾶλλον ἐλύπουν τοὺς πολεμίους ἅτε αὐτῶν τὸ ἐπιτείχισμα οὐκ ἄποθεν ὂν1 συχνά τε καταθέοντες καὶ τῷ ἀπροσδοκήτῳ ἐκπλήσσοντες ἀεὶ τῶν βαρβάρων τοὺς τὰ ἐπιτήδεια παραπέμποντας, ἕως Σινθούης ἐν μάχῃ δή τινι δόρατι πληγεὶς τὴν δεξιὰν χεῖρα τῶν τε νεύρων οἱ ἀποκοπέντων2 ἀπόμαχος τὸ λοιπὸν γέγονε.

与此同时,马格努斯与辛图厄斯在短时间内修复了堡垒倾颓的部分;当他们处于安全境地后,便变本加厉地骚扰敌人。由于他们的前哨阵地离敌人不远,他们频繁出击,总是以猝不及防的袭击震慑那些护送粮饷的蛮族,直到辛图厄斯在某次交锋中右手被长矛刺中,因筋腱断裂,此后便无法再战。

§6.4.16

καὶ Οὖννοι δὲ τὸ στρατόπεδον ἐν γειτόνων, ὥσπερ μοι ἐρρήθη, πεποιημένοι οὐκ ἐλάσσω κακὰ τοὺς Γότθους ἐποίουν, ὥστε καὶ αὐτοὶ τῷ λιμῷ ἐπιέζοντο ἤδη, οὐκέτι σφίσιν ἀδείας οὔσης τὰς τροφὰς ὥσπερ τὸ πρότερον ἐσκομίζεσθαι.

正如我已提及的那样,匈人在近处安营扎寨,亦给哥特人带来了不相上下的灾难,以致〔哥特人〕自身如今也深受饥荒压迫,再也无法像从前那样随意运进粮食了。

§6.4.17

καὶ λοιμὸς δὲ αὐτοῖς ἐπεισπεσὼν πολλοὺς ἔφθειρε, καὶ μάλιστα ἐν τῷ στρατοπέδῳ ὅπερ αὐτοῖς ἀγχοῦ τῆς Ἀππίας ὁδοῦ ὕστατον, ὥσπερ μοι προδεδήλωται, γεγονὸς ἔτυχε. καὶ αὐτῶν ὀλίγοι ἐνθένδε ὅσοι οὐ διεφθάρησαν ἐς τἄλλα χαρακώματα ὑπεχώρησαν. ταὐτὸ δὲ τοῦτο καὶ Οὖννοι παθόντες ἐς Ῥώμην εἰσῆλθον.

此外,一场瘟疫降临在他们身上,夺去了许多人的性命,尤其是在我先前已说明的那座紧邻阿庇亚大道最后建立的营垒之中。未曾丧命的少数人从那里撤退到了其他营寨。匈人遭受了同样的厄运,遂进入了罗马城内。

§6.4.19

ταῦτα μὲν οὖν ἐγίνετο τῇδε. Προκόπιος δέ, ἐπεὶ ἐν Καμπανίᾳ ἐγένετο, στρατιώτας τε οὐχ ἧσσον ἢ πεντακοσίους ἐνταῦθα ἤγειρε, καὶ νεῶν πολύ τι χρῆμα σίτου ἐμπλησάμενος ἐν παρασκευῇ εἶχε.

此处的战局便这般发展。而普罗科匹厄斯抵达坎帕尼亚后,在当地召集了不下五百名士兵,并将大量船只装满粮食,整装待发。

§6.4.20

παρῆν δέ οἱ καὶ Ἀντωνίνα οὐ πολλῷ ὕστερον καὶ τοῦ στόλου ἤδη ξὺν αὐτῷ ἐπεμελεῖτο.

安东尼娜不久后也赶到了他身旁,随他一同掌管舰队事务。

§6.4.21

Τότε καὶ τὸ ὄρος ὁ Βέβιος ἐμυκήσατο μέν, οὐ μέντοι ἠρεύξατο, καίτοι γε καὶ λίαν ἐπίδοξος ἀπ’ αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται.3 διὸ δὴ καὶ τοῖς ἐπιχωρίοις ξυνέβη ἐς δέος μέγα ἐμπεπτωκέναι.

当时,维苏威火山也发出了轰鸣,但并未喷发,尽管人们由此极其确信它必将喷发。因此当地居民陷入了极大的恐慌之中。

§6.4.22

τὸ δὲ ὄρος τοῦτο Νεαπόλεως μὲν ἑβδομήκοντα σταδίοις διέχει, τετραμμένον αὐτῆς πρὸς βορρᾶν ἄνεμον, ἀπότομον δὲ ἀτεχνῶς ἐστι, τὰ κάτω μὲν ἀμφιλαφὲς κύκλῳ, τὰ δὲ ὕπερθεν κρημνῶδές τε καὶ δεινῶς ἄβατον.

这座山距离那不勒斯七十斯塔迪昂,位于该城的北风方向;山势极为陡峭,山脚周遭草木茂密,上方则悬崖峭壁,奇险难攀。

§6.4.23

ἐν δὲ τῇ τοῦ Βεβίου ὑπερβολῇ σπήλαιον κατὰ μέσον μάλιστα βαθὺ φαίνεται, ὥστε εἰκάζειν αὐτὸ ἄχρι ἐς τὰ ἔσχατα τοῦ ὄρους διήκειν.

在维苏威山顶处,几乎中央部位可见一处深邃的洞窟,以致让人推测它一直通往山体的最深处。

§6.4.24

καὶ πῦρ ἐνταῦθα ὁρᾶν πάρεστιν, ἤν τις ὑπερκύπτειν τολμήσειε, καὶ χρόνῳ μὲν τῷ ἄλλῳ ἡ φλὸξ ἐφ’ ἑαυτὴν στρέφεται, πράγματα οὐδενὶ παρεχομένη τῶν ταύτῃ ἀνθρώπων, ἐπειδὰν δὲ κτύπον τινὰ μυκηθμῷ ἐμφερῆ τὸ ὄρος ἀφῇ, κόνεως μέγα τι χρῆμα οὐ πολλῷ ὕστερον ἐκ τοῦ ἐπὶ πλεῖστον ἀνίησι.

若是有人敢探身俯瞰,便可在其中窥见火焰;在平素之时,火苗向内回卷,不给当地之人带来任何麻烦;但当这山发出类似低吼的声响时,通常不久便会喷出巨量的灰尘。

§6.4.25

καὶ ἢν μέν τινα ὁδῷ τὸ κακὸν τοῦτο βαδίζοντα λάβῃ, τοῦτον δὴ τὸν ἄνθρωπον οὐδεμία μηχανὴ βιώσεσθαί ἐστιν, ἢν δὲ οἰκίαις τισὶν ἐπιπέσῃ, πίπτουσι καὶ αὐταὶ τῷ τῆς κόνεως πλήθει ἀχθόμεναι.

若是这一灾害砸中正在道路上行进之人,此人便绝无生还之理;若是落在房屋之上,房屋亦会因承受不住大量灰尘的重压而倒塌。

§6.4.26

ἀνέμου δὲ σκληροῦ, ἂν οὕτω τύχῃ, ἐπιπεσόντος, ἀνιέναι μὲν αὐτὴν ξυμβαίνει ἐς ὕψος μέγα, ὡς μηκέτι ἀνθρώπῳ ὁρατὴν εἶναι, φέρεσθαι δὲ ὅπη ἂν αὐτῇ τὸ πνεῦμα ἐπίφορον ἴοι, ἐμπίπτειν τε ἐς γῆν ἣ ὡς ἑκαστάτω τυγχάνει οὖσα.

若适逢狂风骤起,灰尘便会升腾至极高处,以致肉眼再难得见,随顺风向飘散各处,落在极其遥远的土地之上。

§6.4.27

καί ποτε μέν φασιν ἐν Βυζαντίῳ ἐπιπεσοῦσαν οὕτως ἐκπλῆξαι τοὺς ταύτῃ ἀνθρώπους ὥστε πανδημεὶ ἐξ ἐκείνου δὴ καὶ ἐς τόδε τοῦ χρόνου λιταῖς ἐνιαυσίοις ἐξιλάσκεσθαι τὸν θεὸν ἔγνωσαν, ἐς Τρίπολιν δὲ τῆς Λιβύης χρόνῳ ἑτέρῳ ἐμπεπτωκέναι.

相传有一次灰尘曾飘落至拜占庭,令当地居民大惊失色,以致全体民众自那时起直到今日,决意每年举行祈祷以祈求上帝怜悯;另一次则据称落到了利比亚的的黎波里。

§6.4.28

καὶ πρότερον μὲν ἐνιαυτῶν ἑκατὸν ἢ καὶ πλειόνων τὸν μυκηθμὸν τοῦτόν φασι γενέσθαι, ὕστερον δὲ καὶ πολλῷ ἔτι θᾶσσον ξυμβῆναι.

据说古时这种隆隆之声每一百年乃至更久才发生一次,但到了后来,发生得却频繁得多。

§6.4.29

τοῦτο μέντοι ἀπισχυρισάμενοι λέγουσιν, ὅτι δὴ ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη,4 εὐθηνεῖν ἀνάγκη τὴν ἐκείνην χώραν καρποῖς ἅπασιν.

不过人们确凿地声称,每当维苏威火山喷吐出这种灰尘时,该地区的各类庄稼便必定丰收充裕。

§6.4.30

ἀὴρ δὲ λεπτότατός ἐστι καὶ πρὸς ὑγείαν ἱκανῶς πεφυκὼς ἐν τῷ ὄρει τούτῳ πάντων μάλιστα. ἐς τοῦτο ἀμέλει τοὺς φθόῃ ἁλόντας ἐκ τῶν ἄνωθεν χρόνων ἰατροὶ πέμπουσι. τὰ μὲν οὖν ἀμφὶ τῷ Βεβίῳ ταύτῃ πη ἔχει.

再者,此山空气极为稀薄,最宜于养生健体;的确,自古以来的医者便常将患有痨病之人送至此地。关于维苏威火山的情形大致便如这般。

语法注4 条
  1. 6.4.15ἅτε αὐτῶν τὸ ἐπιτείχισμα οὐκ ἄποθεν ὂν

    由 ἅτε 搭配分词(ὂν)引导的原因分词短语。αὐτῶν 为代词属格,与名词 ἐπιτείχισμα 中的动词含义构成宾格性属格,意为“针对他们(哥特人)的前哨堡垒(即蒂布尔)离得不远”,而非哥特人拥有的堡垒。

  2. 6.4.15τῶν τε νεύρων οἱ ἀποκοπέντων

    独立属格结构(τῶν νεύρων ἀποκοπέντων),内部嵌套了表示关涉/不利与格的代词 οἱ。身体部位(τῶν νεύρων)充当被动过去分词的主语,受损者(辛图厄斯)由与格代词表示。

  3. 6.4.21ἐπίδοξος ἀπ’ αὐτοῦ ἐγεγόνει ὅτι ἐρεύξεται

    主语人称化结构(主语为维苏威山),形容词 ἐπίδοξος(“预期……的”)作表语与主语一致,并后接 ὅτι 引导的内容从句(“人们大为预期山体将发生喷发”),替代了非人称结构 ἐπίδοξον ἦν。

  4. 6.4.29ἐπειδὰν τῷ Βεβίῳ ταύτην ἐρεύξασθαι τὴν κόνιν ξυμβαίη

    从属于间接引语(λέγουσιν ὅτι...)的时间/条件从句。原本通常接连接法的连词 ἐπειδάν 在此与祈愿法(ξυμβαίη)连用,反映了间接引语或后古典希腊语中一般/反复条件句的变体用法。与格 τῷ Βεβίῳ 充当动词 ξυμβαίη 的宾语,而非不定式 ἐρεύξασθαι 的主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.4.15-6.4.30