← 普罗科皮乌斯

战史

§6.4.1-6.4.14

派遣普罗科匹厄斯与切断哥特军粮道

贝利撒留安抚并遣散罗马民众后,派遣普罗科匹厄斯前往那不勒斯筹集补给与援军,并分遣将领驻守周边要塞及圣保罗圣殿附近,以切断敌军粮道,扭转围城局势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.4.1

Τούτοις μὲν Ῥωμαίων τὸν δῆμον παραθρασύνας Βελισάριος ἀπεπέμψατο, Προκόπιον δέ, ὃς τάδε ξυνέγραψεν, αὐτίκα ἐς Νεάπολιν ἐκέλευεν ἰέναι. φήμη γάρ τις περιήγγελλεν ὡς στράτευμα ἐνταῦθα βασιλεὺς πέμψειε.

贝利撒留以此番言辞鼓励了罗马民众并遣散了他们,随即命令撰写本书的普罗科匹厄斯立即前往那不勒斯;因为有一则传闻称皇帝已派军前往那里。

§6.4.2

καί οἱ ἐπέστελλε ναῦς τε ὅτι πλείστας σίτου ἐμπλήσασθαι καὶ στρατιώτας ἀγεῖραι ἅπαντας ὅσους ἐν τῷ παρόντι ἐκ Βυζαντίου ἥκειν τετύχηκεν, ἢ ἵππων φυλακῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἐνταῦθα λελεῖφθαι, οἵους δὴ πολλοὺς ἐς τὰ ἐν Καμπανίᾳ χωρία ἠκηκόει ἰέναι, τινὰς δὲ καὶ τῶν ταύτῃ φρουρῶν ἀφελέσθαι, ἥξειν τε ξὺν αὐτοῖς τὸν σῖτον παρακομίζοντι ἐς Ὀστίαν,1 ὅθι τὸ Ῥωμαίων ἐπίνειον.

他指示他装满尽可能多的运粮船,并召集目前由拜占庭抵达的,或是为看护战马及因其他任何缘故而留在那边的全部士兵——他听说这类士兵有许多已经前往坎帕尼亚的要地——并且还要抽调一部分当地的守军,带领他们携粮运抵罗马的外港奥斯提亚。

§6.4.3

καὶ ὁ μὲν ξὺν τῷ Μουνδίλᾳ τῷ δορυφόρῳ καὶ ὀλίγοις ἱππεῦσι διὰ πύλης ἣ Παύλου τοῦ ἀποστόλου ἐπώνυμός ἐστι, νύκτωρ διῆλθε, λαθὼν τὸ τῶν πολεμίων στρατόπεδον ὅπερ ἄγχιστα ὁδοῦ τῆς Ἀππίας ἐφύλασσεν.

于是普罗科匹厄斯在近卫兵蒙迪拉斯和少数骑兵的护送下,夜间穿过以使徒保罗命名的城门,未被把守在紧挨阿庇亚大道旁的敌营发觉而顺利通过。

§6.4.4

ἐπειδή τε ἐς Ῥώμην οἱ ἀμφὶ Μουνδίλαν ἐπανήκοντες ἀφῖχθαι ἤδη Προκόπιον ἐς Καμπανίαν οὐδενὶ ἐντυχόντα τῶν βαρβάρων ἀπήγγελλον, νύκτωρ γὰρ οὔποτε τοὺς πολεμίους ἔξω τοῦ στρατοπέδου πορεύεσθαι, εὐέλπιδες μὲν γεγένηνται πάντες, Βελισάριος δὲ θαρσήσας ἤδη ἐπενόει τάδε.

当蒙迪拉斯等人返回罗马并报告称普罗科匹厄斯已抵达坎帕尼亚且未遭遇任何蛮族——因为敌人夜间绝不出营行军——所有人都燃起了希望,而贝利撒留也深受鼓舞,谋划了如下策略。

§6.4.5

τῶν ἱππέων πολλοὺς ἐς τὰ πλησίον ἐξέπεμπεν ὀχυρώματα, ἐπιστείλας, ἤν τινες τῶν πολεμίων ταύτῃ ἴωσιν, ἐφ’ ᾧ τὰ ἐπιτήδεια ἐς τὰ στρατόπεδα ἐσκομίσονται,2 ἔνθεν αὐτοῖς ἐπεκδρομάς τε καὶ ἐνέδρας πανταχόθι τῶν τῇδε χωρίων ἀεὶ ποιουμένους μὴ ἐπιτρέπειν, ἀλλὰ παντὶ σθένει ἀπείργειν, ὅπως ἥ τε πόλις ἐλασσόνως ἢ πρότερον τῇ ἀπορίᾳ πιέζοιτο καὶ οἱ βάρβαροι πολιορκεῖσθαι μᾶλλον ἢ αὐτοὶ πολιορκεῖν Ῥωμαίους δόξειαν.

他派遣大批骑兵前往附近的据点,指示如果敌人有人经过那一带以便向营垒运送补给,他们绝不容许,而是要凭借从那里在这一带四处不断发动的突袭与伏击竭力阻拦,好让城邑不再像此前那样深受物资匮乏的困扰,并且使蛮族看起来更像是在被围困,而不是他们在围困罗马人。

§6.4.6

Μαρτῖνον μὲν οὖν καὶ Τραϊανὸν ξὺν χιλίοις ἐς Ταρακίναν ἐκέλευσεν ἰέναι. οἷς δὴ καὶ Ἀντωνίναν τὴν γυναῖκα ξυνέπεμψεν, ἐντειλάμενος ἔς τε Νεάπολιν αὐτὴν στέλλεσθαι ξὺν ὀλίγοις τισὶ καὶ τύχην ἐκ τοῦ ἀσφαλοῦς τὴν σφίσι ξυμβησομένην καραδοκεῖν.

于是他命令马尔提努斯与图拉真率一千人前往塔拉奇纳。他还让妻子安东尼娜随同他们出发,嘱咐她带着少数随从前往那不勒斯,在安全之处静观他们的命运走向。

§6.4.7

Μάγνον δὲ καὶ Σινθούην τὸν δορυφόρον πεντακοσίους μάλιστα ἐπαγομένους ἐς Τίβουριν τὸ φρούριον ἔπεμψε, σταδίους τεσσαράκοντα καὶ ἑκατὸν Ῥώμης διέχον.

他又派马格努斯与近卫兵辛图厄斯率领约五百人前往蒂布尔堡垒,该堡垒距离罗马一百四十斯塔迪昂。

§6.4.8

ἐς μέντοι τὸ Ἀλβανῶν πόλισμα, σταδίους μὲν τοσούτους ἀπέχον, ἐν δὲ τῇ Ἀππίᾳ ὁδῷ κείμενον, πρότερον ἤδη Γόνθαριν ξὺν Ἐρούλοις τισὶ πέμψας ἔτυχεν, οὓς δὴ οἱ Γότθοι βιασάμενοι ἐξήλασαν ἐνθένδε οὐ πολλῷ ὕστερον.

然而,对于距离同样遥远且坐落在阿庇亚大道上的阿尔巴城镇,他先前已经派遣了贡塔里斯与若干赫鲁利人前往,但哥特人不久后便以武力将他们驱逐出去了。

§6.4.9

Ἔστι δέ τις νεὼς Παύλου τοῦ ἀποστόλου, Ῥώμης τοῦ περιβόλου τεσσαρεσκαίδεκα σταδίους ἀπέχων, ὅ τε ποταμὸς αὐτὸν παραρρεῖ Τίβερις. ἐνταῦθα ὀχύρωμα μὲν οὐδαμῆ ἐστι, στοὰ δέ τις ἄχρι ἐς τὸν νεὼν διήκουσα ἐκ τῆς πόλεως, ἄλλαι τε πολλαὶ οἰκοδομίαι ἀμφ’ αὐτὸν οὖσαι οὐκ εὐέφοδον ποιοῦσι τὸν χῶρον.

距罗马城墙十四斯塔迪昂之处有一座使徒保罗的圣殿,台伯河正从其旁流过。那里虽毫无防御工事,但自城内一直通往圣殿的柱廊以及周围的许多建筑,使得该地不易被攻袭。

§6.4.10

ἔστι δέ τις καὶ αἰδὼς πρὸς ταῦτα δὴ τὰ ἱερὰ τοῖς Γότθοις. ἐς οὐδέτερον γοῦν τοῖν ἀποστόλοιν νεὼν παρὰ πάντα τὸν τοῦ πολέμου καιρὸν ἄχαρί τι πρὸς αὐτῶν γέγονεν, ἀλλὰ πάντα τῇδε τοῖς ἱερεῦσιν, ᾗπερ εἰώθει, ἐξοσιοῦσθαι ξυμβέβηκεν.

而且哥特人对这些圣所亦怀有某种敬畏;至少在整个战争期间,两位使徒的圣殿都未曾遭受他们任何无礼的侵犯,祭司们反倒如常在此履行一切圣事。

§6.4.11

ἐν τούτῳ δὲ τῷ χωρίῳ Βαλεριανόν, τοὺς Οὔννους ἅπαντας ἀπαγαγόντα, χαράκωμα παρὰ τοῦ Τιβέριδος τὴν ὄχθην ἐκέλευε ποιεῖσθαι, ὅπως ἂν αὐτοῖς τε ἀδεέστερον οἱ ἵπποι τρέφοιντο καὶ οἱ Γότθοι μᾶλλον ἔτι ἀναστέλλοιντο τοῦ κατ’ ἐξουσίαν ὡς ἀπωτάτω τῶν στρατοπέδων τῶν σφετέρων ἰέναι.3

在此地,贝利撒留命令瓦勒良率领全部匈人,沿台伯河岸筑起栅栏营垒,好让他们能够更加安全地放养战马,并且进一步阻止哥特人任意离开营垒游荡到极远之地。

§6.4.12

ὁ δὲ κατὰ ταῦτα ἐποίει. ἐπειδή τε οἱ Οὖννοι ἐνταῦθα ἐστρατοπεδεύσαντο οὗπερ ὁ στρατηγὸς ἐνετέλλετο, ἐς τὴν πόλιν ἀπήλαυνε.

瓦勒良依令而行;当匈人在将领所指定的位置扎营后,他便策马返回城内。

§6.4.13

Ταῦτα μὲν οὖν Βελισάριος διαπεπραγμένος ἡσύχαζε, μάχης μὲν οὐκ ἄρχων, ἐκ δὲ τοῦ τείχους ἀμύνεσθαι προθυμούμενος, ἤν τις ἔξωθεν ἐπ’ αὐτὸ κακουργήσων ἴοι.

贝利撒留办妥这些事务后便按兵不动,并不主动交战,而是一心准备在城墙上防守,以防有人从外前来进犯。

§6.4.14

καὶ σῖτον μέντοι τισὶ τοῦ Ῥωμαίων δήμου παρείχετο. Μαρτῖνος δὲ καὶ Τραϊανὸς διελθόντες νύκτωρ τὰ τῶν πολεμίων στρατόπεδα, ἐπειδὴ ἐν Ταρακίνῃ ἐγένοντο, Ἀντωνίναν μὲν ἐς Καμπανίαν ξὺν ὀλίγοις τισὶν ἔπεμψαν, αὐτοὶ δὲ τὰ ταύτῃ ὀχυρώματα καταλαβόντες, ἔνθεν τε ὁρμώμενοι καὶ τὰς ἐφόδους ἐκ τοῦ αἰφνιδίου ποιούμενοι, τῶν Γότθων τοὺς ἐς τὰ ἐκείνῃ χωρία περιιόντας ἀνέστελλον.

此外,他还向部分罗马民众分发了粮食。而马尔提努斯与图拉真在夜间穿过敌军营垒抵达塔拉奇纳后,派遣安东尼娜随少数随从前往坎帕尼亚,自己则占据了当地的据点,从那里出击并发动突然袭击,遏制了在该地区四处游荡的哥特人。

语法注3 条
  1. 6.4.2ἥξειν τε ξὺν αὐτοῖς τὸν σῖτον παρακομίζοντι ἐς Ὀστίαν

    与格分词 παρακομίζοντι 在语法上与前文的与格间接宾语 οἱ(指普罗科匹厄斯)保持一致。不定式 ἥξειν 依附于 ἐπέστελλε 构成的间接引语,其逻辑主语即普罗科匹厄斯本人,此处采用了与格补足成分的格一致,而未转用属格或对格。

  2. 6.4.5ἐφ’ ᾧ τὰ ἐπιτήδεια ἐς τὰ στρατόπεδα ἐσκομίσονται

    连词 ἐφ’ ᾧ 后接将来时直陈式 ἐσκομίσονται,用以表达目的(“为了向营地运送补给”);尽管在古典雅典希腊语中 ἐφ’ ᾧ 常见于引导条件句,但此处后古典用法中充当目的状语。

  3. 6.4.11τοῦ κατ’ ἐξουσίαν ὡς ἀπωτάτω τῶν στρατοπέδων τῶν σφετέρων ἰέναι

    带定冠词属格的不定式短语 τοῦ ... ἰέναι 作为表示阻碍、制止的动词 ἀναστέλλοιντο 的补足成分,起分离属格的作用(“阻止……前往”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.4.1-6.4.14