← 普罗科皮乌斯

战史

§6.3.17-6.3.32

罗马民兵请求决战与贝利撒留宣告援军将至

备受饥荒折磨的罗马平民请求即刻出城决战,贝利撒留则斥责平民的盲动轻率,并宣布皇帝派遣的大军与舰队即将抵达成全胜局,力劝众人耐心等待。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.3.17

ἀπολελογήσθω δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη.1 πάντων γὰρ εἰκότως ἀνιαρότατος εἶναι δοκεῖ μηκυνόμενος τοῖς οὐκ εὖ φερομένοις ὁ βίος. τὰ μὲν οὖν ξυμπεσόντα ἡμῖν ὁρᾷς δήπουθεν.

关于我们的鲁莽,且让命运替我们辩解罢。因为对处于不幸境遇中的人而言,生命的延宕理所当然被视为一切中最令人痛苦之事。我们所遭遇的灾难,想必您是亲眼所见的。

§6.3.18

ἀγροὶ μὲν οὗτοι καὶ χώρα ξύμπασα ὑποπέπτωκε ταῖς τῶν πολεμίων χερσίν· ἡ πόλις δὲ αὕτη τῶν ἀγαθῶν ἀποκέκλεισται πάντων οὐκ ἴσμεν ἐξ ὅτου δὴ χρόνου.

这些田野以及整个郊野皆已落入敌手,而这座城邑与一切物资隔绝,也不知已有多少时日。

§6.3.19

Ῥωμαίων δὲ οἱ μὲν ἤδη κεῖνται, τὸ μηδὲ γῇ κρύπτεσθαι κληρωσάμενοι, ἡμεῖς δὲ οἱ περιόντες, ὡς ἂν συλλήβδην εἴπωμεν ἅπαντα τὰ δεινά, ξυντετάχθαι τοῖς οὕτω κειμένοις εὐχόμεθα.

罗马人中有的已经倒毙,抽中了连泥土掩埋都不可得的命运;而我们这些残存者,若要一言以蔽之尽述所有的惨状,实是祈求能与这般倒毙之人并列。

§6.3.20

πάντα γὰρ τοῖς ἐντυγχάνουσιν ὁ λιμὸς τὰ κακὰ φορητὰ δείκνυσιν, ἔνθα τε ἂν φαίνηται, μετὰ τῆς τῶν ἄλλων ἐπέρχεται λήθης καὶ θανάτους ἅπαντας, πλὴν τοῦ παρ’ αὐτοῦ προσιόντος πρὸς ἡδονῆς εἶναι τοῖς ἀνθρώποις ἐργάζεται.

因为饥馑向遭遇它的人表明,其余一切灾祸皆是可忍受的;它无论出现在何处,都伴随着对其他一切的遗忘,并使除了它本身所带来的死亡之外的一切死亡,都成为人们的乐事。

§6.3.21

ἕως τοίνυν ἔτι μὴ κεκράτηκεν ἡμῶν τὸ κακόν, δὸς ἡμῖν ὑπὲρ ἡμῶν αὐτῶν ἀνελέσθαι τὴν ἀγωνίαν, ἐξ ἧς ἡμῖν ἢ περιεῖναι τῶν πολεμίων ἢ τῶν δυσχερῶν ἀπηλλάχθαι ξυμβήσεται.

因此,趁着灾祸尚未彻底制服我们,请准许我们为了自身投入决战,由此我们或能战胜敌人,或能摆脱这些痛苦。

§6.3.22

οἷς μὲν γὰρ ἐλπίδα σωτηρίας ἡ μέλλησις φέρει, πολλὴ ἄνοια ἂν εἴη προτερήσασιν ἐς κίνδυνον τὸν ὑπὲρ τῶν ὅλων καθίστασθαι, οἷς δὲ τῇ βραδυτῆτι δυσκολώτερος ὁ ἀγὼν γίνεται, τὸ καὶ πρὸς ὀλίγον ἀναβάλλεσθαι χρόνον τῆς παραυτίκα προπετείας μεμπτότερον.”

因为对于拖延能带来得救希望的人而言,贸然抢先投身于关乎全局的险境乃是大愚;但对于因迟缓而使战局愈发艰难的人而言,哪怕只是推迟片刻,也比当下的鲁莽更应受责备。”

§6.3.23

Ῥωμαῖοι μὲν τοσαῦτα εἶπον. Βελισάριος δὲ ἀμείβεται ὧδε· “Ἀλλ’ ἔμοιγε καὶ λίαν προσδεχομένῳ τὰ παρ’ ὑμῶν γεγένηται πάντα, ἐκβέβηκε δὲ παρὰ δόξαν οὐδέν.

罗马人陈词至此。贝利撒留则答复如下:“然而对我而言,你们这番举动完全在预料之中,绝无任何出乎意料之事。

§6.3.24

ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα ἀβουλότατόν ἐστι,2 καὶ οὔτε τὰ παρόντα φέρειν πέφυκεν οὔτε τὰ μέλλοντα προβουλεύεσθαι, ἀλλ’ ἐγχειρεῖν μὲν εὐπετῶς ἀεὶ τοῖς ἀμηχάνοις, διαφθείρεσθαι δὲ ἀνεπισκέπτως ἐπίσταται μόνον.

因为我早就知晓平民是极其盲动的造物,天生既不能忍受当下,又不能预谋未来,只知总是轻率地着手于绝无可能之事,并不加思索地自取灭亡。

§6.3.25

ἐγὼ μέντοι οὐκ ἄν ποτε διὰ τὴν ὑμετέραν ὀλιγωρίαν οὔτε ὑμᾶς ἀπολέσαιμι ἑκών γε εἶναι3 οὔτε ὑμῖν τὰ βασιλέως συνδιαφθείραιμι πράγματα.

然而我决不会因你们的轻率,而在自己的意愿下毁灭你们,抑或随同你们毁弃皇帝的事业。

§6.3.26

πόλεμος γὰρ οὐκ ἐξ ἀλογίστου σπουδῆς κατορθοῦσθαι φιλεῖ, ἀλλ’ εὐβουλίᾳ τε καὶ προμηθείᾳ τὴν τῶν καιρῶν ἀεὶ σταθμώμενος ῥοπήν.

因为战争向来不是靠无理智的急躁取胜,而是靠深谋远虑时刻权衡时机的得失。

§6.3.27

ὑμεῖς μὲν οὖν πεττεύειν οἰόμενοι τὸν ἕνα βούλεσθε ὑπὲρ ἁπάντων ἀναρρίπτειν κύβον, ἐμοὶ δὲ οὐ σύνηθες αἱρεῖσθαι πρὸ τοῦ ξυμφόρου τὸ σύντομον.

因此,你们以为是在下棋,竟想掷出一枚骰子来赌上一切;但我向来不习惯在有利的途径之前选择捷径。

§6.3.28

εἶτα σὺν ἡμῖν ἐπαγγέλλεσθε τοῖς πολεμίοις διὰ μάχης ἰέναι, πότε τὰς μελέτας τοῦ πολέμου πεποιημένοι; ἢ ποῖος τὰ τοιαῦτα ἐκμαθὼν τοῖς ὅπλοις οὐκ οἶδεν ὅτι οὐ χωρεῖ ἄχρι τῆς διαπείρας ἡ μάχη; οὐδὲ αὐτός οἱ ἐμμελετᾶν ὁ πολέμιος ἐν τοῖς ἀγῶσι παρέχεται.

再者,你们声称要随我们同敌人决战,可你们何时受过战事的训练?抑或有谁在操练兵器中谙熟此道,却不知战争绝非全凭仓促试探?敌人自己在交锋之中也不会提供拿他来操练的机会。

§6.3.29

νῦν μὲν τὴν προθυμίαν ὑμῶν ἄγαμαι καὶ συγγνώμων εἰμὶ ταραχῆς τῆσδε· ὡς δὲ ὑμῖν ταῦτα οὐκ εἰς καιρὸν γέγονε καὶ ἡμεῖς μελλήσει προμηθεῖ χρώμεθα ἐγὼ δηλώσω. στράτευμα ἡμῖν ἀριθμοῦ κρεῖσσον ἐκ πάσης γῆς ἀθροίσας βασιλεὺς ἔπεμψε καὶ στόλος ὅσος οὐ πώποτε Ῥωμαίοις ξυνέστη τήν τε Καμπανίας ἀκτὴν καὶ κόλπου τοῦ Ἰονίου τὰ πλεῖστα καλύπτει.

如今我赞赏你们的热忱,并宽宥此番骚动;但我将向你们说明,你们这些想法实非合宜,而我们是在采取审慎的延宕。皇帝从各地集结了一支数不胜数的大军派往我们这里,其舰队之庞大为罗马人前所未见,正覆盖着坎帕尼亚的海岸和伊奥尼亚湾的大部。

§6.3.31

ὀλίγων τε ἡμερῶν ξὺν πᾶσι τοῖς ἐπιτηδείοις παρ’ ἡμᾶς ἥξουσι, τήν τε ἀπορίαν ἡμῖν διαλύσοντες καὶ πλήθει βελῶν τὰ τῶν βαρβάρων στρατόπεδα καταχώσοντες.

数日之内,他们便将携带着全部物资抵达我们身边,既能解除我们的困顿,又能以密集的箭矢埋葬蛮族的营垒。

§6.3.32

ἐλογισάμην οὖν ἐς τὴν ἐκείνων παρουσίαν τὸν τῆς ξυμβολῆς μᾶλλον ἀποθέσθαι καιρὸν καὶ ξὺν τῷ ἀσφαλεῖ τὸ τοῦ πολέμου πορίζεσθαι κράτος, ἢ σπουδῇ ἀλογίστῳ θρασυνόμενος τὴν τῶν ὅλων σωτηρίαν προΐεσθαι. ὅπως δὲ αὐτίκα τε ἥξουσι καὶ μὴ περαιτέρω μελλήσουσιν, ἐγὼ προνοήσω.”

因此我权衡之下,与其因无理智的急躁而逞强,将全军的安危弃置不顾,倒不如将交战的时机推迟至他们抵达之时,在确保安全的前提下夺取战争的胜利。至于让他们立即赶到而不再拖延,我自会妥善筹划。”

语法注3 条
  1. 6.3.17ἀπολελογήσθω δὲ ἡμῖν τῆς προπετείας ἡ τύχη

    使用第三人称完成时中动命令式 ἀπολελογήσθω 构成的拟人化句式。主语为 ἡ τύχη(命运),τῆς προπετείας 为表原因或罪名的属格,ἡμῖν 为表利益或关涉的与格,字面意为“就让命运替我们的鲁莽进行辩解罢”。

  2. 6.3.24ἐγὼ γὰρ πάλαι οἶδα δῆμον ὅτι πρᾶγμα ἀβουλότατόν ἐστι

    典型的先行/提前宾语结构(prolepsis)。从属从句(ὅτι 从句)的逻辑主语 δῆμος 被提前作为主句动词 οἶδα 的直接宾格补足语(δῆμον)。

  3. 6.3.25ἑκών γε εἶναι

    不定式限制性/绝对用法(infinitive of limitation)构成的惯用语,常与否定词连用,表示“至少依我自身的意愿而言/绝非出于自愿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.3.17-6.3.32