- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.30.1-6.30.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留遭同僚谗谄,又逢波斯战事告急,遂被皇帝召回;波河以北的哥特人闻讯劝请乌赖阿斯称王以图再起,乌赖阿斯婉拒并举荐了伊尔迪巴德。
Τινὲς τοῦ Ῥωμαίων στρατοῦ ἄρχοντες βασκανίαν ἐς Βελισάριον ἔχοντες διέβαλλον αὐτὸν βασιλεῖ, τυραννίδα οὐδαμόθεν αὐτῷ προσήκουσαν ἐπενεγκόντες.
罗马军队中的几位将领因对贝利萨留怀有嫉恨,遂在皇帝面前中伤他,诬告他图谋与他绝不相干的僭位称帝。
βασιλεὺς δὲ οὐχ ὅσον ταῖς διαβολαῖς ταύταις ἀναπεισθείς, ἀλλ’ ὅτι οἱ ὁ Μηδικὸς πόλεμος ἐνέκειτο ἤδη, Βελισάριον μὲν ὡς τάχιστα μετεπέμψατο, ὅπως ἐπὶ Πέρσας στρατεύσειεν· ἐπιμελεῖσθαι δὲ Ἰταλίας Βέσσαν τε καὶ Ἰωάννην ξὺν τοῖς ἄλλοις ἐκέλευε, καὶ Κωνσταντιανῷ ἐς Ῥάβενναν ἐκ Δαλματίας ἐπέστελλεν ἰέναι.
然而皇帝并非完全听信了这些谗言,而是因为波斯战事已然迫在眉睫,便以最快速度召回贝利萨留,以便派他出兵征伐波斯人;他又命令贝萨斯和约翰等人共同监管意大利事务,并指示君士坦提亚努斯从达尔马提亚前往拉文纳。
Γότθοι δὲ οἳ Πάδου τε ποταμοῦ καὶ Ῥαβέννης ἐκτὸς ἵδρυντο, ἀκούσαντες ὡς Βελισάριον βασιλεὺς μεταπέμποιτο, τὰ μὲν πρῶτα ἐν ἀλογίᾳ τὸ πρᾶγμα εἶχον, οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι.1
那些定居在波河以北及拉文纳城外的哥特人,听闻皇帝召回贝利萨留,起初对此事不以为意,决未料想贝利萨留竟然会将意大利的王位视作不如他对查士丁尼的忠诚重要。
ἐπεὶ δὲ αὐτοῦ πολλὴν τῆς ἀφόδου τὴν παρασκευὴν ἐπύθοντο εἶναι, ξυμφρονήσαντες, εἴ τι αὐτῶν καθαρὸν ἐνταῦθα ἔτι ἐλέλειπτο, ἐς Τικινὸν παρὰ Οὐραΐαν τὸν Οὐιττίγιδος ἀδελφιδοῦν ἦλθον, πολλά τε πρότερον ξὺν αὐτῷ κλαύσαντες ἔλεξαν τοιάδε·
但当他们得知他启程的准备工作规模浩大时,留在当地尚未降服的所有人达成一致,前往提基努姆投奔维蒂吉斯的侄子乌赖阿斯;他们先是同他一道痛哭流涕,随后陈词如下:
“Οὐκ ἄλλος οὐδεὶς τῷ Γότθων γένει αἰτιώτατος τῶν παρόντων κακῶν ἢ σὺ γέγονας. ἡμεῖς γὰρ τὸν θεῖον τὸν σόν, οὕτως ἀνάνδρως τε καὶ ἀτυχῶς ἐξηγούμενον, πάλαι ἂν τῆς ἀρχῆς παρελύσαμεν, ὥσπερ Θευδάτον τὸν Θευδερίχου ἀδελφιδοῦν, εἰ μή σου τὸ δοκοῦν δραστήριον αἰσχυνόμενοι Οὐιττίγιδι μὲν τὸ τῆς βασιλείας ὄνομα ξυγχωρεῖν ἔγνωμεν, ἔργῳ δὲ σοὶ μόνῳ παραδιδόναι τὴν Γότθων ἀρχήν.
“对于哥特全族而言,导致眼前灾祸的最大罪魁祸首非你莫属。若非我们敬重你那看似卓越的干练才能,决意名义上尊奉维蒂吉斯为王,实权上却单单将哥特的大权交予你一人,我们早就会像当年废黜狄奥德里克之侄狄奥达哈德那样,将你这位统率得如此怯懦而又厄运缠身的叔父革职了。
ἀλλὰ περιέστηκεν ἡ τότε δοκοῦσα ἡμῶν εὐγνωμοσύνη, νῦν ἄνοιά τε φαινομένη καὶ τῶνδε ἡμῖν τῶν ξυμφορῶν αἰτία.
然而,当年我们自以为明智的见识如今却完全逆转,显露出来的是愚昧以及令我们蒙受这些灾难的祸根。
Γότθων γάρ, ὥσπερ οἶσθα, ὦ φίλε Οὐραΐα, τεθνάναι μὲν ἐν τῷ πολέμῳ πλείστους τε καὶ ἀρίστους ξυμβαίνει, τῶν δὲ περιόντων, εἴ τι μὲν ἄριστον ἀπολέλειπται, ξύν τε Οὐιττίγιδι καὶ χρήμασι πᾶσι Βελισάριος ἄγων οἰχήσεται.
亲爱的乌赖阿斯,正如你所知,哥特人中最多数、最优秀的将士已在战争中丧生;而在幸存者中,但凡留下的最杰出之人,贝利萨留都会连同维蒂吉斯和全部财宝一并裹挟离去。
ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι,2 ὀλίγους τε καὶ λίαν οἰκτροὺς καθεστῶτας, οὐδεὶς ἂν ἀντείποι.
而我们这些沦为寡弱凄惨之辈的人,不久之后也难逃同样的命运,这一点任谁也无法反驳。
τοιούτων τοίνυν περιεστηκότων δεινῶν, τὸ ξὺν εὐκλείᾳ τεθνάναι μᾶλλον ξυνοίσει ἢ παῖδάς τε καὶ γυναῖκας πρὸς τῶν πολεμίων ἐς τῆς γῆς τὰς ἐσχατιὰς ἀγομένους ἰδεῖν.
既然如此严酷的危局已迫在眉睫,那么光荣赴死总好过亲眼目睹妻儿被敌人押送至地极之境。
πράξομεν δέ τι, ὡς τὸ εἰκός, ἀρετῆς ἄξιον, ἤν γέ σε τῶν ἔργων ἀρχηγὸν ἕξομεν.” Γότθοι μὲν τοσαῦτα εἶπον.
只要我们能拥戴你作为行事的领袖,理所当然便能立下无愧于勇德的功业。”哥特人如是说道。
Οὐραΐας δὲ ἀμείβεται ὧδε· “Ὡς μὲν δεῖ ἐν τοῖς παροῦσι δεινοῖς πρὸ τῆς δουλείας ἡμᾶς τὸν κίνδυνον αἱρεῖσθαι, ταὐτά με ὑμῖν γινώσκειν ξυμβαίνει.
乌赖阿斯则这般答复:“在当下的危难之中,我们应当选择涉险而非沦为奴隶,在此事上我的见解恰与你们完全相同。
ἐς Γότθων δέ με τὴν βασιλείαν καθίστασθαι παντάπασιν οἶμαι ἀξύμφορον εἶναι· πρῶτα μέν, ὅτι Οὐιττίγιδος ἀδελφιδοῦς ὤν, ἀνδρὸς οὕτως ἠτυχηκότος, εὐκαταφρόνητος ἂν τοῖς πολεμίοις εἶναι δοκοίην, ἐπεὶ ἐς τοὺς συγγενέας ἀεὶ τὰς ὁμοίας τύχας παραπέμπεσθαι οἴονται ἄνθρωποι· ἔπειτα δὲ οὐδὲ ὅσια ποιεῖν δόξαιμι, ἐπιβατεύων τῆς τοῦ θείου ἀρχῆς, καὶ ἀπ’ αὐτοῦ μοι ἀχθομένους ὑμῶν τοὺς πλείστους, ὡς τὸ εἰκός, ἕξω.
然而由我来登上哥特王位,我认为是全然不利的:首先,作为如此不幸的维蒂吉斯之侄,我似乎只会被敌人轻视,因为世人总是认为相似的命运会殃及亲族; 其次,若我染指叔父的大权,便显得有违伦常,因此很自然地会招致你们多数人的怨尤。
ἐγὼ δέ φημι χρῆναι Γότθων ἄρχοντα ἐς κίνδυνον τόνδε Ἰλδίβαδον καθίστασθαι, ἄνδρα ἐς ἄκρον ἀρετῆς ἥκοντα καὶ διαφερόντως δραστήριον.
但我主张,值此危难之际,应当立伊尔迪巴德为哥特的领袖,因为此人武勇登峰造极,且非同寻常地精明干练。
- 6.30.3οὐκ ἄν ποτε οἰόμενοι Βελισάριον τῆς ἐς Ἰουστινιανὸν πίστεως περὶ ἐλάσσονος τὴν Ἰταλίας βασιλείαν ποιήσασθαι
在由 οἰόμενοι 引导的“宾语+不定式”结构中,习惯用语 περὶ ἐλάσσονος ποιεῖσθαι(意为“将……视作次要/次等”)带直接宾语 τὴν Ἰταλίας βασιλείαν,并以属格 τῆς ... πίστεως 作为比较的基准。这反映了哥特人当下的判断,即认为贝利萨留绝不可能把意大利的王权看得比他对查士丁尼的忠顺还要低微(亦即以为他定会自立为王)。
- 6.30.8ταὐτὸ δὲ τοῦτο μὴ οὐχὶ καὶ ἡμᾶς ὀλίγῳ ὕστερον πείσεσθαι
该不定式从句附属于含有否定词的主句 οὐδεὶς ἂν ἀντείποι(“没有人能反驳”),故而依惯例使用双重否定 μὴ οὐχί。在表示否认、争辩的否定主句之后,μὴ οὐχί 构成了强烈的肯定语气(即“我们必然也会遭受同样的命运”)。
