- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.29.30-6.29.41
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留进驻拉文纳,调拨舰队运送补给,在礼遇看管维蒂吉斯并保护哥特人私产的同时,逐步收降了北意大利各处要塞。作者感叹罗马军以弱胜强实乃神意运作,记载了哥特妇女对丈夫懦弱的唾弃,并交代维罗纳守将伊尔迪巴德未曾归降的背景。
καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, ξὺν Ἀθανασίῳ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, ἄρτι ἥκοντι ἐκ Βυζαντίου, αὐτὸς δὲ τῷ ἄλλῳ στρατεύματι σὺν Γότθων τοῖς πρέσβεσιν ἐς Ῥάβενναν ᾔει.
他们便与刚从拜占庭抵达的近卫总督阿塔纳修斯一道,遵照这些指令行事;贝利萨留本人则率领其余军力,与哥特使节一起向拉文纳进发。
καὶ νηῶν στόλον ἐμπλησάμενος σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκέλευε κατὰ τάχος ἐς Κλάσσες τὸν λιμένα ἐσπλεῖν· οὕτω γὰρ Ῥωμαῖοι τὸ Ῥαβέννης προάστειον καλοῦσιν οὗ ὁ λιμήν ἐστιν.
他让舰队装满谷物及其余补给,命令他们以最快速度驶入克拉塞斯港;罗马人便是如此称呼坐落着该港口的拉文纳郊区的。
Ἐμοὶ δὲ τότε διασκοπουμένῳ τὴν ἐς Ῥάβενναν εἴσοδον τοῦ Ῥωμαίων στρατοῦ ἔννοιά τις ἐγένετο, ἀνθρώπων μὲν ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον,1 ὅπερ αὐτῶν ἀεὶ στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς περαινομένοις οὐδεμία ἔσται.
当时我注视着罗马军队进驻拉文纳的情景,心中不禁浮现出一个想法:人世间之事的成全,绝非倚仗人类的智谋或其他的才德,而是存在着某种神圣的力量,它始终在拨转人的心智,将其引向注定成就之事毫无阻碍之处。
τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει καὶ δυνάμει παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ διακριθέντες, ἐπεὶ ἐν Ῥαβέννῃ ἐγένοντο, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοί τε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει οὐδεμιᾷ ἦγον.
因为哥特人在兵力与实力上皆远胜对手,自进入拉文纳以来既未在交战中分出胜负,心气也未曾受制于任何其他缘由,却沦为寡弱之众的阶下囚,且完全不以奴役之名为辱。
αἱ δὲ γυναῖκες (ἐτύγχανον γὰρ πρὸς τῶν ἀνδρῶν ἀκηκουῖαι μεγάλους τε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς πολεμίους εἶναι) ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πύλης καθήμεναι εἶδον, ἔς τε τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον.
而妇女们(她们先前从丈夫口中听闻敌人身材魁梧、人数不可胜数)坐在城门处看清了所有人后,全都啐在丈夫们的脸上,用手指着那些战胜者,痛斥丈夫们的懦怯。
Βελισάριος δὲ Οὐίττιγιν μὲν οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ εἶχε, τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας, ἐκέλευεν αὐτῶν κατ’ ἐξουσίαν ἐπιμελεῖσθαι.2 πολέμιον γάρ οἱ οὐδὲν ἐνταῦθα ὑπώπτευεν ἔσεσθαι, οὐδὲ Γότθους ποτὲ ταύτῃ ξυστήσεσθαι, ἐπεὶ πολλοὺς πρότερον τοῦ Ῥωμαίων στρατοῦ ἐς τὰ ἐκείνῃ χωρία καταστησάμενος ἔτυχεν. οἱ δὲ κατὰ τάχος ἄσμενοι ᾔεσαν.
贝利萨留并未羞辱维蒂吉斯,而是给予礼遇并将他看管起来;至于居住在波河以南的蛮族,他则命他们各自返回田庄,安心从事耕作。因为他料想那里绝不会出现敌对情势,哥特人也绝不可能在彼处集结,此前他已恰好将大批罗马军队安插在该地区的各个据点之中。那些蛮族人便欣然迅速离去。
οὕτω τε Ῥωμαῖοι ἐν τῷ ἀσφαλεῖ ἤδη ἐγίνοντο· οὐ γὰρ ἔτι Γότθων ἔν γε Ῥαβέννῃ πλήθει ἡσσῶντο. μετὰ δὲ τὰ ἐν Παλατίῳ χρήματα ἔλαβεν, ἅπερ διακομίζειν βασιλεῖ ἔμελλε.
如此一来罗马人便已转危为安,因为至少在拉文纳城内,他们在人数上不再落于哥特人之下。此后,他接管了王宫中的财宝,打算将其运送给皇帝。
Γότθων γὰρ οὐδένα οὔτε αὐτὸς ἐληΐσατο οὔτε ἄλλῳ τῳ ληΐσασθαι ξυνεχώρησεν, ἀλλ’ αὐτῶν ἕκαστος τὴν οὐσίαν κατὰ τὰ ξυγκείμενα διεσώσατο.
因为他本人既未掠夺任何哥特人,也未容许其他人进行劫掠,每个人都依据协议保全了自己的财产。
ἐπεὶ δὲ τῶν βαρβάρων ὅσοι ἐς τῶν χωρίων τὰ ἐχυρώτατα φυλακὴν εἶχον Ῥάβεννάν τε καὶ Οὐίττιγιν πρὸς Ῥωμαίων ἔχεσθαι ἤκουσαν, πρέσβεις παρὰ Βελισάριον ἔπεμπον, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ παραδιδόναι καὶ ἅπερ ἐφύλασσον ἀξιοῦντες.
当把守最险要据点的蛮族听闻拉文纳与维蒂吉斯已落入罗马人之手,便遣使前往贝利萨留处,请求按协议交出自身及所把守的要塞。
καὶ ὅς, ἅπασι τὰ πιστὰ προθυμότατα παρασχόμενος, Ταρβήσιόν τε καὶ εἴ τι ἄλλο ἐν Βενετίοις ὀχύρωμα ἦν παρεστήσατο. Καισῆνα γὰρ ἐν Αἰμιλίᾳ μόνη ἐλέλειπτο, ἣν δὴ πρότερον ξὺν Ῥαβέννῃ παραστησάμενος ἔτυχε.
贝利萨留极为欣然地向所有人赐予担保,收降了塔尔贝西乌姆以及威尼提亚境内的其余所有要塞。因为埃米利亚境内此前只剩下了凯塞纳,而该城早已与拉文纳一道归降于他。
καὶ Γότθοι μὲν ἅπαντες ὅσοι τούτων δὴ τῶν χωρίων ἦρχον, ἐπειδὴ τάχιστα τὰ πιστὰ ἔλαβον, παρὰ Βελισάριον ἥκοντες αὐτοῦ ἔμενον· Ἰλδίβαδος δέ, ἀνὴρ δόκιμος, ὅσπερ φρουρᾶς τῆς ἐν Βερώνῃ ἦρχε, πρέσβεις μὲν ἐς Βελισάριον ἐφ’ οἷσπερ οἱ ἄλλοι καὶ αὐτὸς ἔπεμψεν, ἐπεὶ καὶ τοὺς παῖδας τοὺς αὐτοῦ ἐν Ῥαβέννῃ εὑρὼν Βελισάριος ἔσχεν, οὐ μὴν οὔτε ἐς Ῥάβενναν ἦλθεν οὔτε Βελισαρίῳ ὑποχείριος γέγονε. τύχη γάρ τις αὐτῷ ξυνέβη ἣν δὴ ἐγὼ αὐτίκα δηλώσω.
统领这些要塞的所有哥特人在获得担保后,便立即来到贝利萨留身边并留了下来;唯有统率维罗纳守军的显贵伊尔迪巴德,虽然因贝利萨留在拉文纳发现并俘获了他的孩子们,他本人也因循他人相同的条件向贝利萨留派去了使者,却并未前往拉文纳,亦未曾落入贝利萨留的掌控之中。因为他身上发生了一件机缘变故,我随即就会加以说明。
- 6.29.32ἀνθρώπων μὲν ξυνέσει ἢ τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον
此为同格性宾格不定式结构,用于阐明名词 ἔννοια(想法)的具体内容。前附与格分词 διασκοπουμένῳ 标明思维主体,而 ἀνθρώπων ... περαίνεσθαι 与 εἶναι δέ τι δαιμόνιον 两组宾格加不定式短语则通过 μέν ... δέ 构成对比并列关系。
- 6.29.35τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας, ἐκέλευεν αὐτῶν κατ’ ἐξουσίαν ἐπιμελεῖσθαι.
句首的属格 τῶν δὲ βαρβάρων 充当引领关系从句 ὅσοι ... ᾤκηντο 的前置主题先行词,在句法上随后被整合为主控动词 ἐκέλευεν 的不定式主语补足分词 ἰόντας(宾格)。而 αὐτῶν 则指代介词短语中的 τοὺς σφετέρους ἀγρούς,充当动词 ἐπιμελεῖσθαι 所要求的属格宾语(意为'照料其田产')。
