- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.3.1-6.3.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
夏至已至,被围困的罗马城内饥荒与瘟疫肆虐,哥特人趁机将交错的引水道筑为要塞,彻底截断补给。粮道断绝的罗马军民陷入绝境,市民遂围堵贝利撒留,极力要求与敌决战并陈词发表演说。
Ἤδη δὲ τῆς θερινῆς τροπῆς ἀρξαμένης λιμός τε ὁμοῦ καὶ λοιμὸς τοῖς ἐν τῇ πόλει ἐπέπεσε. καὶ τοῖς στρατιώταις σῖτος μὲν ἔτι ἐλείπετο, ἄλλο δὲ τῶν ἐπιτηδείων οὐδέν, Ῥωμαίους δὲ τοὺς ἄλλους ὅ τε σῖτος ἐπελελοίπει καὶ ὁ λιμὸς ἀκριβῶς ξὺν τῷ λοιμῷ ἐπίεζεν.
夏至方始,饥馑与瘟疫便一同降临在城中居民头上。士兵们虽尚有粮食存余,其余必需品却已荡然无存;至于其他罗马人,粮食早已告罄,饥馑与瘟疫正严酷地折磨着他们。
ὧν δὴ οἱ Γότθοι αἰσθόμενοι μάχῃ μὲν διακινδυνεύειν πρὸς τοὺς πολεμίους οὐκέτι ἤθελον, ἐφύλασσον δὲ ὅπως αὐτοῖς μηδὲν τοῦ λοιποῦ ἐσκομίζοιτο.
哥特人察觉到这一点,便不再愿意在战斗中与敌人冒险交锋,而是严加把守,务使今后不再有任何物资运入城内。
ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο1 μεταξὺ Λατίνης τε καὶ Ἀππίας ὁδοῦ, ὑψηλὼ ἐς ἄγαν, κυρτώμασί τε ἐπὶ πλεῖστον ἀνεχομένω.
在拉丁大道与阿庇亚大道之间有两座引水道,极其高大,绝大部分由拱券支撑。
τούτω δὴ τὼ ὀχετὼ ἐν χώρῳ διέχοντι Ῥώμης σταδίοις πεντήκοντα ξυμβάλλετόν τε ἀλλήλοιν καὶ τὴν ἐναντίαν ὁδὸν δι’ ὀλίγου τρέπεσθον.
这两座引水道在距罗马五十斯塔德翁之处交汇,并在短暂的距离内互换方向。
ὁ γὰρ ἔμπροσθεν χώραν λαχὼν τὴν ἐν δεξιᾷ τηνικαῦτα χωρεῖ φερόμενος τὰ εὐώνυμα.
因为此前位于右侧的那座,此时转而行于左侧。
πάλιν δὲ ξυνιόντε καὶ χώραν τὴν προτέραν ἀπολαβόντε τὸ λοιπὸν διακέκρισθον, καὶ ἀπ’ αὐτοῦ χῶρον τὸν μεταξὺ ὀχύρωμα ξυμβαίνει τῷ ἐκ τῶν ὀχετῶν περιβάλλεσθαι.
但当它们再度汇合并恢复先前的相对位置后,其余部分便分道扬镳;由此,它们之间的空地遂成为一座被引水道环绕的堡垒。
τούτων δὲ τὰ κάτω κυρτώματα οἱ βάρβαροι λίθοις τε καὶ πηλῷ φράξαντες φρουρίου σχῆμα πεποίηνται κἀνταῦθα οὐχ ἧσσον ἢ ἐς ἑπτακισχιλίους ἐνστρατοπεδευσάμενοι φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκομίζεσθαι.2
蛮族人用石块与泥土封堵了这些引水道的下层拱券,使其形如要塞,并在那里驻扎了不下七千人,严密监视,以使敌人再也不能将任何生活物资运入城内。
Τότε δὴ Ῥωμαίους πᾶσα μὲν ἐλπὶς ἀγαθοῦ ἐπελελοίπει, πᾶσα δὲ ἰδέα κακοῦ περιεστήκει. τέως μὲν οὖν ὁ σῖτος ἤκμαζε, τῶν στρατιωτῶν οἱ εὐτολμότατοι ἐναγούσης αὐτοὺς τῆς τῶν χρημάτων ἐπιθυμίας τοῖς ἵπποις τε ὀχούμενοι καὶ ἄλλους ἐφέλκοντες ἐν τοῖς ληΐοις ἐγίνοντο νύκτωρ τῆς πόλεως οὐ μακρὰν ἄποθεν.
至此,罗马人对一切美善的希望皆已断绝,各类灾祸接踵而至。此前当庄稼正盛之时,士兵中最胆大者受对钱财的渴望所驱使,骑着马并牵着其他马匹,在夜间前往距城不远的麦田。
τέμνοντές τε τοὺς ἀστάχυας καὶ τοῖς ἵπποις οὓς αὐτοὶ ἐφεῖλκον ἐνθέμενοι, ἐς τὴν πόλιν λανθάνοντες τοὺς πολεμίους ἐκόμιζον χρημάτων τε μεγάλων Ῥωμαίων τοῖς εὐδαίμοσιν ἀπεδίδοντο.
他们割下麦穗,装载在随行的马匹上,避开敌人的耳目运入城内,以重金售予罗马人中的富裕者。
οἱ μέντοι ἄλλοι βοτάναις τισὶν ἀπέζων, οἷαι πολλαὶ ἀμφί τε τὰ προάστεια καὶ τοῦ περιβόλου ἐντὸς γίνονται. βοτάνη γὰρ γῆν τὴν Ῥωμαίων οὔτε χειμῶνος ὥρᾳ οὔτε ἐς ἄλλον τινὰ ἐπιλείπει καιρόν, ἀλλ’ ἀνθεῖ τε ἀεὶ καὶ τέθηλεν ἐς πάντα τὸν χρόνον.
然而其他人则靠食用某些野菜维持生命,此类野菜在郊野与城墙内侧皆大量生长。因为罗马的土地无论在冬季还是其他任何季节,野菜从未断绝,反而历经各季始终繁茂葱郁。
ἀφ’ οὗ δὴ καὶ ἱπποφορβεῖν ἐνταῦθα τοὺς πολιορκουμένους τετύχηκε. τινὲς δὲ καὶ ἐξ ἡμιόνων τῶν ἐν Ῥώμῃ θνησκόντων ἀλλᾶντας ποιούμενοι ἀπεδίδοντο λάθρα.
正因如此,被围困者甚至能够在此放养马匹。亦有人用罗马城中死去的骡肉制成香肠,暗中贩卖。
ἐπεὶ δὲ σῖτον τὰ λήϊα οὐκέτι εἶχε καὶ ἐς μέγα κακὸν ἅπαντες Ῥωμαῖοι ἀφίκοντο, Βελισάριόν τε περιίσταντο καὶ μάχῃ μιᾷ διακρίνεσθαι πρὸς τοὺς πολεμίους ἠνάγκαζον, Ῥωμαίων οὐδένα τῆς ξυμβολῆς ἀπολείψεσθαι ὑποσχόμενοι. καὶ αὐτῷ ἀπορουμένῳ τε τοῖς παροῦσι καὶ λίαν ἀχθομένῳ τῶν ἀπὸ τοῦ δήμου ἔλεξάν τινες τοιάδε·
但当田野中不再有谷物,所有罗马人陷入绝境之时,他们围聚在贝利撒留身旁,逼迫他与敌人进行一场决战以定胜负,并承诺罗马人绝无一人缺席战斗。面对当下的困局,他茫然失措且忧心忡忡,平民中遂有人向他陈词如下:
“Οὐ προσδεχομένους ἡμᾶς ἡ παροῦσα, ὦ στρατηγέ, κατέλαβε τύχη, ἀλλ’ εἰς πᾶν ἡμῖν τοὐναντίον τὰ τῆς ἐλπίδος ἐκβέβηκε.
“将军,眼前的命运并非在我们预料之中降临,我们希望的结果已全然走向反面。
τετυχηκότες γὰρ ὧν πρότερον ἐν ἐπιθυμίᾳ κατέστημεν, τανῦν ἐς τὴν παροῦσαν ξυμφορὰν ἥκομεν, καὶ περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, νῦν ἄνοιά τε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπόθεσις.3
因为我们虽得到了先前热切期盼之物,如今却陷入了当前的灾祸,昔日以为渴求皇帝的庇护乃是良策的想法,如今已彻底沦为愚妄,成为巨大灾难的根源。
ἀφ’ οὗ δὴ ἐς τόδε ἀνάγκης ἀφίγμεθα ὥστε ἐν τῷ παρόντι ἔτι βιάζεσθαι καὶ πρὸς τοὺς βαρβάρους ὁπλίζεσθαι τετολμήκαμεν.
正是由此,我们被逼入如此绝境,以至于在当下还敢于强行逼迫,并武装起来反抗蛮族。
καὶ συγγνώμη μὲν εἰ πρὸς Βελισάριον θρασυνόμεθα, γαστὴρ γὰρ οὐκ οἶδεν ἀποροῦσα τῶν ἀναγκαίων αἰσχύνεσθαι,
若我们在贝利撒留大人面前显得放肆无礼,尚祈恕罪,因为腹中缺少必需食物之人是不知羞耻的,
- 6.3.3ἐστὸν δὲ ὕδατος ὀχετὼ δύο
动词 ἐστόν(第三人称双数现在时)与名词 ὀχετώ(阳性双数主格)体现了仿效古典雅典方言的严格双数搭配。随后的形容词与分词(ὑψηλώ, ἀνεχομένω)、指示代词与名词(τούτω τὼ ὀχετώ)、代词(ἀλλήλοιν)以及动词与分词(τρέπεσθον, ξυνιόντε, ἀπολαβόντε, διακέκρισθον)皆一致保持了双数形式。
- 6.3.7φυλακὴν εἶχον τοῦ μηκέτι τοὺς πολεμίους ἐς τὴν πόλιν τι τῶν ἐπιτηδείων ἐσκομίζεσθαι
带属格冠词 τοῦ 的不定式短语(支配宾格主语 τοὺς πολεμίους)在此作名词词组 φυλακὴν εἶχον(保持警惕/监视)的同格属格,补足其具体内容,亦可理解为表目的的属格不定式,意为“监视防范敌人再将任何生活物资运入城内”。
- 6.3.14περιέστηκεν ἡμῶν ἡ προλαβοῦσα δόξα τὸ καλῶς τῆς βασιλέως προμηθείας ἐφίεσθαι, νῦν ἄνοιά τε οὖσα καὶ κακῶν τῶν μεγίστων ὑπόθεσις
动词 περιέστηκεν 在此意为“发生逆转/变成为”。主语为 ἡ προλαβοῦσα δόξα(昔日的想法),冠词化不定式 τὸ καλῶς ... ἐφίεσθαι 作其同格成分以阐明该想法的实质内容。分词短语 νῦν ἄνοιά τε οὖσα καὶ ... ὑπόθεσις 充当 περιέστηκεν 的表语补足语,表明原本被认为是妥当追求皇帝庇护的想法,如今已彻底逆转为愚蠢及酿成极重灾祸的根由。
