← 普罗科皮乌斯

战史

§6.2.22-6.2.38

伤员的救治与围城第二年的结束

身负重伤的博哈斯获救并被带回罗马城,随行军医为伤员展开外科救治;阿尔泽斯奇迹般痊愈,而库提拉斯与博哈斯则先后伤重不治。哥特军亦为其阵亡将领哀痛,围城战的第二年就此画上句号。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.22

καὶ αὐτὸν ἔπαισαν μὲν ὁμοῦ τοῖς δόρασιν ἅπαντες. τοῦ δὲ θώρακος ὑφισταμένου αἱ μὲν ἄλλαι πληγαὶ οὐ σφόδρα ἐλύπουν, εἷς δὲ τῶν Γότθων ἐξόπισθεν ὑπὲρ μασχάλην τὴν δεξιὰν γυμνοῦ τοῦ σώματος ἄγχιστα τοῦ ὤμου ἐπιτυχὼν ἔπληξε τὸν νεανίαν, οὐ καιρίαν μέντοι, οὐδὲ ἐς θανάτου κίνδυνον ἄγουσαν.1

他们所有人便一同持矛刺向他。由于胸甲承受住了冲击,其他的打击并没有造成太大伤害,但有一名哥特人从后方寻得他右腋上方、极靠近肩头的一处身体未覆甲处,刺中了这名年轻人,不过并非要害,亦不致有生命危险。

§6.2.23

ἔμπροσθεν δὲ ἄλλος μηρὸν αὐτοῦ τὸν εὐώνυμον νύξας τὸν ταύτῃ μυῶνα οὐκ εὐθείᾳ τινί, ἀλλ’ ἐγκαρσίᾳ πληγῇ ἔτεμε.

然而在正面,另一人刺中了他的左大腿,并非以直刺,而是以横向的一击切断了那里的肌肉。

§6.2.24

Βαλεριανὸς δὲ καὶ Μαρτῖνος τὰ ποιούμενα κατεῖδόν τε καί οἱ ἐπιβεβοηθηκότες ὡς τάχιστα ἔτρεψάν τε τοὺς πολεμίους καὶ τοῦ χαλινοῦ τοῦ Βώχα ἵππου ἄμφω λαβομένω ἐς τὴν πόλιν ἀφίκοντο. νύξ τε ἐπεγένετο καὶ ξὺν τοῖς χρήμασιν Εὐθάλιος ἦλθεν.

瓦勒良与马提努斯目睹了所发生的一切,迅速赶来增援,击溃了敌人;两人一同拉住博哈斯坐骑的缰绳,进入了城内。入夜时分,尤萨利乌斯携军饷赶到。

§6.2.25

Ἐπεὶ δὲ ἅπαντες ἐν τῇ πόλει ἐγένοντο, τῶν τραυμάτων ἐπεμελοῦντο. Ἄρζου μὲν οὖν τὸ βέλος ἀπὸ τοῦ προσώπου ἀφέλκεσθαι βουλόμενοι οἱ ἰατροὶ χρόνον τινὰ ἤσχαλλον, οὐχ ὅτι τοῦ ὀφθαλμοῦ ἕνεκεν, ὃν δὴ οὐκ ἄν ποτε σωθήσεσθαι ὑπετόπαζον, ἀλλ’ ὅπως μὴ2 ὑμένων τε καὶ νεύρων τρήσεσιν, οἷα πολλὰ ἐνταῦθά ἐστιν, ἄνδρα τῆς Βελισαρίου οἰκίας ἄριστον διαφθείρωσιν.

当所有人进城后,他们便开始照料伤员。医师们想要从阿尔泽斯的面部拔出箭矢,却犹豫徘徊了许久;这并非为了他的眼睛,因为他们已认定这只眼睛绝无保全的可能,而是担心因刺破那处密布的薄膜与筋络,从而断送了贝利撒留家中最杰出勇士的性命。

§6.2.26

ἔπειτα δὲ τῶν τις ἰατρῶν, Θεόκτιστος ὄνομα, ὄπισθεν ἐς τὸν αὐχένα ἐρείσας ἐπυνθάνετο τοῦ ἀνθρώπου εἰ λίαν ἀλγοίη.

随后,一位名叫塞奥克提斯托斯的医师按压其后颈处,询问他是否感到剧痛。

§6.2.27

τοῦ δὲ ἀλγεῖν φήσαντος, “Οὐκοῦν αὐτός τε σωθήσῃ,” εἶπε, “καὶ τὴν ὄψιν οὐκ ἂν βλαβήσῃ.”3 ταῦτα δὲ ἰσχυρίσατο τεκμηράμενος ὅτι τοῦ βέλους ἡ ἀκὶς τοῦ δέρματος οὐ πόρρω διήκει.

当伤者表示确实疼痛时,他说:“那么,你不仅能保住性命,而且视力也不会受损。”他做出这一断言,是因为他推断出箭矢的锋刃距离皮肤已然不远。

§6.2.28

τοῦ μὲν οὖν ἀτράκτου ὅσον ἔξω ἐφαίνετο ἐκτεμὼν ἔρριψε, διελὼν δὲ τῶν ἰνίων τὸ δέρμα οὗ μάλιστα ὁ ἀνὴρ πολυώδυνος ἦν, ἐντεῦθεν πόνῳ οὐδενὶ τὴν ἀκίδα ἐφείλκυσε, τρισί τε προὔχουσαν ὀπίσω ὀξείαις4 καὶ μοῖραν τοῦ βέλους τὴν λειπομένην ξὺν αὐτῇ φέρουσαν.

于是,他切下并扔掉了露在外面的一截箭杆,随后在伤者感到最为剧痛的后颈处切开皮肤,轻而易举地从那里拔出了尖刃;那尖刃向后突起三道锐利的倒钩,并随之带出了箭矢的剩余部分。

§6.2.29

οὕτω τε Ἄρζης κακῶν τε παντάπασιν ἀπαθὴς ἔμεινε καὶ οὐδὲ ἴχνος αὐτοῦ τῆς πληγῆς ἐς τὸ πρόσωπον ἀπελείπετο.

就这样,阿尔泽斯彻底免于后遗之患,甚至在面部未留下任何伤痕。

§6.2.30

Κουτίλας δὲ βιαιότερον τοῦ δορατίου ἐκ τῆς κεφαλῆς ἀφαιρεθέντος ʽἐπεπήγει γὰρ ἐπὶ πλεῖστον’ ἐς λειποθυμίαν ἐξέπεσεν.

至于库提拉斯,当标枪被较为粗暴地从他头上拔出时——因为扎得实在太深——他陷入了昏厥。

§6.2.31

ἐπεὶ δέ οἱ φλεγμαίνειν αἱ τῇδε μήνιγγες ἤρξαντο, φρενίτιδι νόσῳ ἁλοὺς οὐ πολλῷ ὕστερον ἐτελεύτησε.

随着那一处的脑膜开始发炎,他因罹患脑炎而在不久之后死去。

§6.2.32

Βώχαν μέντοι αὐτίκα αἵματός τε ῥύσις ἄφατος ἐκ τοῦ μηροῦ ἔσχε καὶ τεθνηξομένῳ οὐκ ἐς μακρὰν ἐῴκει. αἴτιον δὲ τούτου εἶναι ἰατροὶ ἔλεγον ὅτι οὐκ ἐπ’ εὐθείας, ἀλλ’ ἐγκαρσίᾳ ἐντομῇ τὸν μυῶνα ἡ πληγὴ ἔκοψεν.

而博哈斯的大腿处随即喷涌出难以尽述的鲜血,眼看命不久矣。医师们解释说,这是因为那一击并非直向切入,而是以横向切口斩断了肌肉。

§6.2.33

ἡμέραις γοῦν ἀπέθανε τρισὶν ὕστερον. διὰ ταῦτα μὲν οὖν Ῥωμαῖοι τὴν νύκτα ὅλην ἐκείνην ἐν πένθει μεγάλῳ ἐγένοντο· Γότθων δὲ θρῆνοί τε πολλοὶ καὶ κωκυτοὶ μεγάλοι ἐκ τῶν χαρακωμάτων ἠκούοντο.

果不其然,他在三天后死去。因此,罗马人在那一整夜都沉浸在巨大的悲痛之中;然而哥特人的防御栅栏中也传出了许多哀戚与悲号之声。

§6.2.34

καὶ ἐθαύμαζόν γε Ῥωμαῖοι, ἐπεὶ οὐδὲν ἐδόκει πάθος ξυμβῆναι τοῖς πολεμίοις λόγου ἄξιον τῇ προτεραίᾳ, πλήν γε δὴ ὅτι οὐκ ὀλίγοι αὐτῶν ἐν ταῖς ξυμβολαῖς διεφθάρησαν.

罗马人对此大感诧异,因为在前一天,除了有相当数量的敌军死于交锋之外,敌方似乎并没有遭受什么值得一提的灾难。

§6.2.35

ὅπερ καὶ πρότερον αὐτοῖς οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, ξυνενεχθὲν οὐ λίαν γε αὐτοὺς διὰ τὴν πολυανθρωπίαν ἐτάραξεν.

而此事此前也曾一点也不少、甚至更多地发生在他们身上,却因人口众多而并未使他们受到太大震动。

§6.2.36

ἐγνώσθη μέντοι τῇ ὑστεραίᾳ ὡς ἄνδρας δοκίμους ἐς τὰ μάλιστα τοῦ ἐν Νέρωνος πεδίῳ στρατοπέδου Γότθοι ἐθρήνουν, οὓς δὴ ὁ Βώχας ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινεν.

但到了次日他们才得知,哥特人是在哀悼尼禄原野营地中声望最为显赫的几名勇士,这些人正是博哈斯在发起第一次冲锋时斩杀的。

§6.2.37

Ἐγένοντο δὲ καὶ ἄλλαι οὐκ ἀξιόλογοι ξυμβολαί, ἅσπερ μοι ξυγγράψαι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. πάσας μέντοι ἑπτὰ καὶ ἑξήκοντα ἐν τῇδε τῇ πολιορκίᾳ ξυνηνέχθη γενέσθαι, καὶ δύο δὴ ἄλλας ὑστάτας, αἵ μοι ἐν τοῖς ὄπισθεν λόγοις εἰρήσονται.

此外还发生了一些不值一提的交锋,我认为完全没有必要将其写入史册。然而在这场围城战中,发生的战斗总计有六十七次,还有最后的两次,我将在后文的叙述中予以记录。

§6.2.38

τότε δὲ ὅ τε χειμὼν ἔληγε καὶ τὸ δεύτερον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψεν.

彼时严冬渐逝,普罗科皮乌斯所记载的这场战争的第二年亦告终结。

语法注4 条
  1. 6.2.22οὐ καιρίαν μέντοι, οὐδὲ ἐς θανάτου κίνδυνον ἄγουσαν

    καιρίαν(阴性单数宾格)配合前文动词 ἔπληξε 作同源/内面宾格(或省略了 πληγήν),与后文分词短语 οὐδὲ ἐς θανάτου κίνδυνον ἄγουσαν 并列,意为“(刺下的那一击)并非致命的,亦非引向死亡危险的”。

  2. 6.2.25οὐχ ὅτι τοῦ ὀφθαλμοῦ ἕνεκεν... ἀλλ’ ὅπως μὴ

    原因与目的的对比结构:οὐχ ὅτι... ἕνεκεν(“并非为了/由于……”)与 ἀλλ’ ὅπως μὴ...(“而是为了不使……”)相对照。οὐχ ὅτι 为习用表达,用于否定假定原因,此处修饰介词短语,后接 ὅπως μή 引出的否定目的从句(搭配虚拟式 διαφθείρωσιν)。

  3. 6.2.27καὶ τὴν ὄψιν οὐκ ἂν βλαβήσῃ

    否定小词 οὐκ ἄν 与被动态将来直陈式(βλαβήσῃ)结合的结构。古典希腊语中通常以 ἄν 搭配希求法表达潜在语气,而在晚期希腊语(尤其是普罗科皮乌斯文中)常可见 ἄν 与将来直陈式连用以表达婉转推测或潜在断定。τὴν ὄψιν 为相关宾格(“就视力而言”)。

  4. 6.2.28τρισί τε προὔχουσαν ὀπίσω ὀξείαις

    τρισὶ... ὀξείαις 为阴性复数与格,表方式或工具(“以三个尖锐的突起/倒钩”)。προὔχουσαν 为宾格分词,修饰 τὴν ἀκίδα(箭头),表示该尖刃向后突出三个锐利的倒钩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.2.22-6.2.38