- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.29.17-6.29.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
陷入绝境的哥特人与维蒂吉斯暗中提议拥立贝利萨留为西方皇帝;贝利萨留在征得部将同意后佯装接受,并部署进军拉文纳。
Ταῦτα μὲν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγίνετο. Γότθοι δὲ τῷ λιμῷ πιεζόμενοι οὐκέτι τε ἀντέχειν τῇ ταλαιπωρίᾳ δυνάμενοι Οὐιττίγιδος μὲν τῇ ἀρχῇ ἤχθοντο ἅτε ὡς μάλιστα δεδυστυχηκότος, βασιλεῖ δὲ προσχωρεῖν ὤκνουν, δεδιότες ἄλλο μὲν οὐδέν, ὅπως δὲ μὴ δοῦλοι βασιλέως γενόμενοι ἔκ τε Ἰταλίας ἀνίστασθαι ἀναγκάζοιντο καὶ ἐς Βυζάντιον ἰόντες ἐνταῦθα ἱδρύσεσθαι.1
这些事发生在罗马军营之中。另一方面,哥特人饱受饥荒之苦,再也无法忍受困厄,对屡遭不幸的维蒂吉斯的统治心生厌恶,却又犹豫不敢归附皇帝,他们所恐惧的无非是自己沦为皇帝的奴隶后,被迫迁离意大利,前往拜占庭定居。
ἐν σφίσιν οὖν αὐτοῖς βουλευσάμενοι, εἴ τι ἐν Γότθοις καθαρὸν ἦν,2 βασιλέα τῆς ἑσπερίας βελισάριον ἀνειπεῖν ἔγνωσαν. πέμψαντες δὲ παρ’ αὐτὸν λάθρα ἐδέοντο ἐς τὴν βασιλείαν καθίστασθαι· ταύτῃ γὰρ αὐτῷ ἄσμενοι ἕψεσθαι ἰσχυρίζοντο.
于是,哥特人中的显贵精英在彼此商议之后,决定拥立贝利萨留为西方皇帝。他们暗中派人前往他处,恳请他登基称帝,坚称若能如此,他们自当欣然追随。
Βελισάριος δὲ καταστῆναι μὲν ἐς τὴν ἀρχὴν οὐχ ἑκόντος βασιλέως ἥκιστα ἤθελε·
然而,贝利萨留绝不愿违背皇帝的意愿登上大位。
τῷ τε γὰρ τοῦ τυράννου ὀνόματι ὑπερφυῶς ἤχθετο καὶ ὅρκοις δεινοτάτοις πρὸς βασιλέως καταληφθεὶς πρότερον ἔτυχε, μήποτε αὐτοῦ περιόντος νεωτεριεῖν· ὅπως δὲ τὰ παρόντα ὡς ἄριστα διοικήσηται, ἀσμένως ἔδοξε τοὺς τῶν βαρβάρων λόγους ἐνδέχεσθαι.
因为他极度厌恶僭主的名号,加之此前曾受制于皇帝极其严厉的誓言,发誓只要皇帝在世就绝不发动政变。但他为了能最妥善地处理眼下的局势,表面上欣然接受了蛮族人的提议。
ὧν δὴ αἰσθόμενος Οὐίττιγις ἔδεισέ τε καὶ Γότθους ὡς βέλτιστα βεβουλεῦσθαι εἰπὼν Βελισαρίῳ καὶ αὐτὸς λάθρα παρῄνει ἐς τὴν βασιλείαν ἰέναι· οὐδένα γάρ οἱ ἐμποδὼν στήσεσθαι. καὶ τότε δὴ Βελισάριος αὖθις τούς τε βασιλέως πρέσβεις καὶ πάντας ξυγκαλέσας τοὺς ἄρχοντας ἠρώτα, εἰ αὐτοῖς λόγου πολλοῦ ἄξιον εἶναι δοκεῖ Γότθους τε ἅπαντας ξὺν Οὐιττίγιδι δορυαλώτους ποιήσασθαι, καὶ χρήματα μὲν πάντα ληΐσασθαι, Ἰταλίαν δὲ Ῥωμαίοις ξύμπασαν ἀνασώσασθαι. οἱ δὲ ὑψηλόν τε καὶ ὑπέρογκον τοῦτο Ῥωμαίοις εὐτύχημα ἔφασκον ἔσεσθαι, καὶ πράσσειν αὐτὸν ὅπη ἂν δύνηταί τι ὡς τάχιστα ἠξίουν.
维蒂吉斯察觉此事后心生恐惧,声称哥特人做出了最明智的决定,他自己也暗中劝说贝利萨留登基,因为绝不会有人出面阻拦。于是,贝利萨留再次召集皇帝的使节和全体将领,询问在他们看来,将包括维蒂吉斯在内的全体哥特人俘获,尽数掠取其财富,并为罗马人收复整个意大利,是否算得上一件极有价值的大事。他们宣称这对于罗马人而言将是极其巨大而重大的幸事,并敦促他尽其所能尽快付诸实施。
αὐτίκα γοῦν παρά τε Οὐίττιγιν καὶ Γότθων τοὺς δοκίμους Βελισάριος τῶν ἐπιτηδείων τινὰς ἔπεμψε, κελεύων ἐπιτελῆ ποιήσειν ὅσα ὑπέσχοντο.
贝利萨留随即派遣几位亲信前往维蒂吉斯和哥特要人之处,命令他们履行所许下的诺言。
οὐδὲ γὰρ αὐτοὺς ἐς ἄλλον τινὰ χρόνον τὴν πρᾶξιν ἀποτίθεσθαι ὁ λιμὸς ξυνεχώρει, ἀλλ’ ἔτι μᾶλλον ἐγκείμενος ἐς ταύτην ἐνῆγε.
事实上,饥荒也容不得他们将行动推迟到其他时候,反而更加逼迫他们走向这一步。
διὸ καὶ πρέσβεις ἐς τὸ Ῥωμαίων στρατόπεδον στέλλουσιν αὖθις, ἄλλο μὲν ὅτι δὴ ἐς τὸ πλῆθος ἐροῦντας, ἐν παραβύστῳ δὲ πρὸς Βελισαρίου τὰ πιστὰ ληψομένους, ὡς ἄχαρί τε αὐτῶν ἐργάσεται οὐδένα καὶ βασιλεὺς τὸ λοιπὸν Ἰταλιωτῶν αὐτὸς καὶ Γότθων εἴη, οὕτω τε ξὺν αὐτῷ καὶ τῷ Ῥωμαίων στρατῷ ἐς Ῥάβενναν ἥξοντας.3
因此,他们再次派遣使者前往罗马军营,表面上是对全军将士作另一番宣告,暗中则要从贝利萨留那里取得保证,即他对他们任何人皆不施加伤害,且今后由他本人担任意大利人与哥特人的皇帝,并以此随他及罗马军队返回拉文纳。
Βελισάριος δὲ τὰ μὲν ἄλλα ὤμοσεν ἅπαντα, καθάπερ οἱ πρέσβεις ἠξίουν, ὑπὲρ δὲ τῆς βασιλείας αὐτῷ Οὐιττίγιδι καὶ Γότθων τοῖς ἄρχουσιν ὀμεῖσθαι ἔφη.
贝利萨留按照使者们的要求,就其余一切事项立下了誓言,但关于帝位一事,他表示要向维蒂吉斯本人及哥特将领们宣誓。
καὶ αὐτὸν οἱ πρέσβεις οὐκ ἄν ποτε ἀποσείεσθαι τὴν βασιλείαν οἰόμενοι, ἀλλ’ ἐφίεσθαι αὐτῆς πάντων μάλιστα, αὐτίκα δὴ μάλα ἐς Ῥάβενναν ξὺν αὐτοῖς ἐκέλευον ἰέναι.
使者们深信他绝不会推卸帝位,反而比任何事物都更加渴望它,便极力敦促他立即随同他们前往拉文纳。
καὶ τότε δὴ Βελισάριος Βέσσαν τε καὶ Ἰωάννην καὶ Ναρσῆν καὶ Ἀράτιον ʽτούτους γάρ οἱ ὡς μάλιστα δύσνους εἶναι ὑπώπτευεν’ ἄλλον ἀλλαχόσε ξὺν τοῖς ἑπομένοις ἐκέλευεν ἰέναι τά τε ἀναγκαῖα σφίσι πορίζεσθαι· αὐτῷ γὰρ οὐκέτι ἔφασκε δυνατὰ εἶναι ἐς τοῦτο δὴ τὸ χωρίον παντὶ τῷ στρατῷ τὰ ἐπιτήδεια ἐσκομίζεσθαι.
就在此时,贝利萨留命令贝萨斯、约翰、纳尔塞斯和阿拉提乌斯(他怀疑这几人格外对他怀有恶意)各自率领本部人马前往不同的地点筹措粮饷;因为他声称,自己已无法再将全军所需的补给运入这一特定地区了。
- 6.29.17δεδιότες ἄλλο μὲν οὐδέν, ὅπως δὲ μὴ ... ἀναγκάζοιντο καὶ ... ἱδρύσεσθαι
在表示恐惧的分词 δεδιότες 之后,由 ὅπως μή 引出带祈愿语气(ἀναγκάζοιντο)的从句,随后通过 καί 连接不定式 ἱδρύσεσθαι。该不定式既可视为承接 ἀναγκάζοιντο 的支配(即“被迫迁离……并定居”),亦可视为在表达恐惧的结构中由限定动词转向不定式的句式转变(破格),但作前者(受迫行动的并列)理解最为顺畅一致。
- 6.29.18εἴ τι ἐν Γότθοις καθαρὸν ἦν
由条件连词 εἰ 加中性不定代词 τι 与修饰语构成的习语,字面意为“若哥特人中尚存何等纯正之部分”。此处以中性整体概念指代“哥特人中的显贵精英/纯正贵族阶层”。
- 6.29.26οὕτω τε ξὺν αὐτῷ καὶ τῷ Ῥωμαίων στρατῷ ἐς Ῥάβενναν ἥξοντας
将来分词 ἥξοντας 为阳性复数宾格,修饰主句的宾语 πρέσβεις,而非主句主语。它与表示目的的分词 ἐροῦντας 和 ληψομένους 相并列,表明使者们在取得保证后,将与贝利萨留及罗马军队一同返回拉文纳这一行动目的。
