← 普罗科皮乌斯

战史

§6.29.1-6.29.16

查士丁尼的和谈提议与贝利萨留的拒签

查士丁尼皇帝的使节提出瓜分意大利的和谈条件并获得哥特人接受,追求彻底胜利的贝利萨留拒绝签字,随后召集部将并让他们书面确认支持和约。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.29.1

Τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο, Δόμνικός τε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ’ ᾧ τὴν εἰρήνην κατὰ τάδε ποιήσονται· Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι, χώρας τε ἄρχειν ἣ ἐκτὸς Πάδου ποταμοῦ ἐστι· τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι, καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου ποιήσασθαι.

当时,皇帝的使节也抵达了,即多姆尼库斯和马克西米努斯,两人皆为元老院议员,其使命是按照以下条件缔结和约:维蒂吉斯获得王室财产的一半,并统治波河以外的土地;其余一半财产归皇帝所有,并由他将波河以内的所有土地置于纳贡统治之下。

§6.29.3

Βελισαρίῳ τε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες δὲ Γότθοι καὶ Οὐίττιγις ἐφ’ ᾧ ἥκοιεν, ἄσμενοι κατὰ ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι.

使节们向贝利萨留出示了皇帝的诏书后,便前往拉文纳。哥特人与维蒂吉斯获悉他们的来意后,欣然同意依此条件缔结条约。

§6.29.4

ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν, ἐν ξυμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ,1 τό τε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλωτον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν.

贝利萨留闻讯后深感愤慨,认为若有人阻止他在不费吹灰之力的情况下夺取整场战争的最终胜利,并将俘虏维蒂吉斯押送至拜占庭,实为极大的不幸。

§6.29.5

ἐπειδή τε οἱ πρέσβεις ἐκ Ῥαβέννης πρὸς αὐτὸν ἵκοντο, γράμμασιν οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν.

因此,当使节们从拉文纳返回他处时,他断然不肯用亲笔文书确认该条约。

§6.29.6

ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷ τε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον, καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο, ἄντικρύς τε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτων τε καὶ ὅρκων οὔποτε ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι.

哥特人察觉到这一点,怀疑罗马人提出和平乃是怀有阴谋,对他们产生了极大的猜疑,公然声明若无贝利萨留的文书与誓言,绝不与他们达成协议。

§6.29.7

Ἀκούσας δὲ Βελισάριος λοιδορεῖσθαί οἱ τῶν ἀρχόντων τινάς, ὡς δὴ ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι τὸν πόλεμον καταλύειν οὐδαμῶς βούλοιτο, ξυγκαλέσας ἅπαντας, Δομνίκου τε καὶ Μαξιμίνου παρόντων, ἔλεξε τοιάδε·

贝利萨留听说有几位将领在诋毁自己,声称他阴谋危害皇帝的大业,因而绝不愿结束战事,便在多姆尼库斯和马克西米努斯在场的情况下召集所有人,发表了如下讲话:

§6.29.8

“Τὴν μὲν τοῦ πολέμου τύχην ἐν τῷ ἀσφαλεῖ ὡς ἥκιστα ἑστάναι αὐτός τε οἶδα καὶ ὑμῶν ἕκαστον ταὐτά μοι γινώσκειν ὑπὲρ αὐτῆς οἶμαι.

“战争的胜负绝非立于稳固之地,这一点我自身深知,也相信你们每个人在此事上都与我所见略同。

§6.29.9

πολλούς τε γὰρ ἐπίδοξος, ὅτι δὴ ἐς αὐτοὺς ἀφίξεται, οὖσα ἡ τῆς νίκης ἐλπὶς2 ἔσφηλε, καὶ τοῖς ἠτυχηκέναι δοκοῦσι τῶν ἐχθρῶν ἤδη παρὰ δόξαν περιεῖναι ξυνέβη.

因为胜利的希望在看似必将来临之际,曾使许多人惨遭覆灭;而看似遭遇厄运者出人意料地战胜敌人之事,此前也曾发生过。

§6.29.10

διὸ δή φημι χρῆναι τοὺς ὑπὲρ τῆς εἰρήνης βουλευομένους οὐ τὴν ἀγαθὴν ἐλπίδα προβάλλεσθαι μόνον, ἐφ’ ἑκάτερα δὲ τὴν ἀπόβασιν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντας, οὕτω τὴν αἵρεσιν ποιεῖσθαι τῆς γνώμης.

因此我说,凡商议和平之事者,不应仅仅寄望于美好的前景,而应铭记结局对自己而言可能向任何一方倾斜,以此来作出判断与抉择。

§6.29.11

τούτων δὲ τοιούτων ὄντων, ὑμᾶς τε τοὺς ξυνάρχοντας καὶ τούσδε τοὺς βασιλέως πρέσβεις ξυνεισάγειν ἔδοξεν ἔμοιγε, ὅπως ἐν τῷ παρόντι κατ’ ἐξουσίαν ἑλόμενοι ὅ τι ἂν βασιλεῖ ξυνοίσειν δοκῇ, μήποτέ τινα ὀπίσω τῶν πραγμάτων κατ’ ἐμοῦ ποιήσησθε μέμψιν.

既然情势如此,我认为将身为同僚将领的各位以及这几位皇帝的使节召集一处是十分必要的,以便各位在眼下能够充分自主地选择任何看来对皇帝有利的方案,免得日后事态发展之后再对我横加指责。

§6.29.12

τῶν γὰρ ἀτοπωτάτων ἂν εἴη σιωπᾶν μὲν ἕως ἔξεστιν ἐξελέσθαι τὰ κρείσσω, σκοπουμένοις δὲ τὴν ἀπὸ τῆς τύχης ἀπόβασιν τὰς αἰτίας ποιεῖσθαι.3

因为在尚可选择更佳方案之时保持沉默,却在看到命运带来的结果后再去追究责任,乃是极其荒谬之举。

§6.29.13

ὅσα μὲν οὖν ἐς τὴν τοῦ πολέμου διάλυσιν βασιλεῖ τε δέδοκται καὶ Οὐιττίγιδι βουλομένῳ ἐστίν,4 ἐπίστασθε δή που.

关于结束战争之事,皇帝所作的决断以及维蒂吉斯所欣然接受的条件,想必你们已经知晓。

§6.29.14

εἰ δὲ καὶ ὑμῖν ξύμφορα ταῦτα εἶναι δοκεῖ, λεγέτω παρελθὼν ἕκαστος. εἰ μέντοι πᾶσάν τε Ἰταλίαν οἴεσθε Ῥωμαίοις ἀνασώσασθαι οἷοί τε εἶναι καὶ τῶν πολεμίων τὴν ἐπικράτησιν ποιήσασθαι, οὐδὲν κωλύσει μηδὲν ὑποστειλαμένους εἰπεῖν.” ταῦτα ἐπεὶ Βελισάριος εἶπεν, ἅπαντες ἄντικρυς ἀπεφήναντο τὰ βασιλέως βουλεύματα βέλτιστα εἶναι, καὶ οὐδὲν αὐτοὺς οἵους τε ἔσεσθαι περαιτέρω τοὺς πολεμίους ἐργάζεσθαι.

如果你们也认为这些条件有利,便请各位上前陈述。但如果你们认为自己有能力为罗马人收复整个意大利,并取得压倒敌人的决定性胜利,那么直言不讳亦绝无不可。”贝利萨留言罢,全员直截了当地表示,皇帝的决策乃是最优之选,他们无力再对敌人采取更进一步的行动。

§6.29.16

Βελισάριος δὲ ἡσθεὶς τῶν ἀρχόντων τῇ γνώμῃ γράμμασιν αὐτὴν ἠξίου δηλῶσαι, ὡς μήποτε αὐτὴν ἀρνηθεῖεν. οἱ δὲ καὶ γράψαντες ἐν βιβλιδίῳ ἐδήλουν οὐχ οἷοί τε εἶναι περιέσεσθαι τῷ πολέμῳ τῶν ἐναντίων.

贝利萨留对将领们的表态感到欣慰,要求他们以书面形式予以明确,以免日后矢口否认。他们便在文书中写明,承认自己无力在战事中克敌制胜。

语法注4 条
  1. 6.29.4παρὸν οὐδενὶ πόνῳ

    非人称动词 πάρεστι 的中性宾格分词构成的宾格绝对独立结构。在此表示让步或背景情况(“在无需劳苦便完全可行的情况下”),用以修饰后文的不定词 φέρεσθαι 与 ἀγαγεῖν 所表述的行动。

  2. 6.29.9ἐπίδοξος, ὅτι δὴ ἐς αὐτοὺς ἀφίξεται, οὖσα ἡ τῆς νίκης ἐλπὶς

    主语 ἡ τῆς νίκης ἐλπὶς 与表语形容词 ἐπίδοξος 结合分词 οὖσα 构成的人称结构。该主语短语支配谓语动词 ἔσφηλε(以 πολλούς 为宾语),ὅτι 从句则具体补充说明形容词 ἐπίδοξος(“预期会到来的”)的内容。

  3. 6.29.12σκοπουμένοις δὲ τὴν ἀπὸ τῆς τύχης ἀπόβασιν τὰς αἰτίας ποιεῖσθαι

    与格分词 σκοπουμένοις 在非人称评价结构(τῶν ἀτοπωτάτων ἂν εἴη + 不定词)中作关涉与格,指明动作的承担者,充当不定词短语 τὰς αἰτίας ποιεῖσθαι 的逻辑主语(即“在审视了命运带来的结果之后再去追究责难”)。

  4. 6.29.13Οὐιττίγιδι βουλομένῳ ἐστίν

    希腊语中由人称与格、分词 βουλόμενος(或 ἡδόμενος 等)以及动词 εἰμί 构成的固定惯用句式,用以表示某人的意愿或喜好,意为“符合维蒂吉斯的意愿 / 为维蒂吉斯所欣然接受”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.29.1-6.29.16