← 普罗科皮乌斯

战史

§6.28.19-6.28.35

维蒂吉斯的和谈与拉文纳的彻底被困

经贝利萨留使节的劝说,维蒂吉斯拒绝了法兰克人的提议,选择与罗马和谈;贝利萨留则通过封锁河流与焚烧粮仓使拉文纳彻底陷入绝境。随着阿尔卑斯要塞守军投降与要塞被陷,乌赖阿斯的援军瓦解,维蒂吉斯等人被彻底围困在拉文纳城内。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.28.19

τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι τρόπον ἐπίστασθε δή που·1 οἵ γε χρήματα μὲν τοσαῦτα τὸ πλῆθος, Γαλλίας δὲ ὅλας παρ’ ὑμῶν ἐπὶ ξυμμαχίᾳ κεκομισμένοι οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου συνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ2 ὅπλα οὕτως ἀνέδην καθ’ ὑμῶν εἵλοντο, εἴ τις ἐν ὑμῖν τῶν πρὸς τῷ Πάδῳ ξυμπεπτωκότων διασώζεται λόγος.

“因为他们是如何尊崇他们已经立下的誓言的,你们想必心知肚明:这帮人以结盟为条件,从你们那里获得了如此巨额的钱财以及整个高卢,却不仅绝无与你们分担危险的意图,反而如此肆无忌惮地对你们倒戈相向——只要在你们心中还残留着一丝关于波河边所发生之事的记忆。

§6.28.20

καὶ τί δεῖ τὰ φθάσαντα λέγοντας ἐλέγχειν τὸ τῶν Φράγγων ἀσέβημα; τῆς παρούσης αὐτῶν πρεσβείας οὐδὲν ἂν γένοιτο μιαρώτερον.

又何须诉诸往事来揭露法兰克人的不义呢?他们眼下的这次出使便再丑恶不过了。

§6.28.21

ὥσπερ γὰρ ἐπιλελησμένοι τῶν σφίσιν αὐτοῖς ὡμολογημένων τε καὶ ταῖς ξυνθήκαις ὀμωμοσμένων κοινωνεῖν τῶν πάντων ὑμῖν ἀξιοῦσιν.

因为他们竟仿佛遗忘了自己亲自商定并在条约中起誓的事项,妄图与你们共同分享一切。

§6.28.22

ἢν δὲ καὶ τούτου παρ’ ὑμῶν τύχωσιν, εἰς τί ποτε αὐτοῖς τελευτήσει τὸ τῶν χρημάτων ἀκόρεστον σκοπεῖσθαι προσήκει.”

倘若他们又从你们这里得逞,那么其对财富的贪得无厌究竟会以何收场,实在应当深思熟虑。”

§6.28.23

Τοσαῦτα μὲν καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν. Οὐίττιγις δὲ ξὺν Γότθων τοῖς ἀρίστοις πολλὰ κοινολογησάμενος τάς τε πρὸς βασιλέα ξυνθήκας εἵλετο καὶ ἀπράκτους ἀπεπέμψατο τοὺς Γερμανῶν πρέσβεις. καὶ τὸ λοιπὸν Γότθοι μὲν καὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐπεκηρυκεύοντο ἤδη, Βελισάριος δὲ οὐδέν τι ἧσσον ἐφύλασσε τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκομίζεσθαι.3

贝利萨留的使者们也说了这番话。维蒂吉斯在与哥特贵族们多次商议后,决定与皇帝缔约讲和,将日耳曼人的使节空手打发回去。此后,哥特人与罗马人之间便已开始互通使节;然而贝利萨留依然没有丝毫放松戒备,防范蛮族运入补给。

§6.28.24

καὶ Βιτάλιον μὲν ἐς Βενετίους ἰόντα ὡς πλεῖστα ἐπάγεσθαι τῶν ἐκείνῃ χωρίων ἐκέλευεν, αὐτὸς δὲ Ἰλδίγερα πέμψας τὸν Πάδον ἐφύλασσεν ἑκατέρωθεν, ὅπως τε οἱ βάρβαροι μᾶλλον ἀπορίᾳ τῶν ἀναγκαίων ἐνδώσουσι καὶ τὰς ξυνθήκας ποιήσονται ᾗ αὐτὸς βούλεται.

他命令维塔利乌斯前往威尼提亚,尽可能招抚那里的更多城镇;自己则派遣伊尔迪格从两岸封锁波河,务使蛮族因生活必需品匮乏而更快屈服,并按他所希望的条件缔结和约。

§6.28.25

καὶ ἐπεὶ σῖτον πολὺν ἐν δημοσίοις οἰκήμασιν ἔτι ἐντὸς Ῥαβέννης ἀποκεῖσθαι ἔγνω, τῶν τινα ταύτῃ ᾠκημένων ἀνέπεισε χρήμασι ταῦτα δὴ τὰ οἰκήματα ξὺν τῷ σίτῳ λάθρα ἐμπρῆσαι.

此外,当得知拉文纳城内的公共房舍中还囤积着大量谷物时,他用金钱收买了当地的一位居民,秘密放火烧毁了这些房舍连同其中的谷物。

§6.28.26

φασὶ δὲ καὶ γνώμῃ Ματασούνθης, τῆς Οὐιττίγιδος γυναικός, ταῦτα ἀπολωλέναι. ἐπειδή τε ὁ σῖτος ἐκ τοῦ αἰφνιδίου ἐκέκαυτο, οἱ μέν τινες ἐξ ἐπιβουλῆς γεγενῆσθαι τὸ ἔργον ὑπετόπαζον, οἱ δὲ κεραυνῷ τὸν χῶρον βεβλῆσθαι ὑπώπτευον.

也有人说,这些物资的毁坏是出自维蒂吉斯之妻玛塔逊塔的授意。当谷物突然被烧毁时,一些人怀疑这是蓄谋破坏所致,另一些人则怀疑该地遭到了雷击。

§6.28.27

ἑκάτερα δὲ λογιζόμενοι Γότθοι τε καὶ Οὐίττιγις ἐς ἀμηχανίαν ἔτι μᾶλλον ἐνέπιπτον, οὐδὲ σφίσιν αὐτοῖς πιστεύειν τὸ λοιπὸν ἔχοντες καὶ πρὸς τοῦ θεοῦ πολεμεῖσθαι οἰόμενοι. ταῦτα μὲν οὖν ταύτῃ ἐπράσσετο.

哥特人与维蒂吉斯思量着这两种可能,陷入了更深的绝望之中,他们从此甚至无法再信任彼此,并认为自己正在遭受神明的打击。这些事情便是这样进展着。

§6.28.28

Ἐν δὲ Ἄλπεσιν αἳ Γάλλους τε καὶ Λιγούρους διορίζουσιν, ἅσπερ Ἄλπεις Κουτίας καλοῦσι Ῥωμαῖοι, φρούρια συχνὰ ξυμβαίνει εἶναι.

在分隔高卢人与利古里亚人的阿尔卑斯山脉——罗马人称之为科提安阿尔卑斯山——坐落着许多要塞。

§6.28.29

οὗ δὴ Γότθοι ἐκ παλαιοῦ πολλοί τε καὶ ἄριστοι, ξύν τε γυναιξὶ καὶ παισὶ τοῖς αὐτῶν ᾠκημένοι, φυλακὴν εἶχον, οὕσπερ ἐπεί οἱ βούλεσθαι Βελισάριος προσχωρεῖν ἤκουσε, τῶν οἱ ἑπομένων τινά, Θωμᾶν ὄνομα, ξὺν ὀλίγοις τισὶ παρ’ αὐτοὺς ἔπεμψεν, ἐφ’ ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ4 τοὺς ταύτῃ βαρβάρους.

自古以来,许多优秀的哥特人便携妻带子定居在此把守要冲。贝利萨留听说他们有意归顺自己,便派遣随从之一、名叫托马斯的人率少数随员前往他们那里,条件是在提供信约后,通过协议促成当地的蛮族投降。

§6.28.30

καὶ αὐτοὺς ἐς τὰς Ἄλπεις ἀφικομένους Σίσιγις, ὃς τῶν ἐνταῦθα φυλακτηρίων ἦρχεν, ἑνὶ τῶν φρουρίων δεξάμενος, αὐτός τε προσεχώρησε καὶ τῶν ἄλλων ἑκάστους εἰς τοῦτο ἐνῆγεν.

当他们抵达阿尔卑斯山时,掌管当地驻军的西西吉斯在其中一座要塞接待了他们,不仅自己归降,还促使其他人逐一归顺。

§6.28.31

ἐν τούτῳ δὲ Οὐραΐας τετρακισχιλίους Λιγούρους τε κἀκ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων ἀπολεξάμενος, ἐπὶ Ῥάβενναν ὡς βοηθήσων κατὰ τάχος ᾔει.

在此期间,乌赖阿斯挑选了四千名利古里亚人以及阿尔卑斯各要塞的守军,急行军前往拉文纳实施救援。

§6.28.32

οἵπερ ἐπειδὴ τὰ Σισίγιδι πεπραγμένα ἐπύθοντο, ἀμφὶ τοῖς οἰκείοις δεδιότες, ἐνταῦθα πρῶτον ἠξίουν ἰέναι. διὸ δὴ Οὐραΐας παντὶ τῷ στρατῷ ἐς τὰς Ἄλπεις Κουτίας ἦλθε καὶ τὸν Σίσιγιν ξὺν τοῖς ἀμφὶ τὸν Θωμᾶν ἐπολιόρκει. ταῦτα Ἰωάννης τε, ὁ Βιταλιανοῦ ἀδελφιδοῦς, καὶ Μαρτῖνος πυθόμενοι ʽἀγχοτάτω γὰρ Πάδου ποταμοῦ ὄντες ἐτύγχανον’ κατὰ τάχος ἐβοήθουν παντὶ τῷ στρατῷ καὶ τῶν ἐν ταῖς Ἄλπεσι φρουρίων τισὶν ἐξ ἐπιδρομῆς ἐπισκήψαντες εἷλον, καὶ τοὺς ἐνταῦθα ᾠκημένους ἠνδραποδίσαντο, ἐν οἷς παῖδάς τε συχνοὺς καὶ γυναῖκας τῶν ὑπὸ τῷ Οὐραΐᾳ στρατευομένων ξυνέπεσεν εἶναι.

但这批人得知了西西吉斯的所作所为后,因担忧家眷的安危,要求首先赶赴该地。因此,乌赖阿斯率全军来到科提安阿尔卑斯山,将西西吉斯与托马斯等人围困起来。维塔利阿努斯的侄子约翰以及马丁获悉此事后(他们恰巧离波河极近),立即率全军火速驰援,突袭攻占了阿尔卑斯山中的几座要塞,并将那里的居民掳为奴隶;恰巧在这些人当中,有许多乌赖阿斯麾下出征士兵的子女和妻子。

§6.28.34

πλεῖστοι γὰρ αὐτῶν ἐκ τούτων δὴ τῶν φρουρίων ὁρμώμενοι εἵποντο.

因为这些士兵大多正是从这些要塞出发参军的。

§6.28.35

οἵπερ, ἐπεὶ ἁλῶναι τὰ σφέτερα αὐτῶν ἔμαθον, ἀποταξάμενοι τοῦ Γότθων στρατοπέδου ἐκ τοῦ αἰφνιδίου, τοῖς ἀμφὶ τὸν Ἰωάννην προσχωρεῖν ἔγνωσαν, καὶ ἀπ’ αὐτοῦ Οὐραΐας οὔτε τι ἐνταῦθα ἀνύτειν οὔτε τοῖς ἐν Ῥαβέννῃ κινδυνεύουσι Γότθοις βοηθεῖν ἴσχυσεν, ἀλλὰ ἄπρακτος ἐς Λιγουρίαν ξὺν ὀλίγοις ἐλθὼν ἡσυχῆ ἔμενε. καὶ Βελισάριος κατ’ ἐξουσίαν Οὐίττιγίν τε καὶ Γότθων τοὺς δοκίμους ἐν Ῥαβέννῃ καθεῖρξε.

当他们得知自己的家眷已被俘获,便突然脱离哥特军营,决意归顺约翰一行;乌赖阿斯因此既无法在当地取得任何进展,也无力救援拉文纳危在旦夕的哥特人,只得徒劳无功地带着少数人退往利古里亚静观其变。贝利萨留遂得以游刃有余地将维蒂吉斯及哥特显要们牢牢困在拉文纳城内。

语法注4 条
  1. 6.28.19τὸν γὰρ ἤδη αὐτοῖς ὀμωμοσμένον ὅντινα τετιμήκασι τρόπον ἐπίστασθε δή που

    τὸν ... ὀμωμοσμένον(省略了 ὅρκον)属于先行词前置(prolepsis),将后接间接疑问从句 ὅντινα τετιμήκασι τρόπον 的宾语提至句首,意为“他们以何种方式尊重了已立下的誓言”。

  2. 6.28.19οὐχ ὅσον ὑμῖν τοῦ κινδύνου συνάρασθαι οὐδαμῶς ἔγνωσαν, ἀλλὰ καὶ

    οὐχ ὅσον ... οὐδαμῶς ... ἀλλὰ καί 是后期希腊语常见短语,等同于 οὐχ ὅτι / οὐχ ὅπως(“不仅不……反而……”),并在此通过否定副词 οὐδαμῶς 进一步加以强调。

  3. 6.28.23τοῦ μὴ τοὺς βαρβάρους τὰ ἐπιτήδεια ἐσκομίζεσθαι

    带冠词不定式的属格 τοῦ μὴ ... ἐσκομίζεσθαι 依附于表示防备的动词 ἐφύλασσε,表阻碍或目的(“防备……以免”)。其中的否定词 μή 属于此类动词后的赘词性否定。

  4. 6.28.29ἐφ’ ᾧ τὰ πιστὰ δόντες παραστήσονται ὁμολογίᾳ

    ἐφ’ ᾧ 接将来时直陈式(παραστήσονται)表示协议或委派的条件(“在……的条件下”)。分词 δόντες 与主语(托马斯一行)在语法上保持一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.28.19-6.28.35