- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.28.1-6.28.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留在攻占奥克西穆姆后进逼包围拉文纳,趁波河水位罕见大降截获了哥特人的补给船队。面对陷入粮荒的哥特人,法兰克人遣使提议以共治意大利为条件缔结援救同盟,贝利萨留亦派出使节予以针锋相对的反驳。
Ἐπεὶ δὲ Βελισάριος Αὔξιμον εἷλε, Ῥάβενναν πολιορκεῖν ἐν σπουδῇ ἐποιεῖτο καὶ ἅπαν τὸ στράτευμα ἐνταῦθα ἐπῆγε. Μάγνον τε πέμψας ξὺν πλήθει πολλῷ ὑπὲρ Ῥαβέννης ἐκέλευε Πάδου τοῦ ποταμοῦ τὴν ὄχθην ἀεὶ περιιόντα φυλακὴν ἔχειν, ὅπως δὴ μὴ τὸ λοιπὸν ἐνθένδε οἱ Γότθοι τὰ ἐπιτήδεια ἐσκομίζωνται.
贝利萨留攻占奥克西穆姆后,便急切着手围困拉文纳,并将全军带往该处。他派遣马格努斯率大军前往拉文纳上游,命令其沿波河河岸巡弋防守,务使哥特人今后无法再从该地运进补给。
καὶ Βιτάλιος δέ οἱ ξὺν στρατῷ ἐκ Δαλματίας ἀφικόμενος ὄχθην τοῦ ποταμοῦ τὴν ἑτέραν ἐφύλασσεν. ἐνταῦθα αὐτοῖς ξυνέβη τις τύχη, δήλωσιν ἄντικρυς ποιουμένη ὅτι δὴ αὐτὴ πρυτανεύει ἀμφοτέροις τὰ πράγματα.1
从达尔马提亚率军赶来的维塔利乌斯也为他守卫波河的另一侧河岸。在那里,他们遇到了一桩偶发事件,径直表明命运之神亲自在主导双方的局势。
συχνὰς γὰρ οἱ Γότθοι ἀκάτους πρότερον ἐν Λιγούροις συλλέξαντες ἐς τὸν Πάδον καθῆκαν, ἅσπερ ἐμπλησάμενοι σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων πλεῖν ἐπὶ Ῥαβέννης διενοοῦντο.
原来,哥特人此前曾在利古里亚集结了众多轻舟并下放到波河中,在装满了谷物及其他补给后,打算顺流航行前往拉文纳。
οὕτω δὲ τοῦ ποταμοῦ τούτου τὸ ὕδωρ ἐκείνῳ τῷ χρόνῳ ὑπέληγεν ὥστε αὐτοῦ ναυτίλλεσθαι τὸ παράπαν ἀδύνατα ἦν,2 ἕως ἐπελθόντες Ῥωμαῖοι τὰς ἀκάτους σὺν τοῖς φορτίοις ἅπασιν εἷλον.
然而,这条河的水位在当时竟下降到这般程度,以致在那个河段根本无法行舟,直到罗马人闻讯赶来,将这些轻舟连同全部货物一网打尽。
ὅ τε ποταμὸς οὐ πολλῷ ὕστερον ἐς ῥοῦν ἐπανιὼν τὸν καθήκοντα ναυσίπορος τὸ λοιπὸν ἐγεγόνει. τοῦτο δὲ αὐτῷ ξυμβῆναι οὐ πώποτε πρότερον ἀκοῇ ἴσμεν.
而不久之后,河水便恢复了原本的水流,此后又变得可以通航。据传闻所知,这条河在此之前从未发生过此类事情。
ἤδη τε οἱ βάρβαροι ἤρξαντο τῶν ἐπιτηδείων ὑποσπανίζειν. οὔτε γὰρ διὰ κόλπου τι ἐσκομίζεσθαι τοῦ Ἰονίου εἶχον, θαλασσοκρατούντων πανταχῆ τῶν πολεμίων, καὶ τοῦ ποταμοῦ ἀπεκέκλειντο.
至此,蛮族开始陷入补给匮乏。因为敌人已完全控制了四方海域,他们无法再从伊奥尼亚湾运入任何物资,而在河流方面也已被切断。
γνόντες δὲ οἱ Φράγγων ἄρχοντες τὰ ποιούμενα προσποιεῖσθαί τε τὴν Ἰταλίαν ἐθέλοντες, πρέσβεις παρὰ τὸν Οὐίττιγιν πέμπουσι, ξυμμαχίας ὑπόσχεσιν προτεινόμενοι, ἐφ’ ᾧ τῆς χώρας ξὺν αὐτῷ ἄρξουσιν. ὅπερ Βελισάριος ὡς ἤκουσε, πρέσβεις καὶ αὐτὸς ἀντεροῦντας Γερμανοῖς ἔπεμψεν ἄλλους τε καὶ Θεοδόσιον τὸν τῇ οἰκίᾳ τῇ αὐτοῦ ἐφεστῶτα.
法兰克人的统治者知晓了发生的事情,并企图将意大利据为己有,遂派遣使者谒见维蒂吉斯,提出结盟的许诺,条件是由他们与维蒂吉斯共同统治这片土地。贝利萨留听闻此事后,也派遣使者前去反驳日耳曼人,其中便包括掌管他家政事务的狄奥多西乌斯等人。
Πρῶτοι μὲν οὖν οἱ Γερμανῶν πρέσβεις Οὐιττίγιδι ἐς ὄψιν ἐλθόντες ἔλεξαν τοιάδε· “Ἔπεμψαν ἡμᾶς οἱ Γερμανῶν ἄρχοντες, δυσχεραίνοντες μὲν ὅτι δὴ πρὸς Βελισαρίου πολιορκεῖσθαι ὑμᾶς ἤκουσαν, τιμωρεῖν δὲ ὑμῖν ὅτι τάχιστα κατὰ τὸ ξυμμαχικὸν ἐν σπουδῇ ἔχοντες.
首先,日耳曼人的使节来到维蒂吉斯面前,进言如下:“日耳曼诸领袖派遣我们前来,是因为听说你们被贝利萨留围困而深感忧虑,并急切希望依据盟约尽快救援你们。
τὸ μὲν οὖν στρατόπεδον ἀνδρῶν μαχίμων οὐχ ἧσσον ἢ ἐς μυριάδας πεντήκοντα ἤδη που τὰς Ἄλπεις ὑπερβεβηκέναι οἰόμεθα, οὕσπερ τοῖς πελέκεσι τὴν Ῥωμαίων στρατιὰν ξύμπασαν ἐν τῇ πρώτῃ ὁρμῇ καταχώσειν αὐχοῦμεν.
我们推测,不少于五十万人的战斗大军此刻大概已翻越了阿尔卑斯山;我们确信,他们定会在初次冲锋中就用战斧将整个罗马军队埋葬消灭。
ὑμᾶς δὲ οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον,3 ἀλλὰ τῶν ἐς κίνδυνον πολέμου εὐνοίᾳ τῇ ἐς Γότθους καθισταμένων.
你们理当不遵从那些企图奴役你们之人的心愿,而当听从出于对哥特人的善意甘冒战争危险之人的主张。
ἄλλως τε, ἢν μὲν τὰ ὅπλα ξὺν ἡμῖν ἕλησθε, οὐδεμία λελείψεται Ῥωμαίοις ἐλπὶς ἀμφοτέροις τοῖς στρατεύμασιν ἐς χεῖρας ἰέναι, ἀλλ’ αὐτόθεν πόνῳ οὐδενὶ ἀναδησόμεθα τὸ τοῦ πολέμου κράτος.
何况,若你们与我们携手作战,罗马人便再无任何希望与这两支大军交锋,我们当下便可不费吹灰之力夺得战争的胜利。
ἢν δέ γε ξὺν Ῥωμαίοις τετάξονται Γότθοι, οὐδ’ ὣς τῷ Φράγγων ἔθνει ἀνθέξουσιν (οὐ γὰρ ἐξ ἀντιπάλου τῆς δυνάμεως ὁ ἀγὼν ἔσται), ἀλλὰ περιέσται ὑμῖν τὸ ξὺν τοῖς πάντων πολεμιωτάτοις ἡσσῆσθαι.
但若哥特人与罗马人站在一起,他们也断然无法抵挡法兰克民族(因为这绝非势均力敌之战),你们反而只会落得与自己最切齿的死敌一同被击溃的下场。
ἐς προὖπτον δὲ κακὸν ἰέναι, παρὸν κινδύνου ἐκτὸς σώζεσθαι, πολλὴ ἄνοια. ὅλως δὲ ἄπιστον πᾶσι βαρβάροις τὸ Ῥωμαίων καθέστηκε γένος, ἐπεὶ καὶ φύσει πολέμιόν ἐστιν.
明明可以置身险境之外保全自身,却自投明显的灾难,实属莫大的愚蠢。况且总体而言,罗马族类对所有蛮族都向来绝无信义,因其本性上便与蛮族为敌。
ἡμεῖς μὲν οὖν ξυνάρξομέν τε βουλομένοις ὑμῖν Ἰταλίας ἁπάσης καὶ τὴν χώραν διοικησόμεθα ὅπη ἂν δοκῇ ὡς ἄριστα ἔχειν. σὲ δὲ καὶ Γότθους ἑλέσθαι εἰκὸς ὅ τι ἂν ὑμῖν ξυνοίσειν μέλλῃ.” Φράγγοι μὲν τοσαῦτα εἶπον.
因此,只要你们愿意,我们将与你们共同统治整个意大利,并以看似最为适宜的方式管理这片疆土。而你与哥特人,也理当选择那有助于你们的道路。”法兰克人说了这许多。
Παρελθόντες δὲ καὶ οἱ Βελισαρίου πρέσβεις ἔλεξαν ὧδε· “Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται4 τὸ Γερμανῶν πλῆθος, ᾧπερ οὗτοι δεδίττεσθαι ὑμᾶς ἀξιοῦσι, τί ἄν τις ἐν ὑμῖν μακρολογοίη, οἷς γε διὰ μακρὰν ἐμπειρίαν ἅπασαν ἐξεπίστασθαι τὴν τοῦ πολέμου ῥοπὴν ξυμβαίνει, καὶ ὡς ἥκιστα ἀρετὴ ἀνθρώπων ὁμίλῳ φιλεῖ ἐλασσοῦσθαι;
随后,贝利萨留的使者也上前发言如下:“至于日耳曼人的乌合之众绝不能奈何皇帝的军队半分——而这些人正企图以此恐吓你们——谁又何须在你们面前长篇大论?你们凭着长久积累的战事经验,对战争的全局转折已洞若观火,深知真正的英勇绝不会在乌合之众面前屈服。
ἐῶμεν γὰρ λέγειν ὡς καὶ πάντων μάλιστα βασιλεῖ πάρεστι πλήθει στρατιωτῶν περιεῖναι τῶν πολεμίων. τὸ δὲ δὴ τούτων πιστόν, ᾧ χρῆσθαι αὐχοῦσιν ἐς πάντας βαρβάρους, μετά γε Θορίγγους καὶ τὸ Βουργουζιώνων ἔθνος, καὶ ἐς τοὺς ξυμμάχους ὑμᾶς παρὰ τῶν ἀνδρῶν ἐπιδέδεικται.
且不说皇帝在兵员数量上彻底压倒敌人是何等轻而易举。单说他们自夸施于所有蛮族的所谓‘信义’,继图林根人和勃艮第族人之后,如今也早已在作为盟友的你们身上展现无遗了。
ὡς ἡμεῖς γε ἡδέως ἂν Φράγγους ἐροίμεθα τίνα ποτὲ μέλλοντες ὀμεῖσθαι θεὸν τὸ τῆς πίστεως ὑμῖν ἐχυρὸν ἰσχυρίζονται δώσειν.
我们倒真想问问法兰克人,当他们声称要向你们提供信义的担保时,他们到底打算指着哪位神明起誓!”
- 6.28.2δήλωσιν ἄντικρυς ποιουμένη ὅτι δὴ αὐτὴ πρυτανεύει ἀμφοτέροις τὰ πράγματα
阴性单数主格分词 ποιουμένη 修饰主语 τις τύχη。在 ὅτι 引导的宾语从句中,强意代词 αὐτή(阴性单数主格)指代 τύχη(命运本身)。动词 πρυτανεύει 支配与格(ἀμφοτέροις,指双方)和宾格(τὰ πράγματα,事务/局势),表示“命运自身为双方主宰掌控着事态”。
- 6.28.4αὐτοῦ ναυτίλλεσθαι τὸ παράπαν ἀδύνατα ἦν
ἀδύνατα ἦν 是使用中性复数形容词 ἀδύνατα 的无人称表语结构,其实际主语是不定词短语 αὐτοῦ ναυτίλλεσθαι(在该处行船)。在古典及拟古典希腊语散文(如修昔底德和普罗科匹乌斯笔下)中,以不定词为逻辑主语的谓语形容词常以中性复数(ἀδύνατα)而非中性单数(ἀδύνατον)呈现。副词 αὐτοῦ 表示地点(“在那个地方”)。
- 6.28.11οὐ τῶν δουλωσομένων τῇ γνώμῃ ἕπεσθαι ἄξιον
无人称形容词 ἄξιον(配/应当)支配主语不定词 ἕπεσθαι(遵从)。动词 ἕπεσθαι 支配与格 τῇ γνώμῃ(意志/主张),置于其前的带冠词属格分词 τῶν δουλωσομένων 作 γνώμῃ 的领属属格(“那些企图奴役你们之人的意志”)。紧随其后的 ἀλλὰ τῶν ... καθισταμένων 亦承前省略 τῇ γνώμῃ,构成平行的属格结构。
- 6.28.16Ὡς μὲν οὐδὲν ἂν τῷ βασιλέως στρατῷ λυμανεῖται
在连词 ὡς 引导的名词性从句中,小词 ἄν 与将来时直陈式 λυμανεῖται(将来时中动态)连用。在晚期拟古希腊语及普罗科匹乌斯的文体中,ἄν 偶与将来时直陈式结合,赋予潜在或条件色彩(“绝无可能会加害”)。该从句作为主句反问句 τί ἄν τις ... μακρολογοίη 所论述的主题前提。
