← 普罗科皮乌斯

战史

§6.27.18-6.27.34

奥克西穆姆水源受污与守军降伏

贝利萨留拆毁蓄水池未果,遂投毒污染水源并施加饥饿封锁,随后通过展示已降的费苏莱守军,以瓜分半数财物和臣服归顺为条件促成了奥克西穆姆的投降。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.27.18

Ῥωμαῖοι μὲν οὖν τήν τε δεξαμενὴν διεφθάρθαι καὶ τοῖς Ἰσαύροις ἅπαν ἐπιτετελέσθαι τὸ ἔργον ᾤοντο, οἱ δὲ οὐδὲ ὅσον χάλικα1 ἐνθένδε ἀφελέσθαι παντελὲς ἴσχυσαν.

罗马人原本以为蓄水池已被摧毁,伊苏利亚人已大功告成;但他们根本未能从那里凿下哪怕一块小石子。

§6.27.19

οἱ γὰρ πάλαι τεχνῖται, ἀρετῆς ἐς τὰ ἔργα ἐπιμελούμενοι μάλιστα, οὕτω δὴ καὶ ταύτην τὴν οἰκοδομίαν εἰργάσαντο, ὥστε μήτε χρόνῳ μήτε ἀνθρώπων ἐπιβουλῇ εἴκειν.

因为古代的匠人们极度注重工程的坚固优良,在建造这一结构时,使其既不屈从于岁月,也不屈从于人为的毁损。

§6.27.20

ἄπρακτοι γοῦν οἱ Ἴσαυροι, ἐπειδὴ Ῥωμαίους τοῦ χώρου κρατήσαντας εἶδον, ἐκ τῆς δεξαμενῆς ἀπαλλαγέντες ἐς τὸ στρατόπεδον ἀπεχώρησαν.

于是,伊苏利亚人徒劳无功,见罗马人已控制了该地,便走出蓄水池撤回营地。

§6.27.21

διὸ δὴ Βελισάριος τῶν τε ζῴων τὰ νεκρὰ καὶ βοτάνας ἐς ἀνθρώπου φθορὰν ἱκανῶς πεφυκυίας ῥίπτειν ἐν τῷ ὕδατι τοὺς στρατιώτας ἐκέλευε καὶ λίθον κατακεκαυμένην ἐνδελεχέστατα ʽἣν πάλαι μὲν τίτανον, τανῦν δὲ ἄσβεστον καλεῖν νενομίκασιν’ ἐμβαλόντας ἐνταῦθα σβεννύειν.

因此,贝利萨留命令士兵们将牲畜的尸骸和足以置人于死地的有毒草药投入水中,并投入充分煅烧过的石块——古人称之为白垩,如今人们习惯称之为生石灰——让其在池中消解融化。

§6.27.22

καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, οἱ δὲ βάρβαροι φρέατι ἐντὸς τοῦ περιβόλου ὕδωρ τι βραχὺ ὡς μάλιστα ἔχοντι ἐν τούτῳ δὴ τῷ χρόνῳ ἐλασσόνως ἢ κατὰ τὴν χρείαν ἐχρῶντο.

士兵们照此施行,而蛮族在此期间只能依靠城墙内一口水量极少的井,取用少于他们实际所需的水量度日。

§6.27.23

καὶ τὸ λοιπὸν Βελισάριος οὔτε βίᾳ τὸ χωρίον ἑλεῖν οὔτε τινὰ ἐπιβουλὴν ἐπιδείξασθαι ὕδατος πέρι ἢ ἄλλου ὁτουοῦν ἐν σπουδῇ ἐποιεῖτο, μόνῳ τῷ λιμῷ περιέσεσθαι τῶν πολεμίων ἐλπίδα ἔχων.

此后,贝利萨留既不再致力于强攻该地,也不再费心于针对水源或任何其他事情施展计策,只寄希望于仅凭饥饿战胜敌人。

§6.27.24

καὶ ἀπ’ αὐτοῦ τῆς φυλακῆς ἰσχυρότατα ἐπεμελεῖτο. οἵ τε Γότθοι καραδοκοῦντες ἔτι τὸν ἐκ Ῥαβέννης στρατὸν ἐν πολλῇ ἀπορίᾳ τῶν ἀναγκαίων ἡσύχαζον.

为此,他极严密地主持封锁看守。哥特人仍翘首企盼来自拉文纳的援军,在生活必需品的严重匮乏中静守度日。

§6.27.25

Ἤδη δὲ οἱ ἐν Φισούλῃ πολιορκούμενοι ὡς μάλιστα τῷ λιμῷ ἐπιέζοντο, φέρειν τε τὸ κακὸν οὐχ οἷοί τε ὄντες, ἀπειπόντες δὲ καὶ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα, τοῖς ἐναντίοις προσχωρεῖν ἔγνωσαν.

此时,被围困在费苏莱的人已受饥馑迫害至极,再也无法忍受这种苦难,也对来自拉文纳的希望彻底绝望,遂决定向敌方投降。

§6.27.26

Κυπριανῷ τοίνυν καὶ Ἰουστίνῳ ἐς λόγους ἐλθόντες, τά τε πιστὰ ὑπὲρ τῶν σωμάτων λαβόντες, σφᾶς τε αὐτοὺς καὶ τὸ φρούριον ὁμολογίᾳ παρέδοσαν. καὶ αὐτοὺς οἱ ἀμφὶ Κυπριανὸν ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπαγόμενοι, φρουράν τε αὐτάρκη ἐν Φισούλῃ καταστησάμενοι, ἐς Αὔξιμον ἦλθον.

于是他们与塞普里安及查士丁谈判,在获得保证人身安全的誓约后,按协定交出了他们自己和要塞。塞普里安等人率罗马军队带着他们,在费苏莱留下了充足的守军后,来到了奥克西穆姆。

§6.27.27

Βελισάριος δὲ αὐτῶν τοὺς ἡγουμένους τοῖς ἐν Αὐξίμῳ βαρβάροις ἀεὶ ἐνδεικνύμενος ἐκέλευε τῆς ἀπονοίας μεθίεσθαι, τὴν ἐκ Ῥαβέννης ἀποσεισαμένοις ἐλπίδα· ὄνησις γάρ τις οὐ μή ποτε οὐδὲ αὐτοῖς ἔσται, ἀλλ’ ἐπὶ πλεῖστον τῇ ταλαιπωρίᾳ κεκακωμένοι οὐδὲν ἧσσον ἐς ταὐτὸν τύχης τοῖς ἐν Φισούλῃ ἀφίξονται.

贝利萨留不断将费苏莱的头领们展示给奥克西穆姆的蛮族看,劝他们放弃幻想、丢掉来自拉文纳的指望,停止这种盲动;因为即便对他们而言也绝无益处,反而在遭受极度的苦难摧残后,照样会落得与费苏莱人同样的命运。

§6.27.28

οἱ δὲ πολλὰ ἐν σφίσιν αὐτοῖς λογισάμενοι, ἐπειδὴ τῷ λιμῷ οὐκέτι ἀντεῖχον, τούς τε λόγους ἐνεδέχοντο καὶ παραδοῦναι τὴν πόλιν ἠξίουν, ἐφ’ ᾧ αὐτοὶ ἀπαθεῖς κακῶν ξὺν τοῖς χρήμασιν ἐπὶ Ῥαβέννης πορεύσονται.

奥克西穆姆的人暗自权衡良久,由于再也无法忍受饥荒,便接受了谈判,提出交出城池的条件是:他们自身免遭侵害,带着自己的财物前往拉文纳。

§6.27.29

διὸ δὴ Βελισάριος τοῖς παροῦσι διηπορεῖτο, πολεμίους μὲν τοιούτους τε τὴν ἀρετὴν καὶ τοσούτους τὸ πλῆθος τοῖς ἐν Ῥαβέννῃ ἀναμίγνυσθαι ἀξύμφορον εἶναι οἰόμενος, τοῦ δὲ καιροῦ ὑστερῆσαι ὡς ἥκιστα ἤθελεν, ἀλλ’ ἐπὶ Ῥάβεννάν τε καὶ Οὐίττιγιν, ᾐωρημένων ἔτι τῶν πραγμάτων, ἰέναι.

贝利萨留为此陷入两难,他认为让如此英勇且人数众多的敌军并入拉文纳的守军极为不利,但他绝不愿坐失良机,而是希望在局势尚悬而未决之际挥师进军拉文纳和维蒂吉斯。

§6.27.30

Φράγγοι γὰρ αὐτὸν ξυνετάρασσον, Γότθοις ἐς ἐπικουρίαν ἀφίξεσθαι αὐτίκα δὴ μάλα ἐπίδοξοι ὄντες. ὧν δὴ προτερῆσαι τὴν παρουσίαν2 ἐν σπουδῇ ἔχων διαλύειν τὴν προσεδρείαν μήπω Αὐξίμου ἁλούσης οὐχ οἷός τε ἦν.

因为法兰克人令他忧心忡忡,他们极有可能马上赶来援助哥特人。他急于赶在他们到来之前采取行动,却又无法在奥克西穆姆攻陷前解除围城。

§6.27.31

οἵ τε στρατιῶται οὐκ εἴων συγχωρεῖν τοῖς βαρβάροις τὰ χρήματα, τραύματα μὲν πολλὰ ἐνδεικνύμενοι ὧνπερ ἐνταῦθα πρὸς αὐτῶν ἔτυχον, πόνους δὲ πάντας ἀπαριθμοῦντες τοὺς ἐν ταύτῃ σφίσι τῇ πολιορκίᾳ ξυμπεπτωκότας, ὧν δὴ ἆθλα εἶναι τῶν ἡσσημένων τὰ λάφυρα ἰσχυρίζοντο.

此外,罗马士兵也不答应把财物让给蛮族,他们展示自己在此地遭受蛮族砍伤的多处创口,历数在这次围城战中所经历的一切艰辛,坚称败者的战利品正是对他们这些艰劳的应得奖赏。

§6.27.32

τέλος δὲ οἵ τε Ῥωμαῖοι καιροῦ ὀξύτητι ἀναγκασθέντες, καὶ Γότθοι τῷ λιμῷ βιαζόμενοι ξυνίασιν ἀλλήλοις, ἐφ’ ᾧ τῶν μὲν χρημάτων τὰ ἡμίσεια Ῥωμαῖοι ἐν σφίσιν αὐτοῖς διανέμωνται, τὰ δὲ λειπόμενα Γότθοι ἔχοντες βασιλέως κατήκοοι ὦσιν.

然而最终,罗马人迫于情势的紧迫,哥特人迫于饥馑的逼迫,双方达成了妥协:财物的一半由罗马人彼此瓜分,剩余的一半由哥特人保有,同时哥特人归顺成为皇帝的臣民。

§6.27.33

ἑκάτεροι τοίνυν ὑπὲρ τούτων τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποκρύψασθαι.3

双方于是就这些条款立下誓约:罗马将领保证协议具有拘束力,哥特人则保证绝不隐匿分毫财物。

§6.27.34

οὕτω τε δὴ τὰ χρήματα πάντα ἐνείμαντο καὶ Ῥωμαῖοι μὲν Αὔξιμον ἔσχον, οἱ δὲ βάρβαροι τῷ βασιλέως στρατεύματι ἀνεμίγνυντο.

就这样,所有财物都被瓜分完毕,罗马人接管了奥克西穆姆,而蛮族则编入了皇帝的军队之中。

语法注3 条
  1. 6.27.18οὐδὲ ὅσον χάλικα

    ὅσον χάλικα 结合宾格名词 χάλικα,构成副词性惯用表达,意为“哪怕小石子大小的事物”“连一颗小石子也(没有)”。其后的 παντελές 为副词性宾格,意为“全然、完全”,修饰 ἴσχυσαν(或 ἀφελέσθαι)。

  2. 6.27.30ὧν δὴ προτερῆσαι τὴν παρουσίαν

    关系代词属格 ὧν 指代前文的“法兰克人”(Φράγγοι)。它可以看作由动词 προτερῆσαι(走在……之前、抢先于)所支配的属格,也可以理解为修饰名词 τὴν παρουσίαν 的属格(“他们的到来”)。无论按哪种句法结构,均表达“抢在他们(法兰克人)到来之前”之意。

  3. 6.27.33τὰ πιστὰ ἔδοσαν, Ῥωμαίων μὲν οἱ ἄρχοντες τὰ ξυγκείμενα κύρια εἶναι, Γότθοι δὲ τῶν χρημάτων οὐδ’ ὁτιοῦν ἀποκρύψασθαι

    不定式 εἶναι 与 ἀποκρύψασθαι 充当惯用语 τὰ πιστὰ ἔδοσαν(交换誓约)中誓约内容的补语/同位语。主格 Ῥωμαίων μὲν οἱ ἄρχοντες 和 Γότθοι 作为主句主语 ἑκάτεροι(双方)的部分同位语(承前省略 ἔδοσαν),划分双方各自承担的誓约义务:εἶναι 的主语为宾格 τὰ ξυγκείμενα,ἀποκρύψασθαι 的逻辑主语则因与 Γότθοι 同指而省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.27.18-6.27.34