- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.27.1-6.27.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
贝利萨留通过佯攻调动守军并派遣工兵潜入破坏奥克西穆姆的蓄水池,察觉意图的哥特军出城突击引发激战。卫士乌尼加斯图斯舍身拦截飞箭救下贝利萨留,亚美尼亚勇士奋战突击,最终将敌人击退回城墙内。
Βελισάριος δὲ οὐδέν τι ἧσσον ἀντέχοντας τῇ ταλαιπωρίᾳ τοὺς βαρβάρους ὁρῶν ἐς τοῦ ὕδατος καθίστασθαι τὴν ἐπιβουλὴν διενοεῖτο, ταύτῃ ῥᾷόν τε καὶ εὐπορώτερον αἱρήσειν τοὺς πολεμίους οἰόμενος.
贝利萨留见蛮族同样顽强地忍受着艰困,便打算对他们的水源下手,认为这样可以更容易、更顺当地攻克敌人。
καί, ἦν γάρ τις κρήνη Αὐξίμου πρὸς βορρᾶν ἄνεμον ἐν χώρῳ κρημνώδει, τοῦ περιβόλου ἀπέχουσα ὅσον λίθου βολήν, κατὰ βραχὺ μάλιστα τὸν ῥοῦν ἀφιεῖσα ἔς τινα δεξαμενὴν αὐτόθι ἐκ παλαιοῦ οὖσαν, ἥ τε δεξαμενὴ πλήρης γεγενημένη ἐκ ταύτης δὴ τῆς ὀλίγης ἐπιρροῆς παρείχετο πόνῳ οὐδενὶ τοῖς ἐν Αὐξίμῳ ὑδρεύεσθαι, ἔννοιά τις Βελισαρίῳ ἐγένετο ὡς,1 ἢν μὴ τὸ ὕδωρ ἐνταῦθα ξυσταίη, οὐ μή ποτε οἷοί τε ὦσιν2 οἱ βάρβαροι πρὸς τῶν πολεμίων βαλλόμενοι ἐν χρόνῳ πολλῷ ἀπὸ τῆς ἐπιρροῆς τοὺς ἀμφορέας ἐμπλήσασθαι.
在奥克西穆姆北风吹拂的一侧有一处险峻之地,距离城墙约有一掷石之遥,有一眼泉水极缓慢地流入当地自古就有的一座蓄水池中;蓄水池因这微弱的注入而蓄满,使奥克西穆姆城内的人毫不费力便能取水。贝利萨留心中闪过一个念头:若水不再在此汇聚,蛮族在敌人的投射攻击之下,绝不可能耗费很长时间直接从细流中注满陶罐。
διαφθεῖραι γοῦν ἐθέλων τὴν δεξαμενὴν ἐπενόει τάδε. ἐξοπλίσας τὸ στράτευμα ὅλον, κύκλῳ τε αὐτὸ ἀμφὶ τὸν περίβολον ὡς ἐς μάχην ταξάμενος, δόκησιν τοῖς ἐναντίοις παρείχετο ὡς τῷ τειχίσματι προσβαλεῖν αὐτίκα δὴ μάλα πανταχόθεν μέλλοι.
由于一心想要毁掉蓄水池,他便想出了这番计策:他令全军全副武装,并在城墙周围列成合围之阵,作出一副准备交战的架势,使敌人以为他立刻就要从四面八方发起攻城。
διὸ δὴ κατωρρωδηκότες τὴν ἔφοδον οἱ Γότθοι ἐν ταῖς ἐπάλξεσιν ἡσυχῆ ἔμενον, ὡς ἐνθένδε ἀμυνούμενοι τοὺς πολεμίους.
哥特人因此畏惧这次强攻,便静静留在垛口上,打算据此抵御敌人。
ἐν τούτῳ δὲ Βελισάριος Ἰσαύρους πέντε τοὺς ἐς τὰς οἰκοδομίας ἐμπείρους ξύν τε πελέκεσι καὶ ἄλλοις ὀργάνοις ἐς λίθων ἐκτομὰς ἐπιτηδείοις ἐς τὴν δεξαμενὴν ἀσπίδων πλήθει κρυπτομένους ἐσήγαγε, διαφθεῖραί τε καὶ διελεῖν τοὺς τοίχους πάσῃ δυνάμει κατὰ τάχος ἐκέλευεν.
就在此时,贝利萨留挑选了五名精通石工建筑的伊苏利亚人,携带着斧头及其他适于凿石的工具,在密集盾牌的遮蔽下将他们送入蓄水池,并命令他们火速竭尽全力拆毁并凿穿池壁。
οἱ δὲ βάρβαροι τέως μὲν τοὺς ἄνδρας ἐπὶ τὸ τεῖχος ὑπώπτευον ἰέναι, ἡσυχίαν ἦγον, ὅπως ἂν ὡς ἀγχοτάτω γενομένους εὐπετῶς βάλλοιεν, ἐν νῷ τὸ ποιούμενον ἥκιστα ἔχοντες· ἐπεὶ δὲ τοὺς Ἰσαύρους ἐντὸς γενομένους τῆς δεξαμενῆς εἶδον, λίθους τε καὶ τοξεύματα πάντα ἐπ’ αὐτοὺς ἔβαλλον.
蛮族起初以为这些人是冲着城墙来的,便按兵不动,以便等他们尽量靠近时轻易射杀,全然不知其实际图谋;但当他们看到伊苏利亚人进入蓄水池内部时,便向他们投掷石块并倾泻各类箭矢。
τότε δὴ οἱ μὲν ἄλλοι Ῥωμαῖοι ἅπαντες ὑπεχώρουν δρόμῳ, μόνοι δὲ οἱ πέντε Ἴσαυροι, ἐπεὶ ἐγένοντο ἐν τῷ ἀσφαλεῖ, ἔργου εἴχοντο· κύρτωμα γάρ τι ὑπὲρ τοῦ ὕδατος σκιᾶς ἕνεκα τοῖς πάλαι ἀνθρώποις τῇδε πεποίηται.
此时其余罗马人均奔跑撤退,唯独这五名伊苏利亚人一进入安全地带便坚守劳作;因为古人在那里的水流上方修建了一处拱顶以供遮阴。
οὗ δὴ ἐντὸς γεγενημένοι ὡς ἥκιστα τῶν πολεμίων, καίπερ συχνὰ βαλλόντων, ἐφρόντιζον.
他们进到拱顶内部后,尽管敌人频频投射,他们却丝毫不以为意。
Διὸ δὴ οἱ Γότθοι ἐντὸς τοῦ περιβόλου μένειν οὐκέτι ἠνείχοντο, ἀλλὰ ἀνοίξαντες τὴν ταύτῃ πυλίδα ἐπὶ τοὺς Ἰσαύρους ἅπαντες θυμῷ τε πολλῷ καὶ θορύβῳ ἐχόμενοι ᾔεσαν.
于是哥特人再也无法忍受留在城墙之内,他们打开该处的小门,群情激愤、呼号喧嚣地朝着伊苏利亚人猛扑过去。
καὶ οἱ Ῥωμαῖοι Βελισαρίου σφίσιν ἐγκελευομένου σπουδῇ πολλῇ ὑπηντίαζον. γίνεται μὲν οὖν μάχη καρτερὰ ἐν χρόνῳ πολλῷ ὠθισμὸν ἔχουσα καὶ φόνος ἑκατέρων πολύς.
罗马人在贝利萨留的号令下也急遽迎战。于是爆发了一场长久推挤鏖战的恶战,双方死伤惨重。
Ῥωμαίων δὲ μᾶλλον συχνοὶ ἔπιπτον. ἅτε γὰρ οἱ βάρβαροι ὕπερθεν ἀμυνόμενοι ὀλίγοι τε πολλοὺς ἐβιάζοντο καὶ τῷ ὠθισμῷ περιγενόμενοι πλείους ἔκτεινον ἢ αὐτοὶ ἔθνησκον.
然而罗马人倒下的更多。因为蛮族居高临下防守,虽人数较少却压制了多数,在推挤冲撞中占了上风,杀敌多于自损。
ἐνδιδόναι μέντοι Ῥωμαῖοι οὐδαμῆ ἤθελον, παρόντα τε καὶ κραυγῇ ἐγκελευόμενον Βελισάριον αἰσχυνόμενοι.
不过罗马人决不肯退让,因面对亲临前线并高声督战的贝利萨留而深感羞愧。
τότε δὴ καὶ βέλος τι ἐπὶ τοῦ στρατηγοῦ τὴν γαστέρα ᾔει ξὺν ῥοίζῳ πολλῷ, πρός του τῶν ἐναντίων, εἴτε τύχῃ τινὶ εἴτε προνοίᾳ ἐνταῦθα βληθέν.
就在此时,敌方某人射来的一枚飞箭带着刺耳的呼啸声直奔主帅腹部而来,不知是出于巧合还是蓄意瞄准。
ὅπερ Βελισάριος μὲν ὡς ἥκιστα εἶδεν. οὐ γὰρ οὖν οὔτε φυλάσσεσθαι οὔτε πη ἐκτρέπεσθαι ἴσχυσε. δορυφόρος δέ τις Οὐνίγαστος ὄνομα παρ’ αὐτὸν ἑστηκὼς κατενόησέ τε οὐκ ἄποθεν ὂν τῆς Βελισαρίου γαστρός, καὶ χεῖρα τὴν δεξιὰν προβαλλόμενος ἔσωσε μὲν τὸν στρατηγὸν ἐκ τοῦ παραδόξου, αὐτὸς δὲ πληγεὶς τῷ τοξεύματι εὐθὺς μὲν περιώδυνος γεγονὼς ἀνεχώρησε.
贝利萨留对此全然未见,因而既未能防备,也未能向任何方向闪避。但他身旁站着一名叫作乌尼加斯图斯的卫士,发觉飞箭已离贝利萨留的腹部不远,便猛然伸出右手,出人意料地救下了主帅;他自己却被飞箭射中,剧痛之下立即退下阵来。
μετὰ δὲ τῶν νεύρων οἱ ἀποκοπέντων3 οὐκέτι τὴν χεῖρα ἐνεργεῖν ἴσχυσεν. ἥ τε μάχη πρωὶ ἀρξαμένη ἐς μέσην ἡμέραν ἀφίκετο.
后来由于筋腱被切断,他的手便再也无法活动。这场清晨打响的战斗一直持续到了正午。
Καὶ τῶν Ἀρμενίων ἄνδρες ἑπτὰ ὑπό τε Ναρσῇ καὶ Ἀρατίῳ τασσόμενοι ἔργα ἐπεδείξαντο ἀρετῆς ἄξια, ἔς τε τὴν δυσχωρίαν, ἣ μάλιστα ἀνάντης ἦν, ὥσπερ ἐν τῷ ὁμαλεῖ περιθέοντες καὶ κτείνοντες τῶν πολεμίων τοὺς ἀεὶ σφίσιν ἀντιστατοῦντας, ἕως διωσάμενοι τοὺς ἐκείνῃ βαρβάρους ἐτρέψαντο.
在纳尔塞斯和阿拉提乌斯麾下列阵的七名亚美尼亚战士展现了足称勇敢的壮举,他们在极其陡峭的险地上奔走如履平地,不断斩杀挡在前方的敌兵,直到将那里的蛮族击退并击溃。
οἵ τε ἄλλοι Ῥωμαῖοι ἐνδιδόντας ὁρῶντες ἤδη τοὺς πολεμίους ἐδίωκον καὶ ἡ τροπὴ λαμπρὰ ἐγεγόνει, οἵ τε βάρβαροι αὖθις ἐντὸς τοῦ περιβόλου ἐγένοντο.
其他罗马人见敌人已经败退,便乘胜追击,敌军彻底溃败,蛮族再次逃回了城墙之内。
- 6.27.2ἔννοιά τις Βελισαρίῳ ἐγένετο ὡς
长距离倒置(hyperbaton):句首连词 καί 之后,先插入了由 ἦν γάρ τις κρήνη ... ὑδρεύεσθαι 构成的长篇背景说明从句,随后才出现主句的主语与谓语 ἔννοιά τις Βελισαρίῳ ἐγένετο。其后的 ὡς 从句作同位语,展开说明 ἔννοια(念头)的具体内容。
- 6.27.2οὐ μή ποτε οἷοί τε ὦσιν
在引导间接引语的 ὡς 从句中使用了“οὐ μή + 现在时虚拟式(ὦσιν)”的强力否定句式,表示对未来可能性的坚决断定与否定(“绝不可能……”)。
- 6.27.15τῶν νεύρων οἱ ἀποκοπέντων
属格独立结构(τῶν νεύρων ἀποκοπέντων,“由于筋腱被切断”),其中嵌入了表示所属或关涉的无重音与格代词 οἱ(“他的”/“对他而言”,指乌尼加斯图斯)。
