← 普罗科皮乌斯

战史

§6.26.14-6.26.26

生擒哥特斥候与布尔肯提乌斯叛变败露

布尔肯提乌斯带回的维蒂吉斯回信使奥克西穆姆的守军得以继续坚守,但饥馑迫使他们再次遣使求救。为探明敌军顽抗的原因,贝利萨留命瓦勒良麾下的斯克拉文士兵生擒一名哥特人,从而揭穿了布尔肯提乌斯的叛变行径并将其处决。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.26.14

τῆς σφῶν αὐτῶν σωτηρίας προβέβληνται.”1 τοσαῦτα γράψας Οὐίττιγις καὶ χρήμασι πολλοῖς τὸν ἄνθρωπον δωρησάμενος ἀπεπέμψατο. ὃς δὴ ἐς Αὔξιμον ἀφικόμενος, παρά τε τοὺς ἑταίρους τοὺς αὐτοῦ ἦλθε καὶ ἀρρώστημα ὅ τι δή οἱ ξυμβεβηκέναι σκηψάμενος ἔς τε ἱερόν τι οὐκ ἄποθεν ὂν διὰ τοῦτο ἐσχολακέναι, κατέστη μὲν αὖθις ἐς τὴν φυλακὴν ᾗπερ εἰώθει, λαθὼν δὲ ἅπαντας τοῖς πολεμίοις τὰ γράμματα ἔδωκεν· ἅπερ ἐς τὸ πλῆθος ἀναγνωσθέντα ἔτι μᾶλλον ἅπαντας, καίπερ τῷ λιμῷ πιεζομένους, ἐπέρρωσε. διὸ δὴ προσχωρεῖν Βελισαρίῳ πολλὰ τιθασσεύοντι οὐδαμῆ ἤθελον. αὖθις δὲ (οὐδὲ γὰρ σφίσι στράτευμα ἐκ Ῥαβέννης ἐξεληλυθὸς ἠγγέλλετο καὶ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ ὑπερφυῶς ἤδη ἤχθοντο) Βουρκέντιον πάλιν πέμπουσι, τοῦτο ἐν γράμμασι δηλώσαντες μόνον, ὡς πέντε ἡμερῶν2 οὐκέτι τὸ λοιπὸν οἷοί τέ εἰσι τῷ λιμῷ μάχεσθαι. ὁ δὲ αὐτοῖς ἐπανῆκεν αὖθις, Οὐιττίγιδος ἐπιστολὴν ἔχων ταῖς ὁμοίαις ἐλπίσιν αὐτοὺς ἀναρτῶσαν.

“……将你们立在前方,作为拉文纳以及他们自身安危的盾牌。”维蒂吉斯写就此信,重赏了此人之后便打发他离去。此人抵达奥克西穆姆后,来到自己的同袍之中,托称自己偶感微恙,因此在不远处的一座圣所中歇息,随即像往常一样重返岗位值守,并在众人毫无察觉的情况下将信交给了敌人。这封信在会众面前宣读后,尽管他们备受饥荒折磨,却比以往任何时候都更加受到鼓舞。因此,对于竭力加以安抚招降的贝利萨留,他们绝不肯屈服。 然而后来——因为并未有军队从拉文纳出击的消息传来,而他们此时因生活必需品的匮乏已痛苦至极——他们再次派出布尔肯提乌斯,在信中仅说明了这一点:从今以后他们最多只能再抵御饥饿五天。布尔肯提乌斯又一次回到他们身边,带着维蒂吉斯的一封用同样的希望吊着他们的信件。

§6.26.16

Ῥωμαῖοι δὲ οὐδέν τι ἧσσον ἀχθόμενοι, ὅτι δὴ ἐν χώρᾳ ἐρήμῳ μακρὰν οὕτω προσεδρείαν πεποίηνται, διηποροῦντο, οὐκ ἐνδιδόντας σφίσιν ἐν τοσούτοις κακοῖς τοὺς βαρβάρους ὁρῶντες.

而罗马人也同样感到恼火,因为他们在荒凉之地维持了如此漫长的包围,眼见蛮族在如此深重的苦难中仍不肯屈服,心中甚觉困惑。

§6.26.17

διὸ δὴ Βελισάριος ἐν σπουδῇ ἐποιεῖτο ζῶντά τινα τῶν ἐν τοῖς πολεμίοις δοκίμων λαβεῖν, ὅπως ἂν γνοίη ὅτου δὴ ἕνεκα τὰ δεινὰ καρτεροῦσιν οἱ βάρβαροι, καί οἱ Βαλεριανὸς τὸ τοιοῦτον ὑπουργήσειν εὐπετῶς ὡμολόγει.

因此,贝利萨留极力想生擒一名敌方头面人物,以便查明蛮族究竟为何忍受这等苦难;而瓦勒良则爽快地答应为他效劳。

§6.26.18

εἶναι γάρ τινας τῶν οἱ ἑπομένων ἐκ τοῦ Σκλαβηνῶν ἔθνους,3 οἳ κρύπτεσθαί τε ὑπὸ λίθῳ βραχεῖ ἢ φυτῷ τῳ παρατυχόντι εἰώθασι καὶ ἀναρπάζειν ἄνδρα πολέμιον. τοῦτό τε ἀεὶ παρὰ ποταμὸν Ἴστρον, ἔνθα ἵδρυνται, ἔς τε Ῥωμαίους καὶ τοὺς ἄλλους βαρβάρους ἐνδείκνυνται. ἥσθη τῷ λόγῳ Βελισάριος καὶ τοῦ ἔργου ἐπιμελεῖσθαι κατὰ τάχος ἐκέλευε.

因为他说,在他麾下有几名斯克拉文人,他们惯于藏身于小石块或碰巧在旁的灌木丛后掳掠敌兵;在他们定居的伊斯特罗斯河沿岸,他们总是对罗马人及其他蛮族展现这一绝技。贝利萨留听罢大喜,吩咐他火速办理此事。

§6.26.20

Βαλεριανὸς οὖν ἀπολέξας τῶν Σκλαβηνῶν ἕνα σώματός τε μεγέθους πέρι εὖ ἥκοντα καὶ διαφερόντως δραστήριον, ἄνδρα πολέμιον ἄγειν ἐπέστελλε, χρήματά οἱ μεγάλα πρὸς Βελισαρίου ἰσχυρισάμενος ἔσεσθαι.

于是瓦勒良挑选了一名体格魁梧、身手格外矫健的斯克拉文人,向他保证贝利萨留必有重赏,命他捉拿一名敌军回来。

§6.26.21

δράσειν δὲ τοῦτο αὐτὸν ἐν τῷ χωρίῳ εὐπετῶς ἔφασκεν οὗπερ ἡ πόα τυγχάνει οὖσα· χρόνου γὰρ πολλοῦ ταύτῃ τοὺς Γότθους ἀπορίᾳ τῶν ἀναγκαίων σιτίζεσθαι.

并对他说,在此地长有青草之处极易得手,因为长久以来,哥特人由于缺乏必需之物一直以那里的草充饥。

§6.26.22

ὁ μὲν οὖν Σκλαβηνὸς ὄρθρου βαθέος ἄγχιστα τοῦ περιβόλου γενόμενος, ἐν θάμνῳ τινὶ ἐγκαλυψάμενός τε καὶ τὸ σῶμα ἐς ὀλίγον ξυναγαγὼν ἀμφὶ τὴν πόαν ἐκρύπτετο.

于是这名斯克拉文人在拂晓前的黑夜悄然潜至城墙极近处,在一处灌木丛中遮住自己并将身体缩成一团,掩藏在青草附近。

§6.26.23

ἅμα δὲ ἡμέρᾳ Γότθος ἀνὴρ ἐνταῦθα ἥκων τὰς βοτάνας κατὰ τάχος ξυνέλεγεν, ἐκ μὲν τοῦ θάμνου ὑποτοπάζων οὐδὲν ἄχαρι, συχνὰ δὲ περισκοπῶν ἐς τὸ τῶν ἐναντίων στρατόπεδον, μή τις ἐνθένδε ἐς αὐτὸν ἴοι.

天亮之时,一名哥特男子来到此处慌忙采撷野草,未曾料到灌木丛中会有任何不测,只频频环顾敌方军营,以防有人从那里朝他扑来。

§6.26.24

καί οἱ ἐπιπεσὼν ὄπισθεν ὁ Σκλαβηνὸς ἐκ τοῦ αἰφνιδίου ἀνάρπαστον ἐποιήσατο, σφίγγων τε μέσον καρτερῶς χερσὶν ἀμφοτέραις τὸν ἄνθρωπον, ἔς τε τὸ στρατόπεδον ἤνεγκε καὶ φέρων Βαλεριανῷ ἐνεχείρισεν.

斯克拉文人突然从背后袭击,将他生擒,双手紧紧钳住此人的腰部,将他扛回军营,送交到瓦勒良手中。

§6.26.25

ᾧ δὴ πυνθανομένῳ, ὅτῳ ποτὲ Γότθοι πιστεύοντες καὶ τί τὸ ἐχυρὸν ἔχοντες ἥκιστα ἐθέλουσι προσχωρεῖν σφίσιν, ἀλλ’ ἑκούσιοι τὰ δεινότατα ἐγκαρτεροῦσι, τὸν πάντα λόγον ἀμφὶ τῷ Βουρκεντίῳ ὁ βάρβαρος ἔφρασε καὶ αὐτόν οἱ ἐς ὄψιν ἥκοντα ἤλεγχεν.

当瓦勒良询问哥特人究竟倚仗什么、有何等坚固的凭藉才绝不肯归降,反而自愿忍受最严酷的磨难时,那名蛮族人便将有关布尔肯提乌斯的一切全盘托出,并在他来到面前时当面揭发了他。

§6.26.26

ὁ δὲ Βουρκέντιος, ἐπεὶ ἔκπυστος ἤδη γεγονὼς ᾔσθετο, οὐδὲν τῶν πεπραγμένων ἀπέκρυψε. διὸ δὴ Βελισάριος μὲν τοῖς ἑταίροις αὐτὸν ὅ τι βούλοιντο παρέδωκε χρῆσθαι, οἱ δὲ αὐτὸν ζῶντα οὐκ ἐς μακρὰν ἔκαυσαν, θεωμένων τὰ ποιούμενα τῶν πολεμίων. Βουρκέντιος μὲν οὕτω τῆς φιλοχρηματίας ἀπέλαυσε.

布尔肯提乌斯意识到事情已然败露,便对所作所为毫无隐瞒。于是贝利萨留将他交由他的战友们任意处置,不久之后,战友们便在敌人的注视下将他活活烧死。布尔肯提乌斯便落得这般贪财的下场。

语法注3 条
  1. 6.26.14προβέβληνται

    承接前一段落末尾的关系从句(ἣν……),主语为“全体哥特人”(Γότθοι ἅπαντες),动词为中动态(προβάλλομαι,意为“将……置于自身前方作为屏障/盾牌”),以 ὑμᾶς 为直接宾语。属格 Ῥαβέννης 与 τῆς σφῶν αὐτῶν σωτηρίας 为宾格性属格,指示所保卫或掩护的对象。

  2. 6.26.15πέντε ἡμερῶν

    表示时间的属格(“在五天之内”或“五天的时间内”),在语境中指示他们还能抗击饥荒的时间上限(即至多再支撑五天)。

  3. 6.26.18εἶναι γάρ τινας τῶν οἱ ἑπομένων ἐκ τοῦ Σκλαβηνῶν ἔθνους

    接续前文 ὡμολόγει 的间接引语结构,通过 γάρ 引入带有说话动词含义的宾格加不定词构句(“因为[他说]跟随他的部下中有……”)。附着与格代词 οἱ 与分词 ἑπομένων 连用,作所有/依附表达(“追随他的人”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.26.14-6.26.26