← 普罗科皮乌斯

战史

§6.26.1-6.26.13

奥克西穆姆的密信与维蒂吉斯的回信

在狄奥德贝尔特撤退后,奥克西穆姆被围的哥特人收买罗马守兵布尔肯提乌斯向维蒂吉斯递送告急求援信,维蒂吉斯则回信辩解称由于法兰克人突袭导致救援延误,并承诺全军即将驰援。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.26.1

Οὕτω μὲν Θευδίβερτος στρατεύσας ἐς Ἰταλίαν τὴν ἄφοδον ἐποιήσατο. οἵ τε ἀμφὶ Μαρτῖνον καὶ Ἰωάννην ἀνέστρεψαν οὐδέν τι ἧσσον, ὅπως μή τινα οἱ πολέμιοι ἔφοδον ἐπὶ σφῶν τοὺς πολιορκοῦντας ποιήσονται.

狄奥德贝尔特对意大利的这次远征便以此种撤退告终。而马提努斯与约翰的部队也同样折返,以免敌军袭击自己正在进行围攻作战的同僚。

§6.26.2

Γότθοι δὲ οἱ ἐν Αὐξίμῳ, Φράγγων μὲν ἀφίξεως πέρι οὐδὲν πεπυσμένοι, ἀπειρηκότες δὲ πρὸς τὴν ἐκ Ῥαβέννης ἐλπίδα οὕτω μέλλουσαν, αὖθις μὲν Οὐίττιγιν διενοοῦντο μαρτύρεσθαι, λαθεῖν δὲ τῶν πολεμίων τὴν φυλακὴν οὐχ οἷοί τε ὄντες ἐπένθουν.

与此同时,奥克西穆姆城内的哥特人对法兰克人的到来一无所知,但对来自拉文纳那迟迟不至的救援希望感到绝望,再次打算向维蒂吉斯告急,却因无法避开敌军的监视而痛苦万分。

§6.26.3

μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔς τε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις1 παρὰ σφῶν χρήματα.

此后,他们看到一名属于亚美尼亚人纳尔塞斯麾下的罗马士兵——贝索斯族人,名叫布尔肯提乌斯——正午时分独自守卫,以防止城中有人出来采集青草;他们便走上前去与其交谈,在保证绝不加害于他之后,劝诱他与自己会面,并向他许诺必将付以巨款。

§6.26.4

καὶ ἐπειδὴ ἐν τῷ αὐτῷ ἐγένοντο, ἐδέοντο τοῦ ἀνθρώπου οἱ βάρβαροι ἐπιστολήν τινα ἐς Ῥάβενναν διακομίσαι, τάξαντες μέν οἱ ἐν τῷ παραυτίκα χρυσίον ῥητόν, πλέον δὲ ὑποσχόμενοι δώσειν, ἐπειδὰν σφίσιν Οὐιττίγιδος γράμματα ἐπανήκοι φέρων.

双方聚在一起后,蛮族人便恳求此人将一封信送往拉文纳,当场定下交付给他一定数额的黄金,并许诺待他带着维蒂吉斯的回信归来时再付重赏。

§6.26.5

τοῖς δὲ χρήμασιν ὁ στρατιώτης ἀναπεισθεὶς ὑπουργήσειν τε ὡμολόγησε ταῦτα καὶ ἐπιτελῆ ἐποίησε τὴν ὑπόσχεσιν. γράμματα γοῦν κατασεσημασμένα λαβὼν ἐς Ῥάβενναν κατὰ τάχος ἀφίκετο. καὶ Οὐιττίγιδι ἐς ὄψιν ἐλθὼν τὴν ἐπιστολὴν ἐνεχείρισεν.

士兵被金钱所打动,答应效劳并践行了诺言。他拿到封好印章的书信后,以极快的速度抵达了拉文纳。他在觐见维蒂吉斯之后呈递了信件。

§6.26.6

ἐδήλου δὲ τάδε· “Ὅπη μὲν ἡμῖν τὰ παρόντα ἔχει σαφῶς εἴσεσθε, πυνθανόμενοι ὅστις ποτὲ ὁ τῆς ἐπιστολῆς παραπομπὸς εἴη.

信中陈述如下:“只要探问一下本信的投递者究竟是何人,你们便会清楚知晓我们当下的处境究竟如何。

§6.26.7

Γότθῳ γὰρ ἀνδρὶ ἔξω γενέσθαι τοῦ περιβόλου ἀμήχανά ἐστι. τῶν δὲ βρωμάτων ἡμῖν τὸ εὐπορώτατον ἡ παρὰ τὸ τεῖχος πόα τυγχάνει οὖσα, ἧς γε ἡμῖν οὐδὲ ὅσον ἅψασθαι τανῦν ἔξεστιν, ὅτι μὴ πολλοὺς ἀποβάλλουσιν2 ἐν τῷ ὑπὲρ ταύτης ἀγῶνι. ταῦτα ἐς ὅ τι ἡμῖν τελευτήσει σέ τε χρὴ καὶ Γότθους τοὺς ἐν Ῥαβέννῃ λογίζεσθαι.”

因为哥特男子要想走出城墙范围绝无可能。而对我们来说最充裕的食物不过是城墙边的野草,如今甚至连碰一碰这些野草,若不在争夺它的战斗中折损众多人手,也是办不到的。这一切将给我们带来何种结局,您与拉文纳的哥特人都必须深思。”

§6.26.8

Ταῦτα ἐπεὶ ὁ Οὐίττιγις ἀνελέξατο, ἀμείβεται ὧδε· “Ἀναπεπτωκέναι δὲ ἡμᾶς, ὦ φίλτατοι ἀνθρώπων ἁπάντων, οἰέσθω μηδείς, μηδὲ ἐς κακίας τοσόνδε ἥκειν ὥστε ῥᾳθυμίᾳ τὰ Γότθων καταπροΐεσθαι πράγματα.

维蒂吉斯读完此信后回复如下:“万民中最亲爱的人啊,万勿让任何人以为我们已经气馁,或者以为我们堕落至因懈怠而放弃哥特人事业的地步。

§6.26.9

ἐμοὶ γὰρ ἔναγχος ἥ τε τῆς ἐξόδου παρασκευὴ ὡς ἔνι μάλιστα ἤσκητο καὶ Οὐραΐας παντὶ τῷ στρατῷ ἐκ Μεδιολάνου μετάπεμπτος ἦλθεν.

因为我前不久已尽可能把出征的准备做得极为周密,乌莱亚斯亦奉召率领全军自梅迪奥拉努姆赶来会合。

§6.26.10

ἀλλ’ ἡ Φράγγων ἔφοδος παραδόξως ἐπιπεσοῦσα πάντα ἡμῖν τὰ ἐν παρασκευῇ ἀνεχαίτισεν, ὧν ἔγωγε οὐκ ἂν τὴν αἰτίαν δικαίως φεροίμην.

然而法兰克人出人意料的突袭彻底打乱了我们的一切部署,对此我自己绝不能在公正意义上承担罪责。

§6.26.11

ὅσα γὰρ μείζω ἢ κατὰ ἀνθρώπου δύναμίν ἐστι καὶ τοῖς ἐπταικόσι τὸ ἀνεγκλήτοις εἶναι χαρίζεται,3 τῆς τύχης ἐφ’ ἑαυτὴν ἐπισπωμένης ἀεὶ τὰ ἐκ τῶν πεπραγμένων ἐγκλήματα.

因为凡是超出人力所及之事,甚至赋予失足者以免遭谴责的豁免权,毕竟命运总是将既定行为招致的罪责揽在自己身上。

§6.26.12

νῦν μέντοι ʽκαὶ γὰρ Θευδίβερτον ἐκποδὼν ἡμῖν γεγενῆσθαι ἀκούομεν’ οὐκ ἐς μακρὰν ὑμῖν, ἂν θεὸς θέλῃ, πάσῃ τῇ Γότθων στρατιᾷ παρεσόμεθα.

然而如今——因我们听说狄奥德贝尔特已不再阻碍我们——若蒙神眷顾,不久我们便将率领全体哥特大军来到你们身边。

§6.26.13

χρὴ δὲ ὑμᾶς τὰ παραπίπτοντα φέρειν ἀνδρείως τε καὶ τῇ ἀνάγκῃ ἐπιτηδείως, λογιζομένους μὲν τὴν ὑμετέραν ἀρετήν, ἧς ἕνεκα ἐκ πάντων ἀπολέξας ὑμᾶς ἐν Αὐξίμῳ κατεστησάμην, αἰσχυνομένους δὲ τὴν δόξαν, ἣν Γότθοι ἅπαντες ἐφ’ ὑμῖν ἔχοντες Ῥαβέννης τε ὑμᾶς καὶ

你们理当英勇地并顺应必然之势来承受眼前降临的困境,铭记你们自身的英勇——正是由于这一英勇,我才从所有人中挑选你们并驻守于奥克西穆姆——同时顾念全体哥特人对你们抱有的威望,深信你们既是拉文纳……”

语法注3 条
  1. 6.26.3ἐπαγγειλαμένοις

    与格分词 ἐπαγγειλαμένοις 与前面的与格代词 σφίσιν(哥特士兵们)一致,表伴随状况(“在他们承诺之后”)。此处修饰的是许诺报酬的发起方(哥特人),而非不定式从句的主体。

  2. 6.26.7ἧς γε ἡμῖν οὐδὲ ὅσον ἅψασθαι τανῦν ἔξεστιν, ὅτι μὴ πολλοὺς ἀποβάλλουσιν

    短语 οὐδὲ ὅσον 为习惯用法,意为“哪怕一点也(不)”。随后的 ὅτι μή 表排除(“除非/若不”),其后的与格分词 ἀποβάλλουσιν 与无人称动词 ἔξεστιν 的逻辑主语与格 ἡμῖν 一致,意为“若不在战斗中损失惨重便无法触及”。

  3. 6.26.11καὶ τοῖς ἐπταικόσι τὸ ἀνεγκλήτοις εἶναι χαρίζεται

    动词 χαρίζεται 支配与格间接宾语 τοῖς ἐπταικόσι(失足者/受挫者)以及冠词不定式 τὸ ... εἶναι 作直接宾语。不定式中的谓语形容词 ἀνεγκλήτοις(不受指责的)受逻辑主语与格的影响而发生了格同化(与格吸引)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.26.1-6.26.13