← 普罗科皮乌斯

战史

§6.25.12-6.25.24

法兰克军受困疫病与狄奥德贝尔特撤军

法兰克人接连击溃哥特军与罗马军并占领二者营地,却因暴饮暴食与恶水引发的痢疾遭受惨重损失而停滞不前。在收到贝利撒留谴责其背信弃义的信函后,狄奥德贝尔特在部下的怨尤中决意撤军。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.25.12

ἐπεὶ δὲ ὅμιλος Γερμανῶν πολὺς ἐπιρρεύσας ἔργου τε εἴχοντο καὶ τοὺς πελέκυς ἐσακοντίζοντες συχνοὺς ἤδη ἐσίνοντο, στρέψαντες τὰ νῶτα ἐς φυγὴν ὥρμηντο, καὶ διὰ τοῦ Ῥωμαίων στρατοπέδου ἰόντες τὴν ἐπὶ Ῥάβενναν ἔθεον.1

然而,当大批涌入的日耳曼人开始动起手来,并投掷战斧很快伤及许多人时,哥特人便转身溃逃,穿过罗马军营地,沿着通往拉文纳的道路奔逃而去。

§6.25.13

φεύγοντάς τε αὐτοὺς ἰδόντες Ῥωμαῖοι Βελισάριον ἐπιβεβοηθηκότα σφίσιν ᾤοντο ἑλεῖν τὸ τῶν πολεμίων στρατόπεδον, ἐνθένδε τε αὐτοὺς ἐξελάσαι μάχῃ νικήσαντα. ᾧ δὴ ξυμμῖξαι βουλόμενοι ἄραντες τὰ ὅπλα κατὰ τάχος ᾔεσαν.

罗马人见他们溃逃,以为是贝利撒留赶来援助自己,攻占了敌营,并在战胜后将他们从那里驱逐出来。因此,他们急于与贝利撒留会合,便匆忙拿起武器迎上前去。

§6.25.14

ἐντυχόντες δὲ παρὰ δόξαν πολεμίων στρατῷ οὔτι ἐθελούσιοι ἐς χεῖρας ἦλθον, παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἐς μὲν τὸ στρατόπεδον ἀναστρέφειν οὐκέτι εἶχον,2 ἐπὶ Τουσκίαν δὲ ἅπαντες ἔφευγον.

然而,出乎意料地遭遇敌军大队后,他们完全违背本意地卷入了交战,在战斗中大败亏输,再也无法退回自己的营地,全部逃往托斯卡纳。

§6.25.15

ἔν τε τῷ ἀσφαλεῖ ἤδη γενόμενοι ἅπαντα ἐς Βελισάριον τὰ ξυμπεσόντα σφίσιν ἀνήνεγκαν.

在抵达安全地带后,他们便将发生在自己身上的一切向贝利撒留作了汇报。

§6.25.16

Φράγγοι δὲ ἀμφοτέρους, ὥσπερ ἐρρήθη, νενικηκότες, τά τε στρατόπεδα ἑκάτερα ἑλόντες παντάπασιν ἀνδρῶν ἔρημα, ἐν μὲν τῷ παραυτίκα τὰ ἐπιτήδεια ἐνταῦθα εὗρον, δι’ ὀλίγου δὲ ἅπαντα διὰ πολυανθρωπίαν δαπανήσαντες, ἄλλο τι οὐδὲν ἐν χώρᾳ ἐρήμῳ ἀνθρώπων ὅτι μὴ βόας τε καὶ τοῦ Πάδου τὸ ὕδωρ προσφέρεσθαι εἶχον.

法兰克人如前所述击溃了双方,并占领了空无一人的两座营地;他们起初在那里寻得了给养,但由于人数众多,很快便将所有物资消耗殆尽,在这片渺无人烟的土地上,除牲畜与波河之水外,再无任何可供充饥之物。

§6.25.17

ταῦτα τὰ κρέα τῇ τοῦ ὕδατος περιουσίᾳ καταπέψαι οὐχ οἷοί τε ὄντες γαστρός τε ῥύσει καὶ δυσεντερίας νόσῳ οἱ πλεῖστοι ἡλίσκοντο, ὧν δὴ ἀπαλλάσσεσθαι ἀπορίᾳ τῶν ἐπιτηδείων ὡς ἥκιστα ἴσχυον.

由于饮水过多,他们无法消化这些肉类,大多数人腹泻并染上了痢疾,因缺乏给养,他们根本无法从中康复。

§6.25.18

φασὶ γοῦν τὸ τριτημόριον τοῦ Φράγγων στρατοῦ τῷ τρόπῳ τούτῳ ἀπολωλέναι. διὸ δὴ περαιτέρω ἰέναι οὐδαμῆ ἔχοντες αὐτοῦ ἔμενον.

据说,法兰克大军的三分之一便是以此种方式丧命的。因此,他们完全无法继续前行,只得滞留原地。

§6.25.19

Βελισάριος δὲ Φράγγων τε στρατὸν παρεῖναι ἀκούσας καὶ τοὺς ἀμφὶ Μαρτῖνόν τε καὶ Ἰωάννην μάχῃ ἡσσηθέντας φυγεῖν ἐς ἀμηχανίαν κατέστη, περί τε τῇ πάσῃ στρατιᾷ δείσας καὶ διαφερόντως περὶ τοῖς ἐν Φισούλῃ πολιορκοῦσιν, ἐπεὶ αὐτῶν μάλιστα ἐγγυτέρω τούτους δὴ τοὺς βαρβάρους ἐπύθετο εἶναι. αὐτίκα δὴ πρὸς Θευδίβερτον ἔγραψε τάδε·

贝利撒留听闻法兰克军队逼近,又得知马提努斯与约翰的部属战败溃逃,陷入了极大的困境,他不仅为整支军队担忧,尤其为正在围攻费苏莱的部队忧心忡忡,因为他获悉这些蛮族正距离他们最近。于是,他立刻给狄奥德贝尔特修书如下:

§6.25.20

“Ἄνδρα μὲν ἀρετῆς μεταποιούμενον μὴ οὐχὶ ἀψευδεῖν,3 ἄλλως τε καὶ ἄρχοντα ἐθνῶν τοσούτων τὸ πλῆθος, οἶμαι, ὦ γενναῖε Θευδίβερτε, οὐκ εὐπρεπὲς εἶναι. τὸ δὲ καὶ ὅρκους ἀδικοῦντας ἐν γράμμασι κειμένους περιορᾶν τὰ ξυγκείμενα οὐδ’ ἂν τοῖς τῶν ἀνθρώπων ἀτιμοτάτοις ἐπιτηδείως ἔχοι. ἅπερ αὐτὸς ἔν γε τῷ παρόντι ἐξαμαρτάνων οἶσθα, καίτοι ὁμολογήσας ἔναγχος πόλεμον ἡμῖν ἐπὶ Γότθους τόνδε ξυλλήψεσθαι.

“一个自命具备德行之人,尤其是一位统治着如此众多部族的君主,若不能做到恪守信义,高贵的狄奥德贝尔特啊,我认为这绝非得体之举。践踏见诸文字的誓约、漠视既定的协议,即便对人类中最卑微低下之人也是不相称的。然而你自己心知肚明,你当前正在犯下这等罪行,尽管你不久前还同意与我们协力进行这场针对哥特人的战争。

§6.25.22

νῦν δὲ οὐχ ὅσον ἀμφοτέροις ἐκποδὼν ἕστηκας, ἀλλὰ καὶ ὅπλα οὕτως ἀνεπισκέπτως ἀράμενος ἐφ’ ἡμᾶς ἥκεις. μὴ σύ γε,4 ὦ βέλτιστε, καὶ ταῦτα ἐς βασιλέα μέγαν ὑβρίζων, ὃν δή που τὴν ὕβριν μὴ λίαν ἐν τοῖς μεγίστοις ἀμείψεσθαι οὐκ εἰκὸς εἴη.5

而如今,你不仅未曾置身双方事外,反而如此草率地拿起武器向我们袭来。万望阁下切莫如此,切莫冒犯大帝,因为大帝必定不会对这一侮辱不施加最严厉的报复。

§6.25.23

κρεῖσσον δὲ τὰ οἰκεῖα ἀσφαλῶς αὐτόν τινα ἔχειν ἢ τῶν οὐ προσηκόντων μεταποιούμενον ἐς κίνδυνόν τινα ὑπὲρ τῶν ἀναγκαιοτάτων καθίστασθαι.”

稳妥地保有属于自己的领地,远胜于觊觎不应得之物而让自己最根本的事物陷入险境。”

§6.25.24

ταύτην ἐπεὶ Θευδίβερτος τὴν ἐπιστολὴν ἀνελέξατο, τοῖς τε παροῦσιν ἀπορούμενος ἤδη καὶ πρὸς Γερμανῶν κακιζόμενος, ὅτι δὴ ἐξ οὐδεμιᾶς προφάσεως θνήσκοιεν ἐν χώρᾳ ἐρήμῳ, ἄρας τοῖς περιοῦσι τῶν Φράγγων ἐπ’ οἴκου ξὺν τάχει πολλῷ ἀπεχώρησεν.

狄奥德贝尔特读完此信后,一方面因当前的困境而已一筹莫展,另一方面又因让日耳曼人在荒无人烟的土地上无端送命而备受部下指责,便率领幸存的法兰克人急匆匆地踏上了回国之路。

语法注5 条
  1. 6.25.12τὴν ἐπὶ Ῥάβενναν ἔθεον

    省略了阴性名词 ὁδόν 的宾格短语,作表示方向或路径的内动宾格(或副词性宾格):“沿着通往拉文纳的道路奔跑”。

  2. 6.25.14ἀναστρέφειν οὐκέτι εἶχον

    动词 ἔχω 后接不定式表示能力或可能(ἔχω + 不定式相当于 δύναμαι + 不定式),与否定词 οὐκέτι 连用,意为“再也无法折返”。

  3. 6.25.20μὴ οὐχὶ ἀψευδεῖν

    由于主句谓语 οὐκ εὐπρεπὲς εἶναι 带有否定词 οὐκ 并表达否定/不当意味,其下属的不定式采用双重否定词 μὴ οὐ(χί)。整体句意为“不讲真话是不相称的”,即强烈表达“理应恪守信义、讲真话”之必然性。

  4. 6.25.22μὴ σύ γε

    省略了主要的禁止性动词(如不定过去时虚拟式或现在时祈使式,如 δράσῃς 或 ποίει)的惯用否定/劝诫短语,带有强烈的告诫或恳求语气:“切莫如此……”,与后文的分词 ὑβρίζων 搭配。

  5. 6.25.22τὴν ὕβριν μὴ λίαν ἐν τοῖς μεγίστοις ἀμείψεσθαι οὐκ εἰκὸς εἴη

    由否定式的潜在希求语气 οὐκ εἰκὸς εἴη(“理应不会不……”)支配带否定词 μή 的带宾格不定式构成的双重否定(缓叙法):“料想大帝必定会对这一侮辱施加最严厉的报复”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.25.12-6.25.24