- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.25.1-6.25.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法兰克国王狄奥德贝尔特率大军侵入意大利,越过阿尔卑斯山进入利古里亚;哥特人误以为其为盟友来援,法兰克人却乘机夺取提基努姆桥梁,并屠戮哥特妇孺作为人身祭品。
Ἐν τούτῳ δὲ Φράγγοι κεκακῶσθαι τῷ πολέμῳ Γότθους τε καὶ Ῥωμαίους ἀκούσαντες καὶ δι’ αὐτὸ ῥᾷστα ἂν οἰόμενοι Ἰταλίας τὰ πολλὰ σφίσιν αὐτοῖς προσποιήσασθαι, δεινὰ ἐποιοῦντο, εἰ1 πόλεμον μὲν ἕτεροι ἐς τοσόνδε χρόνου διαφέρουσι μῆκος περὶ χώρας ἀρχῇ οὕτω δὴ αὐτοῖς ἐν γειτόνων οὔσης, αὐτοὶ δὲ ἡσυχῆ μένοντες ἀμφοτέροις ἐκποδὼν στήσονται.
与此同时,法兰克人听闻哥特人与罗马人皆已因战争而疲惫不堪,并认为正因如此自己最容易将意大利大半领土据为己有;他们觉得,在紧邻自己的一片土地的统治权问题上,他人竟进行了如此持久的战争,而自己却按兵不动、置身于双方事外,这是难以容忍的。
ὅρκων τοίνυν ἐν τῷ παραυτίκα καὶ ξυνθηκῶν ἐπιλελησμένοι, αἵπερ αὐτοῖς ὀλίγῳ πρότερον πρός τε Ῥωμαίους καὶ Γότθους ἐπεποίηντο ʽἔστι γὰρ τὸ ἔθνος τοῦτο τὰ ἐς πίστιν σφαλερώτατον ἀνθρώπων ἁπάντων’ ἐς μυριάδας δέκα εὐθὺς ξυλλεγέντες, ἡγουμένου σφίσι Θευδιβέρτου, ἐς Ἰταλίαν ἐστράτευσαν, ἱππέας μὲν ὀλίγους τινὰς ἀμφὶ τὸν ἡγούμενον ἔχοντες, οἳ δὴ καὶ μόνοι δόρατα ἔφερον, οἱ λοιποὶ δὲ πεζοὶ ἅπαντες οὔτε τόξα οὔτε δόρατα ἔχοντες, ἀλλὰ ξίφος τε καὶ ἀσπίδα φέρων ἕκαστος καὶ πέλεκυν ἕνα. οὗ δὴ ὁ μὲν σίδηρος ἁδρός τε καὶ ὀξὺς ἑκατέρωθι ἐς τὰ μάλιστα ἦν, ἡ λαβὴ δὲ τοῦ ξύλου βραχεῖα ἐς ἄγαν.
于是,他们当即便将不久前同罗马人与哥特人订立的誓约和条约抛诸脑后——因为在恪守信义方面,这个部族是全人类中最不可靠的——,随即集结了十万大军,在狄奥德贝尔特的率领下向意大利进发。统领身边只伴有少数骑兵;事实上,也只有这些人携带着长矛,其余皆为步兵,既无弓箭也无长矛,人人各执一剑一盾,并佩一把战斧。此斧的铁质斧刃厚重且两面均极锋利,而木柄却极短。
τοῦτον δὴ τὸν πέλεκυν ῥίπτοντες ἀεὶ ἐκ σημείου ἑνὸς εἰώθασιν ἐν τῇ πρώτῃ ὁρμῇ τάς τε ἀσπίδας διαρρηγνύναι τῶν πολεμίων καὶ αὐτοὺς κτείνειν.
他们素来习惯在第一次冲锋时,依照统一的信号一齐掷出这把斧头,以此劈碎敌人的盾牌并杀死敌兵。
Οὕτω μὲν Φράγγοι τὰς Ἄλπεις ἀμείψαντες αἳ Γάλλους τε καὶ Ἰταλοὺς διορίζουσιν, ἐν Λιγούροις ἐγένοντο.
法兰克人便如此跨越了分隔高卢与意大利的阿尔卑斯山脉,进入了利古里亚。
Γότθοι δὲ αὐτῶν πρότερον τῇ ἀγνωμοσύνῃ ἀχθόμενοι, ὅτι δὴ χώραν τε πολλὴν καὶ χρήματα ὑποσχομένοις μεγάλα πολλάκις ὑπὲρ ξυμμαχίας προέσθαι τρόπῳ οὐδενὶ τὴν ὑπόσχεσιν ἐπιτελῆ ποιήσασθαι ἤθελον,2 ἐπειδὴ Θευδίβερτον παρεῖναι στρατῷ πολλῷ ἤκουσαν, ἔχαιρον ταῖς ἐλπίσιν ἐς τὰ μάλιστα ἐπαιρόμενοι καὶ τῶν πολεμίων ἀμαχητὶ περιέσεσθαι τὸ λοιπὸν ᾤοντο.
哥特人此前虽对法兰克人的背信弃义深感愤慨——因为哥特人曾多次许诺向他们割让大片土地并提供巨额金钱以换取结盟,而他们却无论如何都不肯履行诺言——,然而此时听闻狄奥德贝尔特率领大军到来,无不欣喜若狂,对未来寄予极高期望,认为从此便可不战而胜。
οἱ δὲ Γερμανοί, τέως μὲν ἐν Λιγούροις ἦσαν, οὐδὲν ἐς Γότθους ἄχαρι ἔπρασσον, ὅπως σφίσι μηδεμία κωλύμη ἐς τοῦ Πάδου τὴν διάβασιν πρὸς αὐτῶν γένηται.
日耳曼人只要身在利古里亚,便不对哥特人施加任何敌对行为,以免哥特人在他们渡过波河时进行任何阻拦。
ὡς δὲ ἵκοντο ἐς Τικινῶν πόλιν, ἵνα δὴ γέφυραν ἐς τὸν ποταμὸν τοῦτον ἐτεκτήναντο οἱ πάλαι Ῥωμαῖοι, τά τε ἄλλα ὑπούργουν οἱ ταῦτα φυλάσσοντες καὶ τὸν Πάδον κατ’ ἐξουσίαν διαβαίνειν εἴων.
当他们抵达提基努姆城——古代罗马人曾在此河上建造了一座桥梁——时,守卫该地的人在其他方面百般协助,并听任他们随意渡过波河。
ἐπιλαβόμενοι δὲ τῆς γεφύρας οἱ Φράγγοι παῖδάς τε καὶ γυναῖκας τῶν Γότθων οὕσπερ ἐνταῦθα εὗρον ἱέρευόν τε καὶ αὐτῶν τὰ σώματα ἐς τὸν ποταμὸν ἀκροθίνια τοῦ πολέμου ἐρρίπτουν.
然而法兰克人一旦控制了桥梁,便将在此处发现的哥特妇孺屠戮献祭,并将他们的尸体抛入河中,作为战事的初熟祭品。
οἱ γὰρ βάρβαροι οὗτοι, Χριστιανοὶ γεγονότες,3 τὰ πολλὰ τῆς παλαιᾶς δόξης φυλάσσουσι, θυσίαις τε χρώμενοι ἀνθρώπων καὶ ἄλλα οὐχ ὅσια ἱερεύοντες, ταύτῃ τε τὰς μαντείας ποιούμενοι.
因为这些蛮族人虽已皈依基督教,却仍保留着旧日信仰的大部分习俗,使用活人献祭,屠戮其他不洁的祭品,并以此进行占卜。
κατιδόντες δὲ Γότθοι τὰ ποιούμενα ἔς τε ἄμαχόν τι δέος κατέστησαν καὶ φυγῇ ἐχόμενοι ἐντὸς τοῦ περιβόλου ἐγένοντο. Οἱ μὲν οὖν Γερμανοὶ Πάδον ποταμὸν διαβάντες ἐς τὸ Γότθων στρατόπεδον ἦλθον, οἱ δὲ Γότθοι κατ’ ἀρχὰς μὲν ἄσμενοι ἐθεῶντο κατ’ ὀλίγους αὐτοὺς ἐπὶ σφᾶς προσιόντας, ἐπὶ ξυμμαχίᾳ τῇ σφετέρᾳ τοὺς ἄνδρας ἥκειν οἰόμενοι.
哥特人目睹这番暴行,陷入了无法抗拒的恐惧之中,仓皇逃入城墙之内。于是日耳曼人渡过波河,逼近哥特军营地;起初哥特人见他们三五成群向自己走来,还满心欢喜地注视着,以为这些人是来作为盟友援助自己的。
- 6.25.1δεινὰ ἐποιοῦντο, εἰ
在表达情感的短语(δεινὰ ποιοῦμαι,“感到气愤、愤慨”)之后,接由连词 εἰ 引导的名词性从句。与古典希腊语用法一致,此处以条件从句(搭配直陈式 διαφέρουσι ... στήσονται)的形式来引出引发愤慨的客观事实与情境。
- 6.25.6ὅτι δὴ χώραν τε πολλὴν καὶ χρήματα ὑποσχομένοις μεγάλα πολλάκις ὑπὲρ ξυμμαχίας προέσθαι τρόπῳ οὐδενὶ τὴν ὑπόσχεσιν ἐπιτελῆ ποιήσασθαι ἤθελον
与格分词 ὑποσχομένοις 指代主句主语哥特人自身(意为“尽管哥特人曾承诺割让领土与金钱”)。虽然在语法上亦可视为指向法兰克人,但谓语动词 ἤθελον 的主语是法兰克人;全句形成对比结构,即哥特人虽屡次许诺以重金和土地换取结盟,法兰克人却始终不愿履行承诺。
- 6.25.10Χριστιανοὶ γεγονότες
分词 γεγονότες 具有让步含义(“尽管他们已经成为了基督徒”)。它与随后的主句谓语 τὰ πολλὰ τῆς παλαιᾶς δόξης φυλάσσουσι(“仍保留着旧日信仰的大部分习俗”)形成逻辑上的转折与对比。
