- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.24.1-6.24.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥克西穆姆被围的哥特人利用夜间喧嚣作掩护,避开贝利撒留军的耳目向维蒂吉斯送出求援信;维蒂吉斯虽口头许诺却因恐惧与粮荒踌躇不前,与此同时派往支援费苏莱战局的乌赖亚斯部队亦与罗马军隔阵对峙、陷入僵局。
Προϊόντος δὲ τοῦ χρόνου καὶ τῆς ἀπορίας οἱ βάρβαροι τῶν ἐπιτηδείων ἐπὶ μέγα χωρούσης, ἀνενεγκεῖν ἐς Οὐίττιγιν ἐβουλεύοντο τὰ παρόντα σφίσι.
随着时间的推移,由于给养的匮乏日趋严重,蛮族人商议将他们眼下的困境报告给维蒂吉斯。
καὶ ἐπεὶ αὐτῶν οὐδεὶς στέλλεσθαι ἐς ταύτην δὴ τὴν πρᾶξιν ἐτόλμα ʽλήσειν γὰρ τοὺς πολιορκοῦντας οὐκ ἄν ποτε ᾤοντὀ, ἐπενόουν τάδε.
由于他们当中无人敢于自告奋勇承担这一使命——因为他们认为绝不可能瞒过围城军——,他们便想出了如下计策。
ἀσέληνον νύκτα τηρήσαντες καὶ τοὺς ἄνδρας ἐν παρασκευῇ ποιησάμενοι οὓς δὴ παρὰ τὸν Οὐίττιγιν πέμπειν διενοοῦντο, γράμματά τε αὐτοῖς ἐν χερσὶ θέμενοι, ἐπειδὴ πόρρω ἦν τῶν νυκτῶν, ἐβόων ἅπαντες πολλαχῆ τοῦ περιβόλου ἐξαίσιον.
他们窥伺了一个没有月光的黑夜,让预备派往维蒂吉斯处的人员做好准备,并将一封书信交到他们手中;待到夜色已深,众人便在城墙各处齐声发出巨大的呼号。
εἴκασεν ἄν τις1 ἐς ταραχὴν αὐτοὺς καταστῆναι λίαν τε σφίσιν ἐγκειμένων τῶν πολεμίων καὶ παρὰ δόξαν ἁλισκομένης τῆς πόλεως· οὐκ ἔχοντες δὲ παντάπασι Ῥωμαῖοι ξυμβαλεῖν τὸ γινόμενον, Βελισαρίου γνώμῃ ἐν τοῖς στρατοπέδοις ἡσυχῆ ἔμενον, ἔκ τε τῆς πόλεως ἐπιβουλήν τινα ὑποτοπάσαντες ἔσεσθαι καὶ στρατὸν ἐκ Ῥαβέννης ἐπιβεβοηθηκότα τοῖς πολεμίοις ἐπὶ σφᾶς ἥκειν. ἃ δὴ δεδιότες ᾤοντο ἄμεινον σφίσιν εἶναι ἐν τῷ ἀσφαλεῖ ἡσυχάζουσι διασώζεσθαι ἢ ἐς προὖπτόν τινα κίνδυνον ἐν νυκτὶ ἀσελήνῳ χωρεῖν.
任何人都会推测,他们定是因为敌军猛攻、城池意外失守而陷入了恐慌;但罗马人根本无法揣摩究竟发生了何事,遵照贝利撒留的决断,在营地内按兵不动。他们既怀疑城内会有某种诡计,又怀疑拉文纳前来支援敌人的军队正向自己扑来。正是由于惧怕这些,他们认为在月黑之夜冒着显而易见的危险出击,远不如留在安全之所静观其变以保全自身。
οὕτω γοῦν οἱ βάρβαροι λαθόντες τοὺς πολεμίους ἐπὶ Ῥαβέννης τοὺς ἄνδρας ἔπεμψαν. οἳ οὐδενὸς πολεμίου ἀνδρὸς ἐς ὄψιν ἐλθόντες παρά τε Οὐίττιγιν τριταῖοι ἀφίκοντο καὶ τὰ γράμματα ἔδειξαν.
于是,蛮族人就这样神不知鬼不觉地避开敌人,将信使派往了拉文纳。这些信使未曾与任何敌兵照面,在第三天便抵达维蒂吉斯处,并呈上了书信。
ἐδήλου δὲ ἡ γραφὴ τάδε· “Ἡνίκα ἡμᾶς, ὦ βασιλεῦ, ἐς τὴν ἐν Αὐξίμῳ φρουρὰν καθίστης, τὰς κλεῖς ἔφησθα παρακαταθέσθαι ἡμῖν Ῥαβέννης τε αὐτῆς καὶ τῆς βασιλείας τῆς σῆς.
书信的内容如下:“王啊,当初您将我们安置在奥克西穆姆的守备队时,曾说过是将拉文纳本身及您王国的钥匙交托给了我们。
διὸ δὴ ἐπήγγελλες ἡμῖν παντὶ σθένει φυλάσσεσθαι, ὅπως μὴ τὸ καθ’ ἡμᾶς μέρος παραδῶμεν τοῖς πολεμίοις τὸ Γότθων κράτος, ἰσχυρίζου τε δεομένοις ἡμῖν παντὶ τῷ στρατῷ παρέσεσθαι αὐτεπάγγελτος.
正因如此,您嘱咐我们全力以赴进行防守,切不可由我们这边将哥特人的政权拱手让与敌手;您更坚称,当我们有所需求时,您必会亲自率领全军自发赶来驰援。
ἡμεῖς μὲν οὖν ἄχρι τοῦδε λιμῷ τε καὶ Βελισαρίῳ μαχόμενοι πιστοὶ φύλακες τῆς σῆς βασιλείας γεγόναμεν, σὺ δὲ οὐδὲ ὁπωστιοῦν ἡμῖν βοηθεῖν ἔγνωκας.
至此,我们一面同饥荒搏斗,一面抗击贝利撒留,恪尽职守充当了您王国的忠诚卫士;而您却丝毫没有援助我们的打算。
λογίζου τοίνυν μή ποτε Αὔξιμον ἑλόντες Ῥωμαῖοι καὶ τὰς κλεῖς ἀνελόμενοι, ὧν αὐτὸς ἐνταῦθα κειμένων ὑπερορᾷς, οὐδενὸς τῶν σῶν ἀποκεκλεισμένοι τὸ λοιπὸν ὦσι.”2 τὰ γράμματα μὲν τοσαῦτα ἐδήλου.
因此,请深思熟虑:倘若罗马人攻取了奥克西穆姆,夺走了您弃置于此而不顾的钥匙,从此往后他们便将对您的领土长驱直入、无所阻拦了。”书信所表述的大意即是如此。
Ἐπεὶ δὲ αὐτὰ Οὐίττιγις ἀπενεχθέντα εἶδεν, ἐν μὲν τῷ παραυτίκα τοὺς ἄνδρας πάσῃ τῇ Γότθων στρατιᾷ βοηθήσειν Αὐξίμῳ ὑποσχόμενος ἀπεπέμψατο, μετὰ δὲ πολλὰ λογισάμενος ἡσυχίαν ἦγε.
维蒂吉斯收到并阅毕此信后,当时便向信使们许诺将率全数哥特军队解奥克西穆姆之围,打发他们离去;但随后经过反复思量,他却按兵不动。
τούς τε γὰρ ἀμφὶ τὸν Ἰωάννην ὑπώπτευε μὴ κατὰ νώτου σφίσιν ἐπισπόμενοι ἐν ἀμφιβόλῳ ποιήσωνται,3 καὶ πολλὴν οἰόμενος ξὺν Βελισαρίῳ μαχίμων ἀνδρῶν δύναμιν εἶναι ἐς ἀμήχανόν τι δέος ἐξέπιπτε.
因为他怀疑约翰的部队可能会尾随于后将他们包夹,又认为贝利撒留麾下拥有大量精锐战力,因而陷入了束手无策的恐惧之中。
μάλιστα δὲ ἁπάντων ὁ λιμὸς αὐτὸν ξυνετάρασσεν, οὐκ ἔχοντα ὅθεν ἂν τὰ ἐπιτήδεια τῷ στρατοπέδῳ πορίζηται.
而最令他心烦意乱的则是饥荒,因为他毫无途径为大军筹措给养。
οἱ μὲν γὰρ Ῥωμαῖοι ἅτε θαλασσοκρατοῦντες καὶ τὸ ἐν Ἀγκῶνι φρούριον ἔχοντες, τὰ ἀναγκαῖα πάντα ἔκ τε Σικελίας καὶ Καλαβρίας ἐνταῦθα κατατιθέμενοι ἐς καιρὸν ἐνθένδε εὐπετῶς ἔφερον. Γότθοις δὲ στρατεύουσιν ἐς Πικηνῶν τὴν χώραν πόρον οὐδένα τῶν ἐπιτηδείων ἐννοῶν ἔσεσθαι ἐς ἀμηχανίαν καθίστατο.
盖因罗马人掌控着制海权,又据有安孔要塞,将一切生活必需品从西西里和卡拉布里亚运至该处储存,并能在适当时机轻而易举地从那里运出;而哥特人倘若进军皮切努姆地区,维蒂吉斯深知绝无任何给养来源,因而陷入了绝境。
Οὐιττίγιδος μὲν οὖν τὴν ὑπόσχεσιν λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἤνεγκαν οἱ πρώην ἐς αὐτὸν ἐνθένδε σταλέντες καὶ βαρβάρους τοὺς ἐνταῦθα κεναῖς ἐλπίσιν ἐπέρρωσαν.
先前从当地派往维蒂吉斯处的使者避开了敌人,将维蒂吉斯的许诺带回了奥克西穆姆,用虚妄的希望鼓舞了那里的蛮族人。
Βελισάριος δὲ ταῦτα πρὸς τῶν αὐτομόλων ἀκούσας ἔτι μᾶλλον ἐς τὸ ἀκριβὲς φυλακὴν ἐκέλευε ποιεῖσθαι, ὅπως μή τι συμβαίη καὶ αὖθις τοιοῦτο. ταῦτα μὲν ἐγίνετο τῇδε.
贝利撒留从降卒口中听闻此事后,下令更加严密地进行警戒,以免再次发生类似事件。当地的情势便是如此。
Οἱ δὲ ἀμφὶ Κυπριανὸν καὶ Ἰουστῖνον Φισούλαν πολιορκοῦντες τῷ μὲν περιβόλῳ προσβάλλειν ἢ ἄγχιστά που αὐτοῦ ἰέναι οὐδαμῆ εἶχον· δυσπρόσοδον γὰρ τοῦτο πανταχόθεν τὸ φρούριον ἦν. τῶν δὲ βαρβάρων σφίσι συχνὰ ἐπεξιόντων μάχῃ τε μᾶλλον διακρίνεσθαι πρὸς αὐτοὺς ἐθελόντων ἢ τῶν ἀναγκαίων τῇ ἀπορίᾳ πιέζεσθαι, ἀγχώμαλοι μὲν αἱ ξυμβολαὶ τὰ πρῶτα ἐγίνοντο, ἔπειτα δὲ πλέον ἤδη Ῥωμαῖοι ἔχοντες ἔς τε τὸ τεῖχος τοὺς πολεμίους κατέκλεισαν καὶ ἀσφαλῶς διεφύλασσον, ὥστε μηδένα πη ἐνθένδε ἰέναι. οἱ μὲν οὖν βάρβαροι τῶν τε ἀναγκαίων σπανίζοντες καὶ τοῖς παροῦσιν ἀπορούμενοι, λαθόντες τοὺς πολεμίους παρὰ τὸν Οὐίττιγιν ἔπεμπον, βοηθεῖν σφίσιν αὐτοῖς κατὰ τάχος δεόμενοι, ὡς οὐκέτι πλείω τινὰ ἀνθέξουσι χρόνον.
另一方面,塞浦利安与查士丁率部围攻费苏莱,但他们根本无法进攻城墙,甚至无法靠近;因为这座要塞四面都地势险要,难以接近。然而蛮族人频繁向他们发起出击,宁愿与他们在战斗中决一胜负,也不愿坐受物资匮乏之苦。起初战局互有胜负,但后来罗马人占据了上风,将敌人封锁在城墙之内,并严密防守,以使任何人均无法由此处逃脱。蛮族人因缺乏必需品且对眼下局势束手无策,便避开敌人向维蒂吉斯派出信使,恳求他火速救援,声称他们再也无法支撑更长时间。
Οὐίττιγις δὲ Οὐραΐαν ἐκέλευε ξὺν τῷ ἐν Λιγούροις στρατῷ ἐς Τικινοὺς ἰέναι· οὕτω γὰρ καὶ αὐτὸς ἰσχυρίζετο πάσῃ τῇ Γότθων δυνάμει τοῖς πολιορκουμένοις παρέσεσθαι.
维蒂吉斯遂命令乌赖亚斯率领驻扎在利古里亚的军队前往提基努姆;因为他坚称,自己也将以此方式率领哥特全军前往解救被围之人。
ὁ δὲ κατὰ ταῦτα ἐποίει καὶ ἅπαν κινήσας τὸ ξὺν αὐτῷ στράτευμα ἐς Τικινοὺς ᾔει· Πάδον τε ποταμὸν διαβάντες ἐγγύς που τοῦ τῶν Ῥωμαίων στρατοπέδου ἦλθον.
乌赖亚斯照令行事,率领所辖全军向提基努姆进发;他们渡过波河,进抵距离罗马军营地不远处。
οὗ δὴ καὶ αὐτοὶ στρατοπεδευσάμενοι ἀντεκάθηντο τοῖς πολεμίοις, ἀπέχοντες αὐτῶν μάλιστα ὅσον σταδίους ἑξήκοντα. χειρῶν δὲ οὐδέτεροι ἦρχον.
他们亦在那里扎营,与敌军对峙,相距大约六十斯塔德。双方均未率先动手。
τοῖς τε γὰρ Ῥωμαίοις ἔδοξεν ἀποχρῆν, εἰ τοῖς ἐναντίοις ἐμποδὼν στήσονται, ὥστε μὴ ἐπὶ τοὺς πολιορκοῦντας πορεύεσθαι, καὶ οἱ βάρβαροι ἐνταῦθα ὤκνουν διαμάχεσθαι τοῖς πολεμίοις, λογιζόμενοι ὡς, ἢν ἐν ταύτῃ τῇ ξυμβολῇ ἀτυχήσωσιν, ἅπαντα Γότθων διαφθεροῦσι τὰ πράγματα.
因为对罗马人而言,只要挡住对手的去路使他们无法向围城军进军,似乎便已足够;而那里的蛮族人也顾虑与敌人决战,深知一旦在此次交锋中失利,便将断送哥特人的全部大局。
οὐ γὰρ ἔτι τοῖς ἀμφὶ τὸν Οὐίττιγιν ἐπιμιγνύμενοι ἀμύνειν τοῖς πολιορκουμένοις ξὺν αὐτῷ ἕξουσι.4 τοιαύτῃ μὲν γνώμῃ ἑκάτεροι ἡσυχίαν ἦγον.
因为他们将再也无法与维蒂吉斯的部队会合,共同去解救被围困的人。出于这样的考量,双方均按兵不动。
- 6.24.4εἴκασεν ἄν τις
过去潜在直陈式,由不定过去时直陈式 εἴκασεν 搭配语气词 ἄν 构成(“任何人都会推测”)。与不定代词 τις 连用,表示假想的旁观者在当时情境下必然得出的推断。
- 6.24.10λογίζου τοίνυν μή ποτε ... ὦσι
现在时祈使语气 λογίζου(“慎思/留意”)后接表顾虑或防备的连词 μή(及虚拟语气 ὦσι),构成“警惕……以免发生”的结构,含有强烈的警告口吻,而非单纯的中立思考。
- 6.24.12ἐν ἀμφιβόλῳ ποιήσωνται
意为“使……陷入两面受敌之境/夹击”的军事惯用语。处于由动词 ὑπώπτευε(“怀疑/担心”)所引导的顾虑从句(μή 搭配虚拟语气 ποιήσωνται)中。
- 6.24.24οὐ γὰρ ἔτι τοῖς ἀμφὶ τὸν Οὐίττιγιν ἐπιμιγνύμενοι ἀμύνειν τοῖς πολιορκουμένοις ξὺν αὐτῷ ἕξουσι
主干动词为 ἕξουσι(ἔχω 的将来时),接不定式 ἀμύνειν 表达能力或可能性(“将能够救援”)。分词 ἐπιμιγνύμενοι 表手段或前提条件(“通过与……会合”),介词短语 ξὺν αὐτῷ(“与他一道”)修饰不定式。
