← 普罗科皮乌斯

战史

§6.23.20-6.23.39

普罗科匹厄斯进言军号退兵之策

在围困奥克西穆姆期间,针对罗马军队屡遭哥特人伏击的困境,历史学家普罗科匹厄斯向贝利撒留进言恢复古代以不同号声指挥撤退的做法,贝利撒留采纳此计并成功实施了有序撤退并营救了伤兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.23.20

τύχῃ δέ τινι τούτους ξυνέπεσε τοὺς τροχοὺς ἄχρι ἐς τὸ ὁμαλὲς ἀνθρώπου οὐδενὸς ἁψαμένους ἐλθεῖν. ταύτης τε τῆς πείρας ἀποτυχόντες οἱ βάρβαροι, τότε μὲν φεύγοντες ἐντὸς τοῦ περιβόλου ἐγένοντο, ἔπειτα δὲ ἐποίουν τάδε.

但出于某种机缘,这些车轮一路滚落到平地,未曾伤及一人。蛮族人这次企图落空,当时便逃回城垣之内,但随后他们又采取了如下举措。

§6.23.21

τὰς φάραγγας, αἳ τοῦ περιβόλου εἰσὶν ἄγχιστα, ἐνέδραις τῶν ἐν σφίσι δοκίμων ἀνδρῶν προλοχίσαντες ὀλίγοι τοῖς πολεμίοις ἀμφὶ τὴν πόαν ἐφαίνοντο, ἡνίκα τε ἡ μάχη ἐν χερσὶ γένοιτο, ἐκπηδῶντες ἐκ τῶν ἐνεδρῶν οἱ κρυπτόμενοι, πλήθει τε τοὺς ἐναντίους παρὰ πολὺ ὑπεραίροντες καὶ αὐτοὺς τῷ μὴ προαισθέσθαι ἐκπλήσσοντες πλείστους μὲν ἔκτεινον, τοὺς δὲ λοιποὺς ἀεὶ ἐς φυγὴν ἔτρεπον.

他们在距离城墙最近的峡谷中,预先埋伏下本族的精锐之士,仅派少数人出现在牧草一带引诱敌人;而当双方陷入肉搏交手之时,潜藏的伏兵便一跃而出,不仅在人数上远远压倒敌军,更借由猝不及防的奇袭使他们陷入惊恐,从而斩杀了大部分人,并屡屡将余众击溃。

§6.23.22

Ῥωμαίων δὲ ὅσοι ἐν τοῖς στρατοπέδοις εἱστήκεσαν ἔβλεπον μὲν ἐκ τῶν ἐνεδρῶν ὑπεξανισταμένους τοὺς πολεμίους, κραυγῇ δὲ πολλῇ τοὺς ἑταίρους ἀνακαλοῦντες οὐδὲν ἤνυον, ἐπεὶ οἱ μαχόμενοι τῆς ἐκείνων βοῆς ἥκιστα ἤκουον, μήκει τε τοῦ λόφου ἐπὶ πλεῖστον αὐτῶν διειργόμενοι καὶ τῶν βαρβάρων ἀεὶ ἐξεπίτηδες σφίσιν ἀντιπαταγούντων τοῖς ὅπλοις.

留在营地里的罗马士兵虽然看到敌人从伏击处挺身而出,纵声高呼呼唤同袍,却无济于事,因为搏杀中的士兵根本听不见他们的喊声,他们既因山丘的漫长距离与营地相隔甚远,蛮族人又故意不断击打武器发出巨响进行干扰。

§6.23.23

Βελισαρίῳ δὲ τοῖς παροῦσιν ἀπορουμένῳ Προκόπιος, ὃς τάδε ξυνέγραψε, προσελθὼν εἶπεν· “Οἱ ταῖς σάλπιγξιν, ὦ στρατηγέ, τὸ παλαιὸν ἐν τῷ Ῥωμαίων στρατῷ χρώμενοι νόμους τινὰς ἠπίσταντο δύο, ὧν ἅτερος μὲν ἐγκελευομένῳ τε ἐπὶ πλεῖστον ἐῴκει1 καὶ τοὺς στρατιώτας ἐς μάχην ὁρμῶντι, ὁ δὲ ἄλλος ἐπὶ τὸ στρατόπεδον ἀνεκάλει τοὺς μαχομένους, ἡνίκα ταῦτα ἐδόκει τῷ στρατηγῷ ὡς ἄριστα ἔχειν.

正当贝利撒留面对此景束手无策之时,撰写本书的普罗科匹厄斯走上前来说道:“将军,往昔在罗马军队中操持军号之人,通晓两种特定的曲调:其一主要近似于激励,催促士兵投入战斗;其二则是在将军认为最合适的时候,将交战中的将士召回营地。

§6.23.24

ταύτῃ τε ἀεὶ οἱ μὲν στρατηγοὶ τὰ καθήκοντα τοῖς στρατιώταις ἐκέλευον, ἐκεῖνοι δὲ τὰ παραγγελλόμενα ἔργα ἐπιτελεῖν ἴσχυον.

将军们正是以此方式随时向士兵下达职责,而士兵们也能准确执行所受的号令。

§6.23.25

κραυγὴ γὰρ ἐν ταῖς ξυμβολαῖς σημῆναί τι σαφὲς οὐδαμῶς πέφυκε, πατάγου τε, ὡς τὸ εἰκός, πανταχόσε ἀντικτυποῦντος καὶ τοῦ δέους ἐκπλήσσοντος τὰς τῶν μαχομένων αἰσθήσεις.

因为在混战之中,喊声生来便绝难传达清晰的指令,四下里理所当然地充斥着兵器碰撞的轰响,恐怖更震慑着厮杀者的感官。

§6.23.26

ἐπεὶ δὲ τανῦν ἀμαθίᾳ τε ἡ τοιαύτη τέχνη ἐξώλισθε καὶ μιᾷ σάλπιγγι ἄμφω δηλῶσαι ἀμήχανον, αὐτὸς οὕτω τὸ λοιπὸν ποίει. σάλπιγξι μὲν ταῖς ἱππικαῖς ἐγκελεύου τοῖς στρατιώταις διαμάχεσθαι τοῖς πολεμίοις, ταῖς δὲ πεζικαῖς ἐπὶ τὴν ἀναχώρησιν ἀνακάλει τοὺς ἄνδρας.

而今由于疏陋,这门技艺已然失传,用同一种军号又绝难兼表两意,因此今后您不妨这样做: 以骑兵军号督促士兵与敌人奋战,而以步兵军号召唤部众退却。

§6.23.28

ἑκατέρου γὰρ αὐτοὺς τοῦ ἤχου μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον,2 ἐπεὶ ὁ μὲν ἐκ βύρσης τε καὶ ξύλου ὑπεράγαν λεπτοῦ, ὁ δὲ ἐκ παχέος τινὸς χαλκοῦ πρόεισι.”

因为他们绝不可能分辨不出这两种声音,一者发自兽皮与极薄的木料,另一者则出自厚重的青铜。”

§6.23.29

Προκόπιος μὲν τοσαῦτα εἶπε. Βελισάριος δὲ ἥσθη τε τῇ ὑποθήκῃ καὶ ἅπαν ξυγκαλέσας τὸ στράτευμα ἔλεξε τοιάδε· “Προθυμίαν ἐς τόδε ξυμφέρειν τε οἶμαι καὶ πολλοῦ ἐπαίνου ἀξίαν εἶναι, μέχρις ἂν μετρία τις οὖσα οὐδὲν τοῖς ἔχουσι προσποιῆται βλάβος.

普罗科匹厄斯言尽于此。贝利撒留深喜其计,遂召集全军,发表演说如下:“我认为,求战的热忱只要适度且不给怀抱此心的人带来损害,在此范围内便是有益且极值称赞的。

§6.23.30

τῷ γὰρ ὑπερβάλλοντι τὰ ἀγαθὰ πάντα πρὸς τὸ χεῖρον ἀεὶ τρέπεσθαι εἴωθεν. ὑμεῖς οὖν μὴ τῷ φιλονείκῳ τὸ λοιπὸν σφάλλεσθε· φεύγειν γὰρ δή που τὸν κακουργοῦντα οὐδεμία αἰσχύνη.

因为一切美德一旦过甚,便往往走向恶劣的反面。因此,诸位往后切莫因争强好胜而招致败绩;避开存心谋害自己的人,绝非可耻之事。

§6.23.31

ἀλλ’ ὁ μὲν ἐς κακὸν προὖπτον ἀνεπισκέπτως ἰὼν καὶ σωθεὶς ἐνθένδε, ἂν οὕτω τύχῃ, ἄνοιαν ὀφλισκάνει· γενναῖος δὲ ὃς ἂν ἐν τοῖς ἀναγκαίοις ἀνδραγαθίζηται.

相反,鲁莽冲入显而易见的险境之人,即便侥幸生还,亦不免落得愚蠢的恶名;唯有在情势必要之时奋勇作战者,方堪称英勇。

§6.23.32

οἱ μὲν οὖν βάρβαροι, ἐπεὶ ἐκ τοῦ εὐθέος ἡμῖν οὐχ οἷοί τέ εἰσι διαμάχεσθαι, προλοχίζοντες διαφθείρειν ἡμᾶς ἐγχειροῦσιν. ἡμῖν δὲ τοῦ διαφυγεῖν τὴν αὐτῶν ἐνέδραν τὸ τὸν κίνδυνον ὑποστῆναι μεμπτότερον.3

如今蛮族人因无力与我们正面对决,便试图以设伏来歼灭我们。但对我们而言,甘冒此险比避其埋伏更应当受到责难。

§6.23.33

τοῦ γὰρ ἐνδιδόναι ταῖς τῶν ἐχθρῶν γνώμαις οὐδὲν αἴσχιον. ἐμοὶ μὲν οὖν ὅπως μὴ προσπεσεῖσθε ταῖς τῶν πολεμίων ἐνέδραις μελήσει.

因为没有什么比顺遂敌人的心愿更可耻的了。至于不让诸位落入敌人的埋伏,将由我来操心。

§6.23.34

ἔργον δ’ ἂν ὑμέτερον εἴη, ἐπειδὰν σημήνω, ἐς τὴν ἀναχώρησιν κατὰ τάχος ἰέναι. αὕτη δὲ ὑμῖν ἡ δήλωσις ἐκ σάλπιγγος, ὦ στρατιῶται, τῆς πεζικῆς ἔσται.” Βελισάριος μὲν τοσαῦτα εἶπεν.

而诸位的职责,则是在我发出信号时,立即迅速实施撤退。士兵们,这一退却的信号,将由步兵军号向诸位吹响。”贝利撒留言尽于此。

§6.23.35

οἱ δὲ στρατιῶται ἀμφὶ τὴν πόαν κατιδόντες τοὺς πολεμίους, δρόμῳ ἐπ’ αὐτοὺς ᾔεσαν, τινάς τε αὐτῶν ἐν τῇ πρώτῃ ὁρμῇ ἔκτεινον.

士兵们见草地周围有敌军,便全速向其猛冲过去,并在初次交锋中斩杀了其中数人。

§6.23.36

ἐν οἷς ἕνα χρυσοφοροῦντα τῶν τις Μαυρουσίων ἰδὼν λαβόμενός τε τῶν ἐν τῇ κεφαλῇ τριχῶν, ὅπως ἀποδύοι, τὸν νεκρὸν ἐφεῖλκε.

在被斩杀者中,有一名身佩黄金之物者,一名摩尔人士兵见状,抓起死者的头发便往回拖拽,以便剥取其财物。

§6.23.37

Γότθος δέ τις αὐτὸν ἀκοντίῳ βαλὼν μυώνων τε, οἳ ὄπισθέν εἰσι τῶν κνημῶν, ἑκατέρων ἐπιτυχών,4 ἐνέρσει τοῦ ἀκοντίου ἄμφω τὼ πόδε ξυνέδησεν.

一名哥特人掷出一支标枪击中了他,正好穿透了他两条小腿后面的肌肉,标枪的穿刺将他的双腿死死钉在了一起。

§6.23.38

ἀλλ’ οὐδέν τι ἧσσον ὁ Μαυρούσιος τῶν τριχῶν ἐχόμενος τὸν νεκρὸν εἷλκεν. ἐν τούτῳ δὲ οἱ μὲν βάρβαροι τὰς ἐνέδρας ἐκίνουν, Βελισάριος δὲ ἀπὸ τοῦ στρατοπέδου ὁρῶν τὰ ποιούμενα, ταῖς σάλπιγξι τοὺς πεζοὺς οἷς τὸ ἔργον τοῦτο ἐπέκειτο ἠχεῖν κατὰ τάχος ἐκέλευεν.

然而那名摩尔人依然抓着死者的头发,毫不动摇地继续拖拽。此时蛮族人正调动伏兵,但贝利撒留在营中望见所发生的一切,便命令司职此事的步兵迅速吹响军号。

§6.23.39

οἵ τε Ῥωμαῖοι αἰσθόμενοι κατὰ βραχὺ ἤδη ὑπεχώρουν, τὸν Μαυρούσιον ξὺν τῷ ἀκοντίῳ ἀράμενοι. οἷς δὴ οἱ Γότθοι ἕπεσθαι οὐκέτι ἐτόλμων, ἀλλ’ ἄπρακτοι ἀνεχώρησαν.

罗马人察觉到号声,便抬着连同标枪在内的那名摩尔人,逐渐开始撤退。哥特人见状再也不敢追击,只得无功而返。

语法注4 条
  1. 6.23.23ἐγκελευομένῳ τε ἐπὶ πλεῖστον ἐῴκει

    分词与格 ἐγκελευομένῳ 用作 ἐῴκει(ἔοικα 的过去完成时,表未完成过去义)的补足语,意为“近似于一种激励/催促的号声”。ἐπὶ πλεῖστον 作副词短语,意为“主要地”或“在很大程度上”。

  2. 6.23.28μὴ οὐχὶ ξυνεῖναι ἀδύνατον

    在含有否定意义的形容词 ἀδύνατον(“不可能的”)之后,不定式 ξυνεῖναι 前使用了双重否定 μὴ οὐχὶ。这是古典希腊语的标准用法,相当于强烈的肯定:“他们绝不可能听不出来”。

  3. 6.23.32ἡμῖν δὲ τοῦ διαφυγεῖν τὴν αὐτῶν ἐνέδραν τὸ τὸν κίνδυνον ὑποστῆναι μεμπτότερον

    带冠词的不定式短语 τὸ τὸν κίνδυνον ὑποστῆναι(“承担危险”)为语法主语,述语形容词为比较级 μεμπτότερον(“更值得谴责的”),而属格不定式短语 τοῦ διαφυγεῖν τὴν αὐτῶν ἐνέδραν(“避开其伏兵”)作比较属格,语序倒置提前以示对比。

  4. 6.23.37μυώνων τε, οἳ ὄπισθέν εἰσι τῶν κνημῶν, ἑκατέρων ἐπιτυχών

    ἐπιτυχών 是支配属格的动词 ἐπιτυγχάνω(“击中”)的主动不定过去时分词,其宾语为属格 μυώνων … ἑκατέρων(“两处肌肉”)。关系从句 οἳ ὄπισθέν εἰσι τῶν κνημῶν(“在小腿后方的”)修饰 μυώνων,具体指小腿后侧的肌肉(腓肠肌)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.23.20-6.23.39