← 普罗科皮乌斯

战史

§6.23.1-6.23.19

围攻奥克西穆姆的开始与前哨交战

贝利撒留为消除进军拉文纳的后顾之忧,着手围攻奥克西穆姆与菲苏拉,并在险要的奥克西穆姆城下率主力与哥特守军展开激烈的前哨战和前线争夺。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.23.1

Βελισάριος δὲ Αὔξιμόν τε καὶ Φισούλαν ἐξελεῖν πρότερον ἤθελε, οὕτω τε ἐπί τε Οὐίττιγιν καὶ Ῥάβενναν ἰέναι, οὐδενὸς ἔτι τῶν πολεμίων οὔτε σφίσιν ἐμποδὼν ἵστασθαι δυναμένου, οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος.1

贝利撒留希望先攻克奥克西穆姆和菲苏拉,然后再向维蒂吉斯和拉文纳进军,因为这样一来,敌军便再无人能够阻挡他们的去路,也无人能够袭扰他们的后方。

§6.23.2

Κυπριανὸν μὲν οὖν καὶ Ἰουστῖνον ξὺν τοῖς ἑπομένοις καὶ Ἰσαύρων τισὶν ἐς Φισούλαν ἔπεμψε, καὶ πεντακοσίους πεζοὺς ἐκ καταλόγου οὗ Δημήτριος ἦρχεν, οἳ δὴ τοὺς ἐκείνῃ βαρβάρους ἀμφὶ τὸ φρούριον στρατοπεδευσάμενοι ἐπολιόρκουν.

于是,他派遣库普里亚努斯与查士丁率领部众及部分伊苏利亚人前往菲苏拉,并派去德米特里乌斯所统领队伍中的五百名步兵;他们在该城堡周围安营扎寨,围困当地的蛮族。

§6.23.3

Μαρτῖνον δὲ καὶ Ἰωάννην ξὺν τοῖς ἑπομένοις καὶ στρατεύματι ἄλλῳ οὗπερ Ἰωάννης ἡγεῖτο ὃν καὶ Φαγᾶν ἐκάλουν, ἀμφὶ Πάδον ποταμὸν ἔστελλεν.

他又派马丁努斯和约翰,连同其部属以及由被称为法加斯的另一位约翰所统领的另一支部队,前往帕多斯河一带。

§6.23.4

οὓς δὴ φροντίδα ἔχειν ἐκέλευεν ὅπως μὴ Οὐραΐας τε καὶ οἱ ξὺν αὐτῷ ἐκ Μεδιολάνου ἐπὶ σφᾶς ἴωσιν, ἢν δὲ τῶν πολεμίων τὴν ἔφοδον ἀποκρούεσθαι οὐχ οἷοί τε ὦσιν, ὄπισθεν αὐτοὺς λάθρα ἐπισπομένους κατὰ νώτου ἰέναι.

他命他们密切防范,以免乌莱亚斯及其所部从米兰向他们扑来;如果他们无力击退敌人的进袭,便暗中尾随其后,从背后发起袭击。

§6.23.5

καὶ οἱ μὲν πόλιν Δορθῶνα πρὸς τῷ ποταμῷ ἀτείχιστον οὖσαν καταλαβόντες, αὐτοῦ τε ἐνστρατοπεδευσάμενοι ἔμενον, αὐτὸς δὲ ἐς Αὔξιμον πόλιν χιλίους τε καὶ μυρίους ἔχων ἀφίκετο.

这些将领占领了河畔未设城墙的城市多尔通,并在那里扎营留驻;贝利撒留本人则率领一万一千人抵达奥克西穆姆城。

§6.23.6

Αὔξιμος δὲ αὕτη πρώτη μὲν τῶν ἐν Πικηνοῖς πόλεών ἐστιν, ἣν δὴ μητρόπολιν καλεῖν νενομίκασι Ῥωμαῖοι. ἀπέχει δὲ ἀκτῆς μὲν κόλπου τοῦ Ἰονίου σταδίους τέσσαράς τε καὶ ὀγδοήκοντα μάλιστα, Ῥαβέννης δὲ πόλεως ὁδὸν τριῶν ἡμερῶν καὶ σταδίους ὀγδοήκοντα.

这座奥克西穆姆是皮克努姆地区的首要城市,罗马人习惯称之为首府。它距伊奥尼亚湾海岸约八十四斯塔迪昂,距拉文纳城有三日的路程外加八十斯塔迪昂。

§6.23.7

κεῖται δὲ ἐπὶ λόφου τινὸς ὑψηλοῦ, εἴσοδον ἐν τῷ ὁμαλεῖ οὐδαμῆ ἔχουσα, καὶ ἀπ’ αὐτοῦ ἀπρόσοδος τοῖς πολεμίοις παντάπασιν οὖσα.

该城坐落于一座高丘之上,在平地上毫无通道,因此对敌军而言完全难以接近。

§6.23.8

ἐνταῦθα Γότθων εἴ τι δόκιμον ἦν, Οὐίττιγις ἐς τὴν φρουρὰν κατεστήσατο, τεκμαιρόμενος ὅτι Ῥωμαῖοι, εἰ μὴ ταύτην ἐξέλωσι πρότερον, ἐπὶ Ῥάβενναν οὔποτε στρατεύειν τολμήσωσιν.

维蒂吉斯在城中部署了哥特人中最精锐的兵力作为驻军,料定罗马人若不先攻下此城,决不敢冒险向拉文纳进军。

§6.23.9

Ἐπειδὴ δὲ ὁ Ῥωμαίων στρατὸς ἐς Αὔξιμον ἦλθεν, ἐκέλευε Βελισάριος παρὰ τοῦ λόφου τὰ ἔσχατα πάντας στρατοπεδεύεσθαι κύκλῳ.

罗马军队抵达奥克西穆姆后,贝利撒留命令所有人沿山丘下缘环形扎营。

§6.23.10

καὶ οἱ μὲν κατὰ συμμορίας γενόμενοι καλύβας ἄλλος ἄλλῃ τοῦ χωρίου ἐπήγνυντο, κατιδόντες δὲ αὐτοὺς οἱ Γότθοι μακράν που ἀπολελειμμένους ἀλλήλων καὶ σφίσιν αὐτοῖς ἐπιβοηθεῖν ἅτε ἐν μεγάλῳ πεδίῳ οὐκ εὐπετῶς ἔχοντας, ἐκ τοῦ αἰφνιδίου ἀμφὶ δείλην ὀψίαν χωροῦσιν ἐπὶ τοὺς πολεμίους, ἐς τὰ πρὸς ἕω τῆς πόλεως, ᾗ Βελισάριος στρατόπεδον ἔτι ποιούμενος ξύν τε δορυφόροις καὶ ὑπασπισταῖς τοῖς αὐτοῦ ἔτυχεν.

士兵们遂按小队分散在各处搭建茅屋;然而哥特人见他们彼此相隔甚远,且地处开阔平原难以相互支援,便在傍晚时分突然向敌人发起冲杀,直奔城东方向,当时贝利撒留正与自己的卫士及侍从在那里筑营。

§6.23.11

οἱ δὲ ἀράμενοι τὰ ὅπλα ἐκ τῶν παρόντων τοὺς ἐπιόντας ἠμύνοντο, ῥᾷστά τε αὐτοὺς ἀρετῇ ὠσάμενοι ἔτρεψαν, καὶ φεύγουσιν ἐπισπόμενοι κατὰ μέσον τοῦ λόφου ἐγίνοντο.

罗马士兵抓起手头的武器迎战来敌,凭着英勇轻而易举地击退并击溃了敌人,在追击逃敌的过程中到达了山腰。

§6.23.12

ἔνθα οἱ βάρβαροι ἐπιστραφέντες καὶ χωρίου ἰσχύϊ πιστεύοντες ἀντίοι τοῖς διώκουσιν ἔστησαν, συχνούς τε αὐτῶν ἅτε κατὰ κορυφὴν2 βάλλοντες ἔκτειναν, ἕως νὺξ ἐπιλαβοῦσα ἐκώλυσεν. οὕτω τε διαλυθέντες ἑκάτεροι τὴν νύκτα ἐκείνην ηὐλίσαντο.

蛮族在那里转过身来,依仗地势的险要迎战追兵,自高处投掷武器杀伤了许多追赶者,直至夜色降临阻止了交战。双方就这样散去,各自露营过夜。

§6.23.13

ἔτυχον δὲ τῇ προτεραίᾳ τοῦ ἔργου τούτου Γότθων τινὲς ὄρθρου βαθέος τροφῶν ξυγκομιδῆς ἕνεκα ἐς τὰ ἐκείνῃ σταλέντες χωρία.

在这场战斗的前一天,恰有一些哥特人在拂晓时分被派往附近的乡野收集粮食。

§6.23.14

οἳ δὴ οὐδὲν ἀμφὶ τῶν πολεμίων τῇ παρουσίᾳ πυθόμενοι ἐς νύκτα ἐπανῆκον. ἄφνω τε τὰ Ῥωμαίων πυρὰ κατιδόντες ἐν θαύματί τε καὶ δέει μεγάλῳ ἐγένοντο.

他们对敌人的到来一无所知,直至入夜才返回。当他们猛然看见罗马军营的篝火时,陷入了巨大的惊愕与恐惧之中。

§6.23.15

καὶ αὐτῶν πολλοὶ μὲν τὸν κίνδυνον ὑποστῆναι τολμήσαντες καὶ λαθόντες τοὺς πολεμίους ἐς Αὔξιμον ἐσῆλθον. ὅσοι δὲ κατορρωδήσαντες ἐν τῷ παραυτίκα ἐς ὕλας τινὰς σφᾶς αὐτοὺς ἔκρυψαν, ἐφ’ ᾧ ἐπὶ Ῥαβέννης χωρήσουσιν,3 οὗτοι δὴ οὐ πολλῷ ὕστερον ὑπὸ τοῖς ἐναντίοις γενόμενοι διεφθάρησαν.

他们中有许多人冒着危险,避开敌人的耳目潜入了奥克西穆姆。但那些一时心生恐惧、躲入树林打算逃往拉文纳的人,不久后便落入敌人手中被悉数歼灭。

§6.23.16

Βελισάριος δὲ κατιδὼν τὴν Αὔξιμον ἰσχυροτάτην ἐν τῷ ἀσφαλεῖ οὖσαν, παντελῶς τέ οἱ ἀμήχανα εἶναι προσβολὴν τῷ περιβόλῳ ποιήσασθαι, βίᾳ μὲν τὸ χωρίον ἑλεῖν οὐκ ἄν ποτε ᾤετο, πολιορκίᾳ δὲ ἀκριβεῖ ἔς τε ἀπορίαν τῶν ἀναγκαίων καταστήσεσθαι τοὺς πολεμίους ἐλπίδα εἶχε καὶ τῷ χρόνῳ ὑποχειρίους ποιήσασθαι.

贝利撒留见奥克西穆姆地势极其险固,自己完全无法强攻城垣,便认为绝不可能凭武力攻克该地,但他指望通过严密的围困使敌人陷入物资匮乏,并在日后将其制服。

§6.23.17

Τοῦ δὲ περιβόλου οὐ μακρὰν ἄποθεν πόαν τινὰ πολλὴν ἡ γῆ ἀνιεῖσα ξυμβολῆς ἀφορμὴν ἐς ἡμέραν ἑκάστην Ῥωμαίοις τε καὶ Γότθοις ἔφερε.

在距城墙不远处有一片土地长满了茂密的牧草,这为罗马人与哥特人之间每日的交锋提供了诱因。

§6.23.18

ταύτην γὰρ ἀποτεμνομένους ἀεὶ τῶν ἵππων ἕνεκα τοὺς ἐναντίους ὁρῶντες Ῥωμαῖοι ἔν τε τῷ λόφῳ δρόμῳ πολλῷ ἀνιόντες ἐγίνοντο καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἰόντες ἔργα τε ἀρετῆς ἄξια ἐνδεικνύμενοι, φέρεσθαι τὴν πόαν οὐδαμῆ εἴων, πολλούς τε ἀεὶ τῶν ἐναντίων ἐν τῷ χώρῳ τούτῳ διέφθειρον.

因为罗马人看到敌人总是为了马匹割取这些草,便拼命冲上山坡与敌人交手,展现出英勇的战绩,绝不容许他们把草运走,并屡屡在该地消灭大量敌兵。

§6.23.19

οἱ δὲ βάρβαροι ἀρετῇ τῶν πολεμίων ἡσσώμενοι ἐπενόουν τάδε. τῶν ἁμαξῶν τοὺς τροχοὺς ξὺν μόνοις τοῖς ἄξοσιν ἀφελόμενοι ἐν παρασκευῇ εἶχον, τέμνειν τε τὴν πόαν ἀρξάμενοι, ἐπειδὴ ἀνιόντας ἤδη ἐς τοῦ λόφου τὰ μέσα τοὺς Ῥωμαίους εἶδον, τοὺς τροχοὺς ἀφῆκαν κατὰ κορυφὴν ἐπ’ αὐτοὺς φέρεσθαι.

蛮族因在英勇上不敌对手,便想出了如下计策:他们将大车的车轮仅连同车轴一起卸下,随时待命;在开始割草之后,一见罗马人已攀登至山腰,便将车轮从高处推下,向他们直滚而去。

语法注3 条
  1. 6.23.1οὔτε τὰ ὄπισθε κακουργεῖν ἔχοντος

    ἔχοντος 为现在分词,属格独立结构,与前文的 δυναμένου 并列。动词 ἔχω 后接不定式 κακουργεῖν 是表示能力或可能性的惯用结构,意为“能够”。

  2. 6.23.12κατὰ κορυφὴν

    介词 κατά 支配宾格 κορυφήν 构成的惯用副词短语,意为“自上方”或“从头顶上”,指从高处地势向下投掷武器或推落物体。

  3. 6.23.15ἐφ’ ᾧ ἐπὶ Ῥαβέννης χωρήσουσιν

    连词 ἐφ’ ᾧ 后接将来时直陈式(χωρήσουσιν),在此处表示行动者的意图或目的(“打算前往拉文纳”),而非条件限制。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.23.1-6.23.19