- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.22.1-6.22.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米兰陷落与纳尔塞斯被召回后,贝利撒留成为独揽全权的统帅;危急之中的哥特国王维蒂吉斯遂遣使挑唆波斯王库斯老进犯,查士丁尼闻讯急于谋和,战争的第四年就此结束。
Ταῦτα μὲν δὴ ὧδέ πη ἔσχε. Βελισάριος δὲ οὔπω τι πεπυσμένος τῶν ἐν Λιγουρίᾳ ξυμπεπτωκότων, ἐπειδὴ ὁ χειμὼν ἐτελεύτα ἤδη, τῷ παντὶ στρατῷ ἐς Πικηνὸν ᾔει.
这些事情的大致情况就是如此。贝利撒留尚不知晓利古里亚所发生的一切,见冬季已近尾声,便率全军前往皮克努姆。
τά τε ἀμφὶ Μεδιολάνῳ τετυχηκότα ἐν ταύτῃ δὴ τῇ πορείᾳ μαθὼν ἐν μεγάλῳ ἐποιήσατο πένθει.
他在行军途中获悉了米兰附近的变故,陷入巨大的悲痛之中。
καὶ Οὐλίαριν μὲν ἐς ὄψιν οἱ ἐλθεῖν οὐκέτι τὸ λοιπὸν εἴασεν, ἅπαντα δὲ τὰ ξυμπεσόντα βασιλεῖ ἔγραψε.
至于乌利亚里斯,他从此不再允许其出现在自己面前,并将发生的一切上书皇帝。
βασιλεὺς δὲ τούτων μὲν ἕνεκα δεινόν τι εἰργάσατο οὐδένα, τὴν δὲ Βελισαρίου τε καὶ Ναρσοῦ διαφορὰν ἀκούσας Ναρσῆν τε αὐτίκα μεταπεμψάμενος αὐτοκράτορα παντὸς τοῦ πολέμου Βελισάριον κατεστήσατο.
然而皇帝并未因此严厉惩处任何人,只是听闻贝利撒留与纳尔塞斯不和,便立刻召回纳尔塞斯,并任命贝利撒留为整场战争的统帅。
ὧδε μὲν ἐς Βυζάντιον Ναρσῆς ἐπανῆκε, τῶν στρατιωτῶν ὀλίγους τινὰς ἄγων. Ἔρουλοι δὲ μένειν ἐν Ἰταλίᾳ Ναρσοῦ ἐνθένδε ἀναχωροῦντος οὐκέτι ἠξίουν, καίτοι Βελισαρίου πολλὰ ὑποσχομένου σφίσι πρός τε αὐτοῦ καὶ βασιλέως ἀγαθὰ μένουσιν ἔσεσθαι, ἀλλὰ συσκευασάμενοι ἅπαντες τὰ μὲν πρῶτα ἐπὶ Λιγουρίας ἀπεχώρησαν.
纳尔塞斯就这样带着少数士兵返回了拜占庭。但在纳尔塞斯离去之后,赫鲁利人便不再愿意留在意大利,尽管贝利撒留向他们许诺,若他们留下,他本人与皇帝都会赐予他们诸多恩惠;但他们还是收拾行装,全军起初撤向利古里亚。
οὗ δὴ ἐντυχόντες τῷ Οὐραΐα στρατῷ, ἀνδράποδά τε καὶ ἄλλα ζῷα ὅσα ἐπῆγον τοῖς πολεμίοις ἀπέδοντο, καὶ χρήματα πολλὰ κεκομισμένοι ἀπώμοσαν, μήποτε Γότθοις ἀντιτάξεσθαι ἢ εἰς χεῖρας ἰέναι.
他们在那里遇到了乌莱亚斯的军队,便将随身带去的所有俘虏和其他牲畜都卖给了敌人,在拿到巨额金钱后发誓绝不再与哥特人排阵对抗或交锋交手。
οὕτω τε εἰρηναίαν τὴν ἀναχώρησιν ποιησάμενοι ἐς τὰ ἐπὶ Βενετίας χωρία ἦλθον. ἐνταῦθα αὐτοῖς Βιταλίῳ ξυγγενομένοις τῶν ἐς βασιλέα Ἰουστινιανὸν ἡμαρτημένων μετέμελεν.
他们以这种和平的方式撤退,来到了威尼西亚一带。在那里与维塔利乌斯会合后,他们对自己冒犯查士丁尼皇帝的行径感到懊悔。
ἀφοσιούμενοί τε τὸ ἔγκλημα Οὐίσανδον μὲν τῶν ἀρχόντων ἕνα ξὺν τοῖς ἑπομένοις αὐτοῦ εἴασαν, οἱ δὲ λοιποὶ ἐς Βυζάντιον ἀπεκομίσθησαν ἅπαντες, Ἀλουίθ τε ἡγουμένου σφίσι καὶ Φιλιμούθ, ὅσπερ Φανιθέου τετελευτηκότος ἐν Καισήνῃ τὴν ἀρχὴν ἔσχεν.
为了洗刷罪过,他们将将领之一的维桑杜斯及其部属留在当地,其余人则由阿鲁伊特以及在凯塞纳去世的法尼特乌斯的继承者菲利穆特率领,全都返回了拜占庭。
Οὐίττιγις δὲ καὶ οἱ ξὺν αὐτῷ Γότθοι Βελισάριον ἅμα ἦρι ἀρχομένῳ ἐπὶ σφᾶς τε καὶ Ῥάβενναν ἥξειν ἀκούοντες ἐν δείματι μεγάλῳ καθίσταντο καὶ τὰ παρόντα σφίσιν ἐν βουλῇ ἐποιοῦντο· καὶ αὐτοῖς πολλὰ βουλευσαμένοις ʽοὐ γὰρ ἀξιόμαχοι τοῖς πολεμίοις κατὰ μόνας ᾤοντο εἶναἰ ἔδοξεν ἄλλων τινῶν βαρβάρων ἐπικουρίαν ἐπάγεσθαι.
与此同时,维蒂吉斯及其身边的哥特人听说贝利撒留将在初春进攻他们和拉文纳,陷入极大的恐慌,开始商议当下的局势;在反复商讨之后(因为他们自认无法单凭自身力量抗击敌人),决定借助其他蛮族的援助。
Γερμανῶν μὲν οὖν τοῦ τε δολεροῦ καὶ ἀπίστου ἤδη ἐν πείρᾳ γεγενημένοι ἀπέσχοντο, ἀγαπῶντες, ἢν μὴ καὶ αὐτοὶ ξὺν Βελισαρίῳ ἐπὶ σφᾶς ἴωσιν, ἀλλ’ ἀμφοτέροις ἐκποδὼν στήσωνται. ἐς δὲ Λαγγοβαρδῶν τὸν ἄρχοντα Οὐάκην πρέσβεις ἔπεμψαν, χρήματά τε μεγάλα προτεινόμενοι καὶ ἐς τὴν ὁμαιχμίαν παρακαλοῦντες.
至于日耳曼人,由于他们早已领教其狡诈与不信义,便不予考虑,只求日耳曼人不要与贝利撒留一同进攻他们,而是置身于双方之外。于是他们派使者前往伦巴第人的统治者瓦克斯那里,提出巨额款项并力邀其结盟。
οἳ δή, ἐπεὶ βασιλεῖ φίλον τε καὶ ξύμμαχον τὸν Οὐάκην ἔγνωσαν εἶναι, ἄπρακτοι ἀνεχώρησαν.
然而,这些使者得知瓦克斯是皇帝的朋友与盟友后,便无功而返。
Οὐίττιγις τοίνυν τοῖς παροῦσιν, ὡς τὸ εἰκός, ἀπορούμενος τῶν πρεσβυτέρων ἀεὶ ξυνεκάλει πολλούς. παρ’ ὧν δὴ συχνὰ ἐπυνθάνετο ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει.1
因此,面对眼前的局势,维蒂吉斯自然不知所措,便频繁召集许多长老。他屡屡向他们探询,自己究竟该作何筹划与行动,才能使局面有所好转。
γνῶμαι οὖν πολλαὶ πρὸς τῶν ἐς τὴν βουλὴν ξυνιόντων ἐλέγοντο, αἱ μὲν ἐπιτηδείως τοῖς παροῦσιν οὐδαμῆ ἔχουσαι, αἱ δέ τι καὶ λόγου ἄξιον φέρουσαι.
聚集在议事会中的人提出了诸多意见,其中有些完全不切实际,有些则颇具参考价值。
ἐν αἷς καὶ τόδε ἐς τὸν λόγον ἦλθεν, ὡς οὐ πρότερόν ποτε Ῥωμαίων βασιλεὺς τοῖς ἐν τῇ ἑσπερίᾳ βαρβάροις πολεμεῖν ἴσχυσε, πλήν γε δὴ ὅτε αἱ σπονδαὶ ἐς Πέρσας γεγένηνται.
在这些意见中,有人提出了这样一种看法:罗马皇帝以往从来没有力量在西方与蛮族开战,除非与波斯人缔结了休战条约。
τούς τε γὰρ Βανδίλους καὶ Μαυρουσίους τηνικαῦτα ἀπολωλέναι καὶ Γότθοις τὰ παρόντα ξυμπεπτωκέναι. ὥστε, ἤν τις καὶ νῦν Ἰουστινιανῷ αὐτοκράτορι τὸν Μήδων βασιλέα ξυγκρούῃ, οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι.2
因为汪达尔人和毛利人在那时覆灭,哥特人也陷入了眼下的困境。因此,若现在有人能促使米底国王与查士丁尼皇帝冲突,一旦该民族与罗马人开战,罗马人就绝无可能再对任何其他人进行另一场战争。
ταῦτα Οὐιττίγιδί τε αὐτῷ ἤρεσε καὶ Γότθοις τοῖς ἄλλοις. Ἔδοξεν οὖν πρέσβεις παρὰ τὸν Μήδων βασιλέα Χοσρόην στέλλεσθαι, οὐ Γότθους μέντοι, ὅπως μὴ κατάδηλοι αὐτόθεν γινόμενοι ξυγχέωσι τὰ πρασσόμενα, ἀλλὰ Ῥωμαίους, οἵπερ αὐτὸν Ἰουστινιανῷ βασιλεῖ πολέμιον καταστήσουσι.
这番话令维蒂吉斯本人和其他哥特人都深表赞同。于是他们决定派使者前往米底国王库斯老那里,但不是派哥特人——免得因身份立即暴露而败露密谋——而是派罗马人,设法让他成为查士丁尼皇帝的仇敌。
διὸ δὴ τῶν ἐν Λιγούροις ἱερέων δύο χρήμασι πολλοῖς ἐς ταύτην ἀναπείθουσι τὴν ὑπουργίαν.
为此,他们用重金收买了利古里亚的两名教士来从事这一差事。
ὧν ἅτερος μέν, ὅσπερ ἀξιώτερος ἔδοξεν εἶναι, ἐπισκόπου δόκησίν τε καὶ ὄνομα περιβεβλημένος, οὐδὲν αὐτῷ προσῆκον, ἐς τὴν πρεσβείαν καθίστατο, ὁ δὲ ἕτερος αὐτῷ ὑπηρετῶν εἵπετο.
其中一人因看似更有威仪,便披上了与其身份完全不符的主教装束和名号,出任使节,另一人则作为侍从随同前往。
γράμματά τε αὐτοῖς ἐγχειρίσας πρὸς Χοσρόην γεγραμμένα Οὐίττιγις ἔπεμψεν. οἷς δὴ Χοσρόης ἠγμένος ἀνήκεστα ἐν σπονδαῖς ἔργα Ῥωμαίους εἰργάσατο, ὥσπερ μοι ἐν τοῖς ἔμπροσθεν λόγοις ἐρρήθη.
维蒂吉斯将写给库斯老的一封信交到他们手中并打发他们启程。库斯老正是在此信的蛊惑下,正如我在前文所述,在条约有效期内对罗马人犯下了无法弥补的滔天大罪。
ταῦτα δὲ ἐπεὶ Ἰουστινιανὸς βασιλεὺς Χοσρόην τε καὶ Πέρσας βουλεύεσθαι ἤκουσε, καταλύειν μὲν τὸν ἐν τῇ ἑσπερίᾳ πόλεμον ὡς τάχιστα ἔγνω, Βελισάριον δὲ μεταπέμψασθαι ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε.3
查士丁尼皇帝听说库斯老与波斯人正在密谋此事,便决意尽快结束西方的战事,召回贝利撒留,以便命其进攻波斯人。
τοὺς μὲν οὖν Οὐιττίγιδος πρέσβεις ʽἔτι γὰρ ὄντες ἐν Βυζαντίῳ ἐτύγχανον’ αὐτίκα δὴ ἀπεπέμψατο, ἄνδρας παρ’ αὐτοῦ ἐπὶ Ῥαβέννης σταλήσεσθαι ὑποσχόμενος, οἵπερ ἐς Γότθους τὰς σπονδὰς θήσονται ὅπη ἂν ἑκατέροις ξυνοίσειν μέλλῃ.
因此,他立刻遣返了维蒂吉斯的使者(他们当时恰巧仍在拜占庭),并许诺将从自己这里派人前往拉文纳,以便按对双方皆有利的方式与哥特人订立条约。
τούτους δὲ τοὺς πρέσβεις οὐ πρότερον μεθῆκε Βελισάριος τοῖς πολεμίοις ἕως καὶ αὐτοὶ τοὺς ἀμφὶ Ἀθανάσιόν τε καὶ Πέτρον ἀφῆκαν.
然而,在他们〔哥特人〕也释放阿塔纳西乌斯和彼得鲁斯一行之前,贝利撒留始终不肯将这些使者放还给敌人。
οὓς δὴ ἐς Βυζάντιον ἀφικομένους γερῶν βασιλεὺς τῶν μεγίστων ἠξίωσεν, Ἀθανάσιον μὲν ὕπαρχον τῶν ἐν Ἰταλίᾳ πραιτωρίων καταστησάμενος, Πέτρῳ δὲ τὴν τοῦ μαγίστρου καλουμένου ἀρχὴν παρασχόμενος.
二人抵达拜占庭后,皇帝赐予他们极高的荣耀,任命阿塔纳西乌斯为意大利近卫总督,并授予彼得鲁斯所谓的行政长官之职。
καὶ ὁ χειμὼν ἔληγε καὶ τέταρτον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.
冬季结束,普罗科皮乌斯所记述的这场战争的第四年也告结束。
- 6.22.13ὅ τί ποτέ οἱ βουλευομένῳ τε καὶ πράσσοντι ἄμεινον τὰ πράγματα ἕξει
在间接疑问句中,ἄμεινον ... ἕξει 与主语 τὰ πράγματα 构成固定搭配,表示“情况会有所好转”。与格代词 οἱ 与状语分词 βουλευομένῳ τε καὶ πράσσοντι 一致,充当具有条件意味的关涉与格(“对他而言,如果他筹划并采取行动”)。
- 6.22.16οὐ μήποτε Ῥωμαῖοι, τούτου δὴ ἐκπεπολεμωμένου σφίσι τοῦ ἔθνους, πόλεμον ἄλλον διενεγκεῖν πρὸς οὐδένας ἀνθρώπων τὸ λοιπὸν ἕξουσι
οὐ μή 与将来时直陈式 ἕξουσι 连用,构成极其强烈的否定陈述(“绝不可能……”)。其后的否定词 πρὸς οὐδένας 并不构成双重否定,而是加强前面的否定意义。ἔχω 搭配不定式(διενεγκεῖν)表示“有能力/余力从事”。
- 6.22.21ἐφ’ ᾧ ἐπὶ Πέρσας στρατεύσειε
连词短语 ἐφ’ ᾧ(意为“在……条件下/以便……”)接希求法动词 στρατεύσειε,这是在过去主动词 ἔγνω 之后用于从属从句的历史时态希求法(间接引语/从属希求法),表达召回贝利撒留的意图与条件。
