- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.21.29-6.21.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在被围困的梅迪奥拉努姆,穆恩迪拉斯呼吁将士发起死战突围以救市民,但遭到将士拒绝;守军降伏后,哥特军将全城彻底摧毁,并大肆屠杀和奴役居民。
ὡς δὲ οἱ πολέμιοι Μουνδίλᾳ τε καὶ τοῖς στρατιώταις τὰ πιστὰ ἔδοσαν, θυμῷ τε πολλῷ ἐς Λιγούρους ἐχόμενοι ἅπαντας ἀπολοῦντες ἔνδηλοι ἦσαν, συγκαλέσας Μουνδίλας τοὺς στρατιώτας ἅπαντας ἔλεξε τοιάδε· “Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο1 σωτηρίας τῆς παραυτίκα τὴν εὐπρεπῆ τοῦ βίου καταστροφὴν ἀλλαξάμενοι, τοιούτους δή τινας ἐν τῷ παρόντι βουλοίμην ἂν καὶ ὑμᾶς εἶναι καὶ μὴ τῷ φιλοψύχῳ τὸν μετὰ τῆς αἰσχύνης βίον διώκειν, καὶ ταῦτα ἀπὸ τῆς Βελισαρίου διδασκαλίας, ἧς ἐκ παλαιοῦ μετασχοῦσιν ὑμῖν μὴ οὐχὶ γενναίοις τε καὶ λίαν εὐτόλμοις εἶναι οὐχ ὅσιον.
然而,虽然敌人向穆恩迪拉斯及将士们作出了保证,但由于对利古里亚人怀有极大忿怒,显然决意将他们斩尽杀绝;穆恩迪拉斯遂召集全体将士,发表了如下讲话: “如果以往曾有任何人,在尚能苟且偷生之时,宁愿选择光荣赴死,以暂时的苟安换取生命体面的终结,那么我正希望你们在此刻亦成为这样的人,切莫因贪生而追求伴随耻辱的苟存,尤其是你们长期领受贝利萨留的教诲,既然早已有幸分沾其风范,不表现得高尚且英勇绝伦便是不义。
τοῖς μὲν γὰρ εἰς φῶς ἥκουσι μία τις ἅπασι προέρχεται τύχη, τοῖς καθήκουσι τεθνήξεσθαι χρόνοις· τρόπῳ δὲ τῆς τελευτῆς ἄνθρωποι ἀλλήλων ὡς τὰ πολλὰ διαλλάσσουσι.
因为对所有降生人世者而言,都注定有同一命运:在既定的时刻归于死亡;然而人们在很大程度上因其结局的方式而彼此各异。
διαφέρει δέ, ὅτι ἄνανδροι μέν, ὡς τὸ εἰκός, ἅπαντες ὕβριν τε καὶ γέλωτα ὀφείλοντες τοῖς ἐχθροῖς πρότερον, εἶτα τοῖς ἄνωθεν διωρισμένοις καιροῖς οὐδὲν ἧσσον ἀναπιμπλᾶσι τὴν πεπρωμένην, γενναίοις δὲ ἀνδράσι ξύν τε τῇ ἀρετῇ καὶ δόξης ἀγαθῆς περιουσίᾳ τοῦτο ξυμβαίνει πάσχειν.
其差异在于:所有懦夫理所当然地首先要蒙受敌人的凌辱与嘲笑,随后在天命所定的时刻同样去承受注定的宿命;而高贵之士遭遇此等命运,则伴随着美德与盛大的令名。
ἄνευ δὲ τούτων εἰ μὲν ἀνθρώπους τούσδε ξυνδιασώζουσιν ἡμῖν δουλεύειν τοῖς βαρβάροις παρῆν, ἔφερεν ἂν τοῦτο γοῦν τινα τῆς αἰσχρᾶς ταύτης ἡμῖν σωτηρίας συγγνώμην.
除这些以外,倘若我们臣服于蛮族尚能一同保全此地的人民,这至少还能为我们这般可耻的求生带来某种托辞。
ἢν δέ γε Ῥωμαίους τοσούτους τὸ πλῆθος ἐπιδεῖν ἀνάγκη ταῖς τῶν πολεμίων διαφθειρομένους χερσίν, ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται.2
但若注定要坐视如此众多的罗马人惨死于敌手,这将比任何人所能言及的死亡更为痛苦。
οὐ γὰρ ἄλλο οὐδὲν ἢ τοῖς βαρβάροις ξυγκατεργάζεσθαι τὸ δεινὸν δόξαιμεν. ἕως οὖν ἔτι ἐσμὲν ἡμῶν αὐτῶν κύριοι ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι,3 εὔδοξον τὴν προσπεσοῦσαν θώμεθα τύχην.
因为世人必将认为我们无异于在协助蛮族犯下这等惨无人道的罪行。因此,趁着我们尚能掌控自身、以美德来妆点必然命运之际,让我们使降临自身的命运化为荣耀吧。
φημὶ δὲ χρῆναι ὡς ἄριστα ἐξοπλισαμένους ἡμᾶς ἅπαντας ἐπὶ τοὺς πολεμίους οὐ προσδεχομένους χωρεῖν.
我说,我们全体应当尽最大可能整备武装,向毫无防备的敌人发起冲锋。
δυοῖν γὰρ ἡμῖν περιέσται θάτερον· ἢ τὴν τύχην ἐφ’ ἡμῖν εἰργάσθαι τι κρεῖσσον ἐλπίδος ἢ τελευτῆς τετυχηκότας εὐδαίμονος εὐκλεῶς μάλιστα τῶν παρόντων ἀπηλλάχθαι κακῶν.”
因为摆在我们面前的必是二者居其一:要么命运为我们带来超乎预期的转机,要么我们获得幸福的终结,从而在极大的荣耀中彻底摆脱当下的灾难。”
Μουνδίλας μὲν τοσαῦτα εἶπε, τῶν δὲ στρατιωτῶν ὑποστῆναι τὸν κίνδυνον οὐδεὶς ἤθελεν, ἀλλ’ ἐφ’ οἷς παρεκάλουν οἱ πολέμιοι σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ἐνέδοσαν.
穆恩迪拉斯言尽于此,但将士中无一人愿冒此险,而是按照敌人所提的条件,献出了自身与整座城市。
καὶ αὐτοὺς μὲν οἱ βάρβαροι οὐδὲν ἄχαρι ἐργασάμενοι ἐν φυλακῇ ξὺν Μουνδίλᾳ εἶχον, τὴν δὲ πόλιν ἐς ἔδαφος καθεῖλον, ἄνδρας μὲν κτείναντες ἡβηδὸν ἅπαντας οὐχ ἧσσον ἢ μυριάδας τριάκοντα, γυναῖκας δὲ ἐν ἀνδραπόδων ποιησάμενοι λόγῳ, αἷς δὴ Βουργουζίωνας δεδώρηνται χάριν αὐτοῖς τῆς ξυμμαχίας ἐκτίνοντες.
蛮族人并未加害他们,而是将他们与穆恩迪拉斯一同囚禁,却将该城彻底夷为平地,屠尽了城中所有成年男子,人数不下三十万;并把妇女充作奴隶,赏赐给勃艮第人,以此偿报其结盟之情。
Ῥεπάρατον δὲ εὑρόντες τὸν τῆς αὐλῆς ἔπαρχον, ἔκοψάν τε κατὰ βραχὺ καὶ αὐτοῦ τὰ κρέα τοῖς κυσὶν ἔρριψαν.
他们搜捕到宫廷长官雷帕拉图斯,将他碎尸万段,把尸肉扔去喂狗。
Βηργεντῖνος δὲ (καὶ γὰρ ἐντὸς ὢν Μεδιολάνου ἔτυχε) διὰ τε Βενετίων καὶ τῶν ταύτῃ ἐθνῶν ξὺν τοῖς ἑπομένοις ἐς Δαλματίαν κομίζεται. καὶ παρὰ βασιλέα ἐνθένδε ἦλθε, πάθος ἀγγέλλων μέγα τοῦτο ὃ Ῥωμαίοις ξυνέπεσε γενέσθαι.
然而韦尔根提努斯(因他恰好在梅迪奥拉努姆城内)率随从途经威尼提亚及当地诸部族之地逃至达尔马提亚。他由此前往皇帝驾前,禀报了降临在罗马人身上的这场大祸。
καὶ ἀπ’ αὐτοῦ οἱ Γότθοι πόλεις τε τὰς ἄλλας ὁμολογίᾳ εἷλον αἳ Ῥωμαίων ἔτυχον φρουρὰς ἔχουσαι, καὶ Λιγουρίας αὖθις ὅλης ἐκράτησαν. Μαρτῖνος δὲ καὶ Οὐλίαρις ξὺν τῷ στρατῷ ἐπὶ Ῥώμης ἀνέστρεφον.
自此之后,哥特人亦通过受降拿下了驻有罗马守军的其他诸城,再次完全控制了利古里亚全境。而马尔提努斯与乌利亚里斯则率军撤回罗马。
- 6.21.30Εἴ τινες καὶ ἄλλοι πώποτε, παρὸν αἰσχρῶς βιῶναι, οἱ δὲ μᾶλλον εὐκλεῶς ἀποθανεῖν εἵλοντο
在条件从句 εἴ τινες ... 中,主语被复指兼对比性的 οἱ δέ 重新接引。παρόν 是非人称动词 πάρεστι 的绝对宾格,带有让步意味(“尽管本可以可耻地偷生”),而 οἱ δέ 则以此为对照强化主干谓语(“他们却宁愿选择光荣赴死”)。
- 6.21.34ὅτου τις ἂν εἴποι τοῦτο θανάτου πικρότερον ἔσται
此为比较级 πικρότερον 所要求的比较属格 θανάτου 与关系从句 ὅτου τις ἂν εἴποι 紧密融合的紧缩倒装句。规范语序为 τοῦτο ἔσται πικρότερον θανάτου, ὅτου (= οὑτινοσοῦν) τις ἂν εἴποι,意即“这将比任何人所能道出的任何死亡更加痛苦”。
- 6.21.35ἀρετῇ τὴν ἀνάγκην κοσμήσασθαι
不定词 κοσμήσασθαι 依附并补充前面的词组 ἡμῶν αὐτῶν κύριοι(“掌握自身的主人”),界定了掌握自身权力的范畴(即“能够以美德来妆点必然”)。它构成了带有格言色彩的修辞,意为用崇高的德行去升华无法逃避的死亡命运。
