- 底本
- Procopius. Vols. 1-5. Dewing, Henry Bronson, editor. London: William Heinemann; New York: The Macmillan Co., G.P. Putnam's Sons, 1914-28.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.21.14-6.21.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
应马尔提努斯之求,贝利萨留命将领增援,但将领们以未奉纳尔塞斯指令为由拒绝行动,导致宝贵的救援时间被延误。久困的梅迪奥拉努姆爆发惨绝人寰的饥荒,最终开启投降谈判。
ἀλλὰ κέλευε Ἰωάννην τε καὶ Ἰουστῖνον ὡς τάχιστα ʽἐν γειτόνων γὰρ ἡμῖν ἐν Αἰμιλίων τῇ χώρᾳ εἰσίν’1 ὁμοῦ τοῖς ἑπομένοις κινδύνου ἡμῖν τοῦδε ξυνάρασθαι.
还请尽快命令约翰与查士丁(因为他们就在邻近的埃米利亚地区)率其部属与我们同担此险。
κοινῇ γὰρ ἐνθένδε ἰόντες αὐτοί τε σῶοι εἶναι καὶ δρᾶν τι κακὸν δυνησόμεθα τοὺς πολεμίους.” Μαρτίνου μὲν ἡ ἐπιστολὴ τοσαῦτα ἐδήλου. Βελισάριος δέ, ἐπεὶ αὐτὴν ἀνελέξατο, Ἰωάννην τε καὶ Ἰουστῖνον ἐκέλευε ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἐς Μεδιόλανον κατὰ τάχος ἰέναι. οἱ δὲ πράξειν οὐδὲν ἔφασκον, ὅ τι μὴ Ναρσῆς ἐπιστέλλοι σφίσι.
若从此处共同出击,我们自身既能得保平安,亦能重创敌人。”马尔提努斯的信件大致说明了这些意思。贝利萨留读完信后,命令约翰与查士丁率部迅速与马尔提努斯会合,前往梅迪奥拉努姆。然而他们却宣称,凡不是纳尔塞斯指示他们的,他们一概不做。
διὸ δὴ καὶ Ναρσῇ Βελισάριος ἔγραψε τάδε· “Ἓν σῶμα εἶναι πᾶσαν τὴν βασιλέως στρατιὰν νόμιζε, ἣν δὴ ἢν μὴ γνώμην ἐνδείκνυσθαι μίαν ὥσπερ ἀνθρώπου τὰ μέλη ξυμβαίνει, ἀλλά τι ἀλλήλων χωρὶς ἐνεργεῖν βούλεσθαι, λελείψεται ἡμῖν τῶν δεόντων οὐδὲν διαπεπραγμένοις ἀπολωλέναι.2
因此贝利萨留亦致信纳尔塞斯道:“请您明白,皇帝的整个军队乃是一个整体,若它不能像人的肢体那样表现出同一意志,反而意图彼此分道扬镳、自行其事,那么其结果只能是我们在未竟任何要务之前便走向灭亡。
οὐκοῦν Αἰμιλίαν μὲν ἔα, οὔτε τι ὀχύρωμα ἔχουσαν οὔτε τινὰ Ῥωμαίοις ἔν γε τῷ παρόντι καιρῷ ῥοπὴν φέρουσαν.
因此,且由得埃米利亚去吧,因为它既无险要据点,在当前紧要关头亦未能给罗马人带来任何决定性的转机。
σὺ δὲ Ἰωάννην τε καὶ Ἰουστῖνον κέλευε αὐτίκα δὴ μάλα εὐθὺ τῶν ἐν Μεδιολάνῳ πολεμίων ξὺν τοῖς ἀμφὶ Μαρτῖνον ἰέναι, ἐγγύς τε ὄντας καὶ πρὸς τῶν βαρβάρων τὴν ἐπικράτησιν ἱκανῶς ἔχοντας.
您应命令约翰与查士丁立即率部同马尔提努斯的人马径直杀向梅迪奥拉努姆的敌军,因为他们近在咫尺,且足有能力克制蛮族。
ἐμοὶ γὰρ ἐνταῦθα στρατιᾶς πλῆθος, ὅπερ ἂν καὶ στέλλοιμι, οὐκ εἶναι ξυμβαίνει, ἄλλως τε καὶ στρατιώτας ἐς Μεδιόλανον ἐνθένδε ἰέναι ἀξύμφορον οἴομαι εἶναι.
盖因我在此处并无充裕兵力可供遣派,况且我认为士兵自此地跋涉前往梅迪奥拉努姆亦属不利。
χρόνου τε γὰρ τετρίψεται πλῆθος, ὥστε ὀπίσω τοῦ δέοντος καιροῦ ἐς αὐτὴν ἥξουσι, καὶ τοῖς ἵπποις ἐπὶ τοῖς πολεμίοις χρῆσθαι διὰ μῆκος ὁδοῦ, ἡνίκα ἐς ἐκείνους ἀφίκωνται, οὐδαμῶς ἕξουσιν.
盖因将耗费大量时间,以致到达该城时早已坐失良机;且由于路途遥远,待他们抵达敌军之处时,亦将完全无法使用马匹对付敌军。
ἢν δέ γε ξύν τε Μαρτίνῳ καὶ Οὐλίαρι οἱ ἄνδρες οὗτοι ἐς Μεδιόλανον ἴωσι, κρατήσουσί τε, ὡς τὸ εἰκός, τῶν ταύτῃ βαρβάρων, καὶ τὴν Αἰμιλίαν καταλήψονται αὖθις, οὐδενὸς ἔτι ἀντιστατοῦντος.”
然而,若这些人与马尔提努斯和乌利亚里斯一同前往梅迪奥拉努姆,极有可能会平定当地蛮族,并在不再有人抵抗的情形下再次收复埃米利亚。”
ταῦτα ἐπεὶ Ναρσῆς ἀπενεχθέντα εἶδε τὰ γράμματα, αὐτὸς μὲν Ἰωάννῃ τε καὶ Ἰουστίνῳ ἐπέστελλεν ἐς Μεδιόλανον ξὺν τῷ ἄλλῳ στρατῷ ἰέναι.
纳尔塞斯收到并过目这封信后,便亲自指令约翰与查士丁率其余军队开赴梅迪奥拉努姆。
ὀλίγῳ δὲ ὕστερον Ἰωάννης μὲν ἐς τὴν παραλίαν ἐστάλη, ὅπως ἀκάτους ἐνθένδε κομίζοι, οὕτω τε διαβαίνειν τὸν ποταμὸν ὁ στρατὸς δύνηται. ἀλλὰ νόσος αὐτῷ ξυμβᾶσα τὰ πρασσόμενα διεκώλυσεν.
不久之后,约翰被派往海滨以运来小船,使大军得以借此渡河。然而他突发疾病,使正在推行的行动受阻。
Ἐν ᾧ δὲ οἵ τε ἀμφὶ Μαρτῖνον τῇ ἐς τὴν διάβασιν ὀκνήσει ἐχρῶντο καὶ οἱ ἀμφὶ τὸν Ἰωάννην τὰς Ναρσοῦ ἐντολὰς ἔμενον, ἐν τούτῳ χρόνου δαπανᾶσθαι πολύ τι χρῆμα τῇ πολιορκίᾳ τετύχηκεν.
在马尔提努斯部众迟疑不肯渡河、约翰部众等待纳尔塞斯训令之际,包围战耗费了极多光阴。
οἱ δὲ πολιορκούμενοι ἤδη ἐς ἄγαν τῷ λιμῷ πιεζόμενοι καὶ τοῦ κακοῦ ὑπερβιαζομένου κυνῶν τε καὶ μυῶν οἱ πλεῖστοι ἐγεύσαντο καὶ ζῴων ἄλλων ὅσα ἐς βρῶσιν ἀνθρώπου οὔποτε ἦλθον.
被围困者此时已饱受极度饥荒之苦,随着祸患日益加剧,大多数人甚至以狗、鼠以及其他从未入过人类食物之列的动物为食。
οἱ μὲν οὖν βάρβαροι πρέσβεις παρὰ Μουνδίλαν πέμψαντες ἐνδοῦναι σφίσι τὴν πόλιν ἐκέλευον, ἐφ’ ᾧ ἀπαθεῖς αὐτός τε καὶ οἱ στρατιῶται κακῶν μείνωσιν.3
于是蛮族派遣使者晋见穆恩迪拉斯,要求他献出城市,条件是他本人及将士均得免遭祸害。
ὁ δὲ ταῦτα ὡμολόγησε πράξειν, ἢν ἐκεῖνοι ὑπέρ τε αὐτῶν τὰ πιστὰ δώσουσι καὶ ὡς οὐδὲν ἄχαρι ἐς τῶν οἰκητόρων τινὰ δράσουσιν.
穆恩迪拉斯同意照此办理,但前提是蛮族须为他们提供担保,并承诺不对任何居民施加任何残害之举。
- 6.21.14ἐν γειτόνων γὰρ ἡμῖν ἐν Αἰμιλίων τῇ χώρᾳ εἰσίν
短语 ἐν γειτόνων 为固定俗语表达,意为“邻近”、“在近旁”,后接与格 ἡμῖν 表示“与我们相近”。ἐν Αἰμιλίων τῇ χώρᾳ 进一步说明地点(“在埃米利亚人的地域”)。
- 6.21.17λελείψεται ἡμῖν τῶν δεόντων οὐδὲν διαπεπραγμένοις ἀπολωλέναι
λελείψεται 为动词 λείπω 的将来完成时中动态/被动态,在此作无人称用法,意为“将只剩下……”。其实质主语是不定词 ἀπολωλέναι。与格短语 ἡμῖν ... διαπεπραγμένοις 作为不定词的逻辑主语及修饰分词,表示“在我们未竟任何应行事务的情形下灭亡”。
- 6.21.27ἐφ’ ᾧ ἀπαθεῖς αὐτός τε καὶ οἱ στρατιῶται κακῶν μείνωσιν
ἐφ’ ᾧ 接虚拟式 μείνωσιν,引导表示协定条件的从句(“以……为条件”)。属格 κακῶν 受到形容词 ἀπαθεῖς 的支配,属于表示分离的属格(“免遭祸害”)。
