← 普罗科皮乌斯

战史

§6.21.1-6.21.13

米兰援军停滞帕杜斯河与保卢斯的催促

贝利萨留派遣马尔提努斯等人解梅迪奥拉努姆之围,但他们在帕杜斯河畔犹豫不前;尽管信使保卢斯潜出重围严词督促,诸将依然迁延不进,并致信贝利萨留声称敌军势大难敌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.21.1

Βελισάριος δὲ ἐπειδὴ Οὐραΐαν τε καὶ τοὺς βαρβάρους Μεδιόλανον πολιορκεῖν ἤκουσε, Μαρτῖνόν τε καὶ Οὐλίαριν ξὺν πολλῷ στρατῷ ἐπ’ αὐτοὺς ἔπεμψεν.

贝利萨留闻悉乌拉亚斯与蛮族正围攻梅迪奥拉努姆,便派遣马尔提努斯与乌利亚里斯率大军前往讨伐。

§6.21.2

οἱ δὲ ἀφικόμενοι ἐς ποταμὸν Πάδον, ὃς Μεδιολάνου ἀπέχει ἡμέρας ὁδόν, ἐνστρατοπεδευσάμενοι αὐτοῦ ἔμενον. χρόνος τε σφίσι πολὺς ἐνταῦθα ἐτρίβη, ἀμφὶ τῇ διαβάσει τοῦ ποταμοῦ βουλὴν ἔχουσιν.

他们进抵距梅迪奥拉努姆一日行程的帕杜斯河,在那里安营扎寨并停留下来。他们在那里商讨渡河事宜,耗费了许多时间。

§6.21.3

ὅπερ ἐπεὶ Μουνδίλας ἤκουσε, τῶν τινα Ῥωμαίων, Παῦλον ὄνομα, παρ’ αὐτοὺς ἔπεμψεν.

穆恩迪拉斯得知此事后,派遣了一名名叫保卢斯的罗马人前往他们那里。

§6.21.4

ὁ δὲ λαθὼν μὲν τοὺς πολεμίους ἐς τοῦ Πάδου τὴν ὄχθην ἦλθεν. ὁλκάδος δὲ οὐδεμιᾶς ἐν τῷ παραυτίκα ἐπιτυχὼν ἀπεδύσατό τε καὶ νηχόμενος ξὺν μεγάλῳ κινδύνῳ τὴν διάβασιν ἐποιήσατο.

保卢斯避开敌人耳目来到帕杜斯河岸。但当时找不到任何船只,他便脱去衣物,冒着巨大的危险泅水渡过了河。

§6.21.5

κομισθεὶς οὖν ἐς τὸ Ῥωμαίων στρατόπεδον καὶ παρὰ τοὺς ἡγουμένους ἥκων ἔλεξε τοιάδε· “Μαρτῖνέ τε καὶ Οὐλίαρι, οὐ δίκαια ποιεῖτε οὐδὲ δόξης τῆς ὑμῶν αὐτῶν ἄξια, λόγῳ μὲν ἐπὶ σωτηρίᾳ τῶν βασιλέως πραγμάτων ἥκοντες, ἔργῳ δὲ τὴν Γότθων δύναμιν αὔξοντες.

他来到罗马军营,晋见指挥官们,进言道:“马尔提努斯与乌利亚里斯,你们所行之事既不合公义,亦有损你们自身的声誉;你们名义上是为保全皇帝的事业而来,实际上却在壮大哥特人的力量。

§6.21.6

Μεδιόλανος γὰρ ἥδε, πόλεων τῶν ἐν Ἰταλίᾳ πασῶν μάλιστα μεγέθει τε καὶ πολυανθρωπίᾳ καὶ τῇ ἄλλῃ εὐδαιμονίᾳ παρὰ πολὺ προὔχουσα, χωρὶς δὲ τούτων πρός τε Γερμανοὺς καὶ τοὺς ἄλλους βαρβάρους ἐπιτείχισμά τε οὖσα καὶ πάσης, ὡς εἰπεῖν, προβεβλημένη τῆς Ῥωμαίων ἀρχῆς, ἐς κίνδυνόν τινα ἐμπέπτωκε μέγαν ξύν τε Μουνδίλᾳ καὶ τῷ βασιλέως στρατῷ, παρὰ μὲν τῶν πολεμίων ἐνοχλουμένη, παρὰ δὲ ὑμῶν ἀμελουμένη.

因为这座梅迪奥拉努姆在意大利所有城市中,规模之大、人口之众以及其余之繁华皆远远居于首位,此外更兼为抵御日耳曼人及其他蛮族的前哨要塞,可以说是整个罗马帝国前沿的盾牌;如今它却与穆恩迪拉斯及皇帝的军队一同陷入巨大的危机之中,既受敌人的困扰,又遭你们的忽视。

§6.21.7

ἡλίκα μὲν οὖν ἠδίκηται βασιλεὺς παρ’ ὑμῶν ἐν τῷ παρόντι, λέγειν ἀφίημι. οὐ γάρ μοι πλείοσι λόγοις ὁ καιρὸς ἐνδίδωσι χρῆσθαι, ὀξεῖάν τινα τῇ πόλει τὴν ἐπικουρίαν ἐπιζητῶν, ἕως ἔτι λείπεταί τις ἐλπίς.

至于目下皇帝受了你们多么深重的亏负,我且按下不表;因为时势趁着尚存一线希望之时寻求对该城刻不容缓的救援,并不容许我费尽唇舌。

§6.21.8

ὑμᾶς δέ φημι χρῆναι αὐτίκα δὴ μάλα κινδυνεύουσι Μεδιολανίταις ἀμύνειν. ἢν γάρ τινι μελλήσει ἔν γε τῷ παρόντι ἐς ἡμᾶς χρῆσθε, ἡμῖν μὲν τὰ πάντων πικρότατα πεπονθόσιν ἀπολωλέναι ξυμβήσεται, ὑμῖν δὲ τὸ τοῖς πολεμίοις τὴν βασιλέως προέσθαι δύναμιν.

我认为你们应当立即出兵救援处于危难之中的梅迪奥拉努姆人。因为眼下倘若你们对我们稍有迟疑拖延,结果将是我们遭受人间最为惨烈之痛而覆灭,而你们则是将皇帝的力量拱手送给敌人。

§6.21.9

προδόται γάρ, οἶμαι, καλεῖσθαί εἰσι δίκαιοι1 οὐχ οἳ ἂν τὰς πύλας τοῖς ἐναντίοις ἀνακλίνοιεν μόνον, ἀλλ’ οὐδέν τι ἧσσον, εἰ μὴ καὶ μᾶλλον, οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ2 τὴν ἀκίνδυνον ὄκνησιν πρὸ τῆς ἀγωνίας ἑλόμενοι, τὴν ἐκείνων, ὡς τὸ εἰκός, ἐπικράτησιν τοῖς πολεμίοις δεδώκασι.”

因为我认为,理应被称为叛徒的,绝不仅仅是那些向敌军敞开城门之人;那些在最亲密之人受围困时本可施以援手,却宁取毫无危险的怠惰而不肯奋战,从而理所当然地将对受困者的统治权让与敌人之人,也丝毫不亚于前者,甚至犹有过之。”

§6.21.10

Παῦλος μὲν τοσαῦτα εἶπε, Μαρτῖνος δὲ καὶ Οὐλίαρις ἕψεσθαί οἱ αὐτίκα δὴ μάλα ἐπαγγειλάμενοι τὸν ἄνθρωπον ἀπεπέμψαντο.

保卢斯说完这些话,马尔提努斯与乌利亚里斯许诺会立即紧随其后,便将他打发回去了。

§6.21.11

ὃς δὴ καὶ αὖθις τοὺς βαρβάρους λαθὼν ἐς Μεδιόλανον νύκτωρ εἰσῆλθε, τούς τε στρατιώτας καὶ Ῥωμαίους ἅπαντας ἐλπίσιν ἐπάρας ἔτι μᾶλλον ἐς τὴν βασιλέως πίστιν ἐπέρρωσεν.

保卢斯再次避开蛮族耳目,趁夜潜入梅迪奥拉努姆,以希望振奋了将士与所有罗马人的士气,使他们对皇帝的效忠更加坚定。

§6.21.12

Οὐδέν τι δὲ ἧσσον οἱ ἀμφὶ Μαρτῖνον ὄκνῳ ἐχόμενοι αὐτοῦ ἔμενον, χρόνος τε πολὺς ταύτῃ δὴ τῇ μελλήσει ἐτρίβετο.

尽管如此,马尔提努斯等人依然为退缩所困,滞留原地,大把光阴便在这般拖延中消耗殆尽。

§6.21.13

μετὰ δὲ Μαρτῖνος ἀπολύεσθαι τὴν αἰτίαν ἐθέλων Βελισαρίῳ ἔγραψε τάδε· “Ἔπεμψας ἡμᾶς ὧδε τοῖς ἐν Μεδιολάνῳ κινδυνεύουσιν ἐπαμυνοῦντας, καὶ ἡμεῖς πολλῇ σπουδῇ, ὥσπερ σὺ ἐκέλευες, ἄχρι ἐς Πάδον ποταμὸν ἥκομεν, ὃν διαβαίνειν ὁ στρατὸς δέδοικεν, ἐπεὶ δύναμίν τε Γότθων μεγάλην καὶ Βουργουζιώνων πάμπολύ τι ξὺν αὐτοῖς πλῆθος ἐν Λιγούροις εἶναι ἀκούομεν, πρὸς οὕς γε ἡμεῖς διαμάχεσθαι μόνοι οὐχ οἷοί τε οἰόμεθα εἶναι.

此后,马尔提努斯企图推卸责任,给贝利萨留写了如下信件:“您派我们到此救援梅迪奥拉努姆受难之人,我们正如您所命令的那样,极尽神速进抵帕杜斯河;但大军却畏惧渡河,因我们听闻利古里亚有大批哥特军队,且有极多的勃艮第人随其同行,我们认为单凭我们自己根本无力与他们抗衡。”

语法注2 条
  1. 6.21.9προδόται γάρ, οἶμαι, καλεῖσθαί εἰσι δίκαιοι

    属于“δίκαιός εἰμι + 不定式”的人称句式(相当于非人称句式 δίκαιόν ἐστι 搭配对格不定式),意为“应当被称作……”或“理应被称作……”。其逻辑主语由后文由 οἳ ἄν 引导的包含先行词的关系分句充当。

  2. 6.21.9οἳ ἂν πολιορκουμένοις παρὸν τοῖς φιλτάτοις ἀμύνειν, οἱ δὲ

    这是一种破格句式(anacoluthon)。在 οἳ ἄν 引导的关系分句中,插入了由非人称动词 πάρεστι 的分词构成的对格绝对句(παρὸν... ἀμύνειν,“虽然本有可能施救”),随后分句的主语由 οἱ δέ 进行了复指重述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.21.1-6.21.13