← 普罗科皮乌斯

战史

§6.20.16-6.20.33

意大利诸行省的特大饥荒与惨状

由于作物绝收,埃米利亚、图斯坎和皮凯努姆等地遭受了空前惨烈的饥荒;普罗科匹乌斯以目击者的身份详细记述了饥民的病理症状、饥死与骤食而亡、食人惨剧以及尸横遍野却连鸟类都不屑啄食的悲惨景象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.20.16

ἐπεὶ γὰρ ἐν ταῖς αὔλαξιν οὐκ ἀρότροις οὐδὲ χερσὶν ἀνθρώπων ἐκέκρυπτο, ἀλλ’ ἐπιπολῆς κείμενος ἔτυχε, μοῖραν αὐτοῦ τινα ὀλίγην ἡ γῆ ἐνεργεῖν ἴσχυεν.

盖因谷物既未曾借由铁犁亦未曾借由人力埋入犁沟,而是碰巧散落在地表,大地仅能促成其中极少的一部分生长。

§6.20.17

οὐδενός τε αὐτὸν ἔτι ἀμήσαντος, πόρρω ἀκμῆς ἐλθὼν αὖθις ἔπεσε καὶ οὐδὲν τὸ λοιπὸν ἐνθένδε ἐφύη. ταὐτὸ δὲ τοῦτο καὶ ἐν τῇ Αἰμιλίᾳ ξυμπεπτωκὸς ἔτυχε.

由于再无人去收割,谷物一旦过了成熟的高峰期便再度倒伏,此后那里再未长出任何东西。而这完全相同的情形碰巧也发生在埃米利亚。

§6.20.18

διὸ ἐκλιπόντες τὰ οἰκεῖα οἱ ταύτῃ ἄνθρωποι ἐς Πικηνὸν ἦλθον. οὐκ ἂν οἰόμενοι1 τὰ ἐκείνῃ χωρία διὰ τὸ ἐπιθαλάττια εἶναι παντάπασι τῇ ἀπορίᾳ πιέζεσθαι.

因此,该地的居民舍弃了家园前往皮凯努姆,以为那里的各处地方因临海之故,不致完全被匮乏所压迫。

§6.20.19

καὶ Τούσκων δὲ οὐδέν τι ἧσσον ἐξ αἰτίας τῆς αὐτῆς ὁ λιμὸς ἥψατο, ἀλλ’ αὐτῶν ὅσοι ἐν τοῖς ὄρεσιν ᾤκηντο, τῶν δρυῶν τὰς βαλάνους ἀλοῦντες, ὥσπερ τὸν σῖτον, ἄρτους τε ἀπ’ αὐτῶν ποιούμενοι ἤσθιον.

因着同样的原因,饥荒同样袭击了图斯坎人;但凡居住在山中的人,都把橡树的橡实磨碎,如同磨谷物一般,将其制成面包食用。

§6.20.20

καὶ νόσοις μὲν παντοδαπαῖς, ὡς τὸ εἰκός, οἱ πλεῖστοι ἡλίσκοντο, ἔνιοι δὲ καὶ περιγενόμενοι διεσώζοντο. ἐν Πικηνῷ μέντοι λέγονται Ῥωμαῖοι γεωργοὶ οὐχ ἥσσους ἢ πέντε μυριάδες λαοῦ λιμῷ ἀπολωλέναι, καὶ πολλῷ ἔτι πλείους ἐκτὸς κόλπου τοῦ Ἰονίου.

大多数人理所当然地罹患了各种疾病,但亦有些人挺过来而得以保全。然而据说在皮凯努姆,不少于五万罗马农夫死于饥荒,而在爱奥尼亚湾以北丧生的人则更为众多。

§6.20.22

Ὁποῖοι δὲ τὸ εἶδος ἐγίνοντο καὶ ὅτῳ τρόπῳ ἔθνησκον αὐτὸς θεασάμενος ἐρῶν ἔρχομαι.

至于他们变成了何等样貌,又以何种方式死去,我将以亲眼目睹者的身份道来。

§6.20.23

ἰσχνοὶ μὲν καὶ ὠχροὶ ἐγίνοντο πάντες· ἥ τε γὰρ σὰρξ ἀποροῦσα τροφῆς κατά γε τὸν παλαιὸν λόγον ἑαυτῆς ἥπτετο, καὶ ἡ χολὴ τῷ περιόντι τὸ κράτος τῶν σωμάτων ἤδη ἔχουσα οἰκείαν τινὰ εἰκασίαν ἐς ταῦτα ἠφίει.

所有人都变得干瘪苍白;盖因肉体缺乏养分,正如古谚所言开始消耗自身,而胆汁因过剩之故已掌握了对身躯的统治权,将它特有的色泽投射于躯体之上。

§6.20.24

προϊόντος δὲ τοῦ κακοῦ, πᾶσά τε αὐτοὺς ἰκμὰς ἐπελελοίπει καὶ τὸ δέρμα λίαν ἀπεσκληκὸς βύρσῃ μάλιστα ἐμφερὲς ἦν, δόκησιν παρέχον ὡς ἄρα τοῖς ὀστέοις ἐμπεπηγὸς εἴη. τό τε πελιδνὸν ἐς τὸ μέλαν μεταβαλόντες δᾳδίοις τισὶν ἐς ἄγαν καυθεῖσιν ἐῴκεσαν.

随着灾祸的加剧,他们体内的一切水分皆已枯竭,极度干瘪的皮肤酷似熟皮,给人一种紧紧贴在骨头上的感觉。肤色从铅灰转为焦黑,宛如被烈火过度炙烤的火把。

§6.20.25

καὶ αὐτοῖς μὲν ἀεὶ τὰ πρόσωπα ἔκθαμβα ἦν, ἀεὶ δὲ δεινῶς τι μανικὸν ἔβλεπον. ἔθνησκόν τε οἱ μὲν ἀπορίᾳ τροφῆς, οἱ δὲ καὶ λίαν αὐτῆς ἐς κόρον ἰόντες.

他们的面容始终带着惊愕之态,眼神中总流露出可怖的狂乱。死者之中,有的人是因缺乏食物而绝命,有的人却是因吃得过饱而亡。

§6.20.26

ἐπειδὴ γὰρ σφίσιν ἀποσβεσθὲν ἅπαν τὸ θερμὸν ἔτυχεν ὅπερ ἡ φύσις ἐντὸς ἔκαυσεν, εἴ τις ἐς κόρον αὐτούς, ἀλλὰ μὴ κατὰ βραχύ, θρέψειεν, ὥσπερ τὰ ἐπὶ καιροῦ τεχθέντα παιδία,2 οἵδε καταπέψαι οὐκέτι τὰ σιτία ἔχοντες,3 πολλῷ διεφθείροντο θᾶσσον.

盖因大自然在他们体内点燃的热力已然完全熄灭,若有人将他们喂至饱腹而非循序渐进,正如初生的婴儿一般,他们再无力消化食物,死得反而快得多。

§6.20.27

τινὲς δὲ τοῦ λιμοῦ ὑπερβιαζομένου ἀλλήλων ἐγεύσαντο. καὶ λέγονται γυναῖκες δύο ἐν ἀγρῷ τινι ὑπὲρ Ἀριμίνου πόλεως ἄνδρας ἑπτακαίδεκα ἐδηδοκέναι, ἅσπερ ἐν τῷ χωρίῳ μόνας περιεῖναι ξυνέπεσε.

有些人因饥饿难耐,甚至相互噬食。据说在阿里米努姆城上方的某个乡村田野中,有两名妇人吃了十七个男人,她们碰巧是该村落唯一的幸存者。

§6.20.28

διὸ δὴ τοὺς ἐκείνῃ πορευομένους ξένους εἰς τὸ δωμάτιον καταλύειν οὗπερ αὗται ᾤκουν ξυνέβαινεν· οὓς δὴ καθεύδοντας διαφθείρουσαι ἤσθιον.

正因如此,路过那里的陌生旅人便顺理成章地借宿在她们所居的小屋中;她们便在旅人熟睡之时将其杀害并吃掉。

§6.20.29

λέγουσιν οὖν τὸν ὀκτωκαιδέκατον ξένον ἐξ ὕπνου ἀναστάντα, ἡνίκα αὐτῷ ταῦτα τὰ γύναια ἐγχειρεῖν ἔμελλον, μαθεῖν τε παρ’ αὐτῶν ἀναθορόντα τὸν πάντα λόγον καὶ ἄμφω κτεῖναι.

人们传说,当这两个妇人正要对第十八名旅客下手时,那人从睡梦中惊醒,跃身而起从她们口中探知了全盘实情,并将两人一并诛杀。

§6.20.30

τοῦτο μὲν δὴ οὕτω γεγενῆσθαί φασιν. οἱ δὲ πλεῖστοι τῇ τοῦ λιμοῦ ἀνάγκῃ ἐχόμενοι, εἴ πού τις παρατύχῃ πόα, πολλῇ μὲν σπουδῇ ἐπ’ αὐτὴν ᾔεσαν, ὀκλάσαντες δὲ ἀνέλκειν αὐτὴν ἐκ γῆς ἐπειρῶντο.

此事据说便是这般发生的。而绝大多数为饥饿所迫之人,若在何处偶见青草,便极力奔向前去,蹲伏下身试图将其从土中拔起。

§6.20.31

εἶτα (οὐ γὰρ ἠδύναντο, ἐπεὶ πᾶσα αὐτοὺς ἰσχὺς ἐπελελοίπει) ὑπέρ τε τῆς πόας καὶ τῆς χειρὸς πίπτοντες ἔθνησκον.

随后——因为他们力气耗尽,根本无力拔起——便倒在青草与自己的双手之上死去了。

§6.20.32

καὶ γῇ μὲν αὐτοὺς ἔκρυπτεν οὐδεὶς οὐδαμῶς· οὐ γὰρ ἦν τις ὅτῳ καὶ ταφῆς λόγος γένοιτο· ὄρνις μέντοι αὐτῶν οὐδεὶς ἥπτετο, οἷοι πολλοὶ σιτίζεσθαι πεφύκασι νεκροῖς σώμασιν, ἐπεὶ οὐκ εἶχον οὐδὲν ὅτου ἐφεῖντο. σάρκας γὰρ ἁπάσας, ὥσπερ μοι ἔμπροσθεν εἴρηται, προδεδαπανῆσθαι τῷ λιμῷ ἤδη τετύχηκε. τὰ μὲν δὴ ἀμφὶ τῷ λιμῷ ταύτῃ πη ἔσχε.

根本无人将他们掩埋于地下;因为没有任何人还顾得上安葬;然而,亦无任何平日里惯于啄食尸体的鸟类碰触他们,因为他们身上已无任何鸟类所贪恋之物。正如我前文所述,所有的肌肉早已被饥荒消耗殆尽。饥荒的情势大体便是如此。

语法注3 条
  1. 6.20.18οὐκ ἂν οἰόμενοι

    语气小辞 ἄν 虽附着于分词 οἰόμενοι,但在句法意义上修饰间接引语中的不定式 πιέζεσθαι,表潜在语气(直接引语中相当于 οὐκ ἂν πιέζοιντο),意为“认为那些地方不会被压迫”。

  2. 6.20.26ὥσπερ τὰ ἐπὶ καιροῦ τεχθέντα παιδία

    短语 ἐπὶ καιροῦ 意为“适时地/足月地”,指足月出生的初生婴儿。此比喻将饥民比作新生儿,若骤然暴饮暴食便无法消化而导致夭亡。

  3. 6.20.26καταπέψαι οὐκέτι τὰ σιτία ἔχοντες

    动词 ἔχω 加不定式(καταπέψαι)的结构表示能力,此处与 οὐκέτι 连用表示否定:“再也无法消化食物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.20.16-6.20.33