← 普罗科皮乌斯

战史

§6.20.1-6.20.15

乌尔比文图斯之围与哥特守军的饥荒

贝利撒留暂缓强攻奥克西穆姆并派兵监视,转而包围地势险要的乌尔比文图斯,城内的哥特守军在极端饥荒中艰苦坚守。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.20.1

Βελισάριος δέ, ἐπεὶ Οὐρβῖνον ἀμφὶ τροπὰς χειμερινὰς εἷλεν, ἐς μὲν Αὔξιμον ἐν τῷ παραυτίκα ἰέναι ἀξύμφορον ᾤετο εἶναι· χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε.1

贝利撒留在冬至前后攻克了乌尔比努斯,但他认为眼下进军奥克西穆姆是无益的;因为他料想在对该城的围困中会耗费他们大量的时间。

§6.20.2

βίᾳ τε γὰρ τὸ χωρίον ἑλεῖν ἐρύματος ἰσχύϊ ἀδύνατον ἦν, καὶ οἱ βάρβαροι πολλοί τε καὶ ἄριστοι ἐνταῦθα, ὥσπερ μοι προδεδήλωται, φυλακὴν ἔχοντες, πολλήν τινα ληϊσάμενοι χώραν μέγα τι τῶν ἐπιτηδείων χρῆμα ἐσηνέγκαντο σφίσιν.

盖因依凭防备的险固,用武力攻取该据点绝无可能,而且正如我之前所阐明的那样,驻守在那里的蛮族不仅人数众多且皆为精锐,他们劫掠了大片土地,为自己运进了巨量的补给。

§6.20.3

Ἀράτιον δὲ σὺν πολλῇ στρατιᾷ ἐν Φίρμῳ διαχειμάζειν ἐκέλευε φυλάσσειν τε ὅπως τὸ λοιπὸν μὴ κατ’ ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιούμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται·2 αὐτὸς μέντοι ἐπὶ Οὐρβιβεντὸν ἐπῆγε τὸ στράτευμα.

于是他命令阿拉提奥斯率大军在菲尔穆姆过冬,并严加戒备,以防蛮族今后随意从那里出击,更加肆无忌惮地侵袭那一带的要塞;而他本人则率军进逼乌尔比文图斯。

§6.20.4

Περάνιος γὰρ αὐτὸν ἐς τοῦτο ἐνῆγεν, ἐπεὶ τοὺς ταύτῃ Γότθους τῶν ἐπιτηδείων ὑποσπανίζειν ἠκηκόει πρὸς τῶν αὐτομόλων, ἤλπιζέ τε, ἢν πρὸς τῇ ἀπορίᾳ τῶν ἀναγκαίων καὶ Βελισάριον παντί που παρόντα τῷ στρατῷ ἴδωσι, ῥᾷον ἐνδώσειν· ὅπερ ἐγένετο. Βελισάριος γάρ, ἐπειδὴ τάχιστα ἐς Οὐρβιβεντὸν ἀφίκετο, ἅπαντας μὲν ἐνστρατοπεδεύσασθαι ἐν χώρῳ ἐπιτηδείως κειμένῳ ἐκέλευσεν, αὐτὸς δὲ κύκλῳ περιιὼν διεσκοπεῖτο εἴ πως αὐτὴν βιάζεσθαι οὐκ ἀδύνατα ᾖ. καί οἱ μηχανὴ μὲν οὐδεμία ἔδοξεν εἶναι ὥστε βίᾳ τινὶ τὸ χωρίον ἑλεῖν.

因为佩拉尼奥斯极力促使他采取此举,佩拉尼奥斯从降卒处得知那里的哥特人粮食渐趋匮乏,并期望蛮族除了物资短缺之外,若再见到贝利撒留亲率全军压境,定会更容易屈服投降;事实果真如此。贝利撒留刚一抵达乌尔比文图斯,便命令全军在一处地势适宜之地扎营,自己则绕行四周,仔细勘察是否有可能通过某种方式强攻此地。而他觉得根本没有任何办法可以用武力攻破此据点。

§6.20.6

λάθρα δὲ αὐτοῦ ἐξ ἐπιβουλῆς οὐ παντάπασιν ἐδόκει ἀμήχανός οἱ ἡ ἐπικράτησις ἔσεσθαι.

然而,用计谋暗中攻取它,在他看来似乎并非完全不可能。

§6.20.7

Λόφος γάρ τις ἐκ κοίλης γῆς ἀνέχει μόνος, τὰ μὲν ὕπερθεν ὕπτιός τε καὶ ὁμαλός, τὰ δὲ κάτω κρημνώδης. ἀμφὶ δὲ τὸν λόφον ἰσομήκεις πέτραι κύκλωσιν αὐτοῦ ποιοῦνταί τινα, οὐκ ἄγχιστά πη οὖσαι, ἀλλ’ ὅσον βολὴν διέχουσαι λίθου.

盖因有一座孤零零的山丘从低洼之地拔地而起,顶部平坦开阔,下方则陡峭险峻。在山丘周围,等高的岩石构成了某种环形屏障,它们绝非紧挨着,而是相隔约一掷石的距离。

§6.20.8

ἐπὶ τούτου δὴ τοῦ λόφου οἱ πάλαι ἄνθρωποι τὴν πόλιν ἐδείμαντο, οὔτε τείχη περιβαλόντες οὔτ’ ἄλλο τι ὀχύρωμα ποιησάμενοι, ἐπεὶ φύσει αὐτοῖς τὸ χωρίον ἀνάλωτον ἔδοξεν εἶναι.

古人正是在这座山丘上建造了这座城市,既没有在其四周筑造城墙,亦未修建任何其他防御工事,因为他们觉得此地在天然上便是坚不可摧的。

§6.20.9

μία γὰρ ἐς αὐτὴν ἐκ τῶν πετρῶν εἴσοδος τυγχάνει οὖσα, ἣν φυλασσομένοις τοῖς ταύτῃ ᾠκημένοις οὐδεμίαν ἑτέρωθι πολεμίων προσβολὴν δεδιέναι ξυμβαίνει.3

实际上,从岩石通向城中只有唯一一条入口,当地居民若将此口守住,便无需惧怕敌人从任何其他方向发起攻击。

§6.20.10

χωρὶς γὰρ τοῦ χωρίου ᾗ τὴν εἴσοδον ἡ φύσις ἐς τὴν πόλιν ἐτεκτήνατο, ὥσπερ ἐρρήθη, ποταμὸς ἀεὶ μέγας τε καὶ ἀπόρευτος τὰ μεταξὺ ἔχει τοῦ τε λόφου καὶ τῶν πετρῶν ὧν ἄρτι ἐμνήσθην.

因为正如前文所述,除了大自然为该城开辟入口之处外,一条始终水量充沛且无法渡过的河流占据了该山丘与我方才提到的岩石之间的空隙。

§6.20.11

διὸ δὴ καὶ βραχεῖάν τινα οἰκοδομίαν ἐν ταύτῃ τῇ εἰσόδῳ πεποίηνται τὸ παλαιὸν Ῥωμαῖοι. καὶ πύλη τις ἐνταῦθά ἐστιν, ἣν τότε Γότθοι ἐφύλασσον. τὰ μὲν οὖν ἀμφὶ Οὐρβιβεντῷ ταύτῃ πη ἔχει.

因此,古代的罗马人亦在这处入口修建了一座矮小的建筑物。那里有一道城门,当时由哥特人把守。乌尔比文图斯的情势大抵便是如此。

§6.20.12

Βελισάριος δὲ τῷ παντὶ στρατῷ ἐς τὴν πολιορκίαν καθίστατο, ἢ διὰ τοῦ ποταμοῦ κακουργήσειν τὴν ἐλπίδα ἔχων ἢ λιμῷ παραστήσεσθαι τοὺς πολεμίους.

贝利撒留率全军投入围困,抱有的希望要么是通过这条河流施加破坏,要么是用饥饿逼迫敌人投降。

§6.20.13

οἱ δὲ βάρβαροι τέως μὲν οὐ παντάπασι τῶν ἀναγκαίων ἐσπάνιζον, καίπερ ἐνδεεστέρως ἢ κατὰ τὴν χρείαν αὐτὰ ἔχοντες, ὅμως τῇ ταλαιπωρίᾳ παρὰ δόξαν ἀντεῖχον, ἥκιστα μὲν ἐς τροφῆς κόρον ἐρχόμενοι, ὅσον δὲ μὴ λιμῷ ἀποθνήσκειν χρώμενοι σιτίοις4 ἐς ἡμέραν ἑκάστην.

蛮族在尚未完全断绝生活必需品期间,尽管所拥有的比实际需求更为匮乏,但他们依然出人意料地忍受住了苦难,绝不求饮食饱腹,每天仅消耗刚好不致饿死的口粮。

§6.20.14

ἐπεὶ δὲ ἅπαντα σφᾶς τὰ ἐπιτήδεια ἐπελελοίπει, δέρρεις τε καὶ διφθέρας ὕδατι βρέχοντες πολύν τινα χρόνον εἶτα ἤσθιον· Ἀλβίλας γὰρ ὃς αὐτῶν ἦρχεν, ἀνὴρ ἐν Γότθοις δόκιμος μάλιστα, ἐλπίσιν αὐτοὺς κεναῖς ἔβοσκεν.

然而,当所有的粮食最终耗尽时,他们便将兽皮与生皮在水中浸泡许久,然后吞食;因为统领他们的阿尔比拉斯——此人在哥特人中极有声望——一直用虚妄的希望安抚维持着他们。

§6.20.15

Ἡνίκα τε αὖθις ἐπανιὼν ὁ χρόνος τὴν τοῦ θέρους ὥραν ἤνεγκεν, ὁ σῖτος ἤδη ἐν τοῖς ληΐοις αὐτόματος ἤκμαζεν, οὐχὶ τοσοῦτος μέντοι ὅσος τὸ πρότερον, ἀλλὰ πολλῷ ἥσσων.

当岁月流转再次带来夏季时,田里的谷物已自然成熟,但数量已不及往昔,而是少得多了。

语法注4 条
  1. 6.20.1χρόνον γὰρ σφίσι τετρίψεσθαι πολὺν ἐν τῇ ἐς αὐτὴν προσεδρείᾳ ὑπώπτευε

    τετρίψεσθαι 是 τρίβω 的将来完成时中被动态不定式,σφίσι 作为间接反身代词指代贝利撒留及其军队(与格)。将来完成时表示一旦投入围攻,“大量时间势必将被耗费殆尽”的结果状态。

  2. 6.20.3κατ’ ἐξουσίαν οἱ βάρβαροι τὰς ἐπεκδρομὰς ἐνθένδε ποιούμενοι ἀδεέστερον τὰ ἐκείνῃ χωρία βιάζωνται

    在 ὅπως 从句中,主动词为现在时虚拟式 βιάζωνται。分词短语 τὰς ἐπεκδρομὰς... ποιούμενοι 表方式或手段(“发起出击”),由介词短语 κατ’ ἐξουσίαν(“随意地/不受约束地”)与副词比较级 ἀδεέστερον(“更大胆地/更无所畏惧地”)共同修饰。

  3. 6.20.9ἣν φυλασσομένοις τοῖς ταύτῃ ᾠκημένοις οὐδεμίαν ἑτέρωθι πολεμίων προσβολὴν δεδιέναι ξυμβαίνει

    关系代名词 ἣν 先行词为 εἴσοδος(入口),作中动态分词 φυλασσομένοις 的直接宾语。在无人称动词 ξυμβαίνει 的支配下,逻辑主语当地居民(τοῖς ταύτῃ ᾠκημένοις)采用与格,与不定式 δεδιέναι 搭配,构成“若当地居民将其守住,便使得他们无需惧怕……”之结构。

  4. 6.20.13ὅσον δὲ μὴ λιμῷ ἀποθνήσκειν χρώμενοι σιτίοις

    ὅσον μή 搭配不定式(ἀποθνήσκειν)表示限制性程度(“仅以不至于……为限”)。该句修饰分词短语 χρώμενοι σιτίοις(“消耗粮食”),意为“每天仅食用刚好不至于饿死的极少量食物”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.20.1-6.20.15