← 普罗科皮乌斯

战史

§6.19.1-6.19.22

乌尔比努斯降服与艾米利亚收复

贝利撒留围攻乌尔比努斯,纳尔塞斯因认定该城坚不可摧而率部分兵力撤出包围;但城内唯一泉水的枯竭使该城最终协议归降,而约翰虽在强攻凯塞纳时失利,却成功收复了整个艾米利亚地区。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.19.1

Ταῦτα ἀκούσας Βελισάριος Περάνιον μὲν ἐς Οὐρβιβεντὸν ξὺν πολλῇ στρατιᾷ, ἐφ’ ᾧ πολιορκήσουσιν αὐτήν,1 ἔπεμψεν, αὐτὸς δὲ ἐπὶ Οὐρβῖνον τὸ στράτευμα ἐπῆγε, πόλιν τε ἐχυρὰν καὶ Γότθων φρουρὰν διαρκῆ ἔχουσαν (ἀπέχει δὲ αὕτη Ἀριμίνου πόλεως ἡμέρας ὁδὸν εὐζώνῳ ἀνδρί), καί οἱ τῆς στρατιᾶς ἐξηγουμένῳ Ναρσῆς τε καὶ Ἰωάννης καὶ οἱ ἄλλοι ξύμπαντες εἵποντο.

贝利撒留听闻此事后,派佩拉尼奥斯率大军前往乌尔比文图斯进行围攻,自己则率军进逼乌尔比努斯——这是一座由充足的哥特守军把守的坚固城市(此城距离阿里米努姆城约有一日轻装步行的路程);而当他统领大军前行时,纳尔塞斯、约翰以及其他所有将领皆随他同行。

§6.19.2

τῆς τε πόλεως ἀγχοῦ ἐλθόντες παρὰ τοῦ λόφου τὸν πρόποδα ἐστρατοπέδευσαν δίχα· οὐ γάρ πη ἀλλήλοις ξυνετετάχατο, ἀλλ’ οἱ μὲν ἀμφὶ Βελισάριον τὰ πρὸς ἕω τῆς πόλεως εἶχον, οἱ δὲ ἀμφὶ Ναρσῆν τὰ πρὸς ἑσπέραν.

当他们行至该城附近时,便在丘陵脚下分别扎营;因为他们绝未联合扎营,而是贝利撒留的部队占据城东,纳尔塞斯的部队占据城西。

§6.19.3

κεῖται δὲ Οὐρβῖνος ἐπὶ λόφου περιφεροῦς τε καὶ ὑψηλοῦ λίαν. οὐ μέντοι ὁ λόφος οὔτε κρημνώδης οὔτε παντάπασιν ἀπόρευτός ἐστι, μόνον δὲ δύσοδος τῷ ἀνάντης ἐς ἄγαν εἶναι, ἄλλως τε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι.2

乌尔比努斯坐落在一座圆形且极高的丘陵之上。不过,这座山丘既非绝壁万仞,亦非完全不可攀登,仅仅因其地势过分陡峭而难于通行,尤其是当人行至距城最近之处时尤为如此。

§6.19.4

μίαν δὲ εἴσοδον ἐν τῷ ὁμαλεῖ ἔχει πρὸς βορρᾶν ἄνεμον. Ῥωμαῖοι μὲν οὖν ἐς τὴν πολιορκίαν ἐτετάχατο ὧδε. Βελισάριος δὲ ῥᾷον σφίσι προσχωρήσειν ὁμολογίᾳ τοὺς βαρβάρους οἰόμενος ἅτε κατωρρωδηκότας τὸν κίνδυνον, πρέσβεις τε παρ’ αὐτοὺς ἔπεμψε καὶ πολλὰ ὑποσχόμενος αὐτοῖς ἀγαθὰ ἔσεσθαι κατηκόους βασιλέως γενέσθαι παρῄνει.

但在其平坦之处,面朝北风的方向有一条唯一的通道。罗马人围城时的部署大致如此。贝利撒留认为蛮族因惧怕危险,更容易通过协议归顺他们,便派使节前往他们那里,许以诸多优厚待遇,劝告他们归顺皇帝成为臣民。

§6.19.5

οἱ μὲν οὖν πρέσβεις τῶν πυλῶν ἀγχοῦ γενόμενοι (οὐ γὰρ τῇ πόλει σφᾶς ἐδέξαντο οἱ πολέμιοι) πολλά τε καὶ λίαν ἐπαγωγὰ εἶπον, οἱ δὲ Γότθοι χωρίου τε ἰσχύϊ θαρροῦντες καὶ τῶν ἐπιτηδείων τῇ ἀφθονίᾳ τοὺς μὲν λόγους ἥκιστα ἐνεδέχοντο, κατὰ τάχος δὲ Ῥωμαίους ἐνθένδε ἐκέλευον ἀπαλλάσσεσθαι.

使节们来到城门附近(因为敌人并未允许他们入城),说了许多极具说服力的话;然而哥特人依仗地势险要与粮草充足,根本不接纳这些言辞,反而命令罗马人速速自此地离去。

§6.19.6

Βελισάριος οὖν ταῦτα ἀκούσας ῥάβδους παχείας τῷ στρατῷ ξυλλέγειν ἐπήγγελλε, στοάν τε ἀπ’ αὐτῶν ποιεῖσθαι μακράν.

贝利撒留闻讯后,遂命令军队收集粗壮的枝条,用其建造一条长长的廊棚。

§6.19.7

ἧς δὴ ἐντὸς κρυπτόμενοι ἔμελλον τῶν τε πυλῶν ξὺν αὐτῇ ἀγχοτάτω ἰέναι, ᾗ μάλιστα ὁ χῶρος ὁμαλός ἐστι, καὶ τῇ ἐς τὸ τεῖχος ἐπιβουλῇ χρῆσθαι. καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν.

士兵们藏身其中,打算随着它推进到地势最为平坦的城门近旁,以此对城墙展开攻击。众人便依此行事。

§6.19.8

Ναρσῇ δὲ ξυγγενόμενοι τῶν ἐπιτηδείων τινές, ἀπέραντά τε ποιεῖν Βελισάριον καὶ τὰ ἀμήχανα ἐπινοεῖν ἔφασκον.3 ἤδη γὰρ Ἰωάννην τοῦ χωρίου ἀποπειρασάμενον, καὶ ταῦτα ὀλίγων τινῶν τηνικαῦτα φρουρὰν ἔχοντος, ἀνάλωτον αὐτὸ ᾐσθῆσθαι παντάπασιν εἶναι (καὶ ἦν δὲ οὕτως), ἀλλ’ αὐτὸν χρῆναι βασιλεῖ ἀνασώσασθαι τὰ ἐπὶ Αἰμιλίας χωρία.

然而,纳尔塞斯的一些亲信聚拢到他身边,声称贝利撒留是在徒耗精力,妄图行不可能之事。因为约翰早先曾试图夺取该据点,且当时城中仅有少数守军把守,却已发觉此地完全无法攻克(事实亦确是如此);因此纳尔塞斯本人理应为皇帝收复艾米利亚境内的各处要塞。

§6.19.9

ταύτῃ ὁ Ναρσῆς τῇ ὑποθήκῃ ἀναπεισθεὶς νύκτωρ τὴν προσεδρείαν διέλυσε, καίπερ Βελισαρίου πολλὰ λιπαροῦντος μένειν τε αὐτοῦ καὶ Οὐρβῖνον πόλιν σφίσι ξυνελεῖν.

纳尔塞斯被这一劝告所打动,便趁夜解除了围困,尽管贝利撒留再三恳求他留在当地,合力攻取乌尔比努斯城。

§6.19.10

οὗτοι μὲν ἐς Ἀρίμινον κατὰ τάχος ξὺν τῷ ἄλλῳ στρατῷ ἵκοντο. Μώρας δὲ καὶ οἱ βάρβαροι ἐπεὶ κατὰ ἥμισυ τοὺς πολεμίους ἀναχωρήσαντας ἅμα ἡμέρᾳ εἶδον, ἐτώθαζον ἀπὸ τοῦ περιβόλου τοὺς μεμενηκότας ἐρεσχελοῦντες.

这些人遂与其余部队迅速赶往阿里米努姆。而莫拉斯与蛮族守军破晓时见敌军已撤走了一半,便在城墙上对留守者百般嘲弄与辱骂。

§6.19.11

Βελισάριος δὲ τῇ λειπομένῃ στρατιᾷ τειχομαχεῖν ἤθελε. καί οἱ ταῦτα βουλευομένῳ εὐτύχημα γενέσθαι ξυνηνέχθη θαυμάσιον οἷον.

贝利撒留则决意以剩下的军队强攻城墙。正当他为此筹谋之际,一件不可思议的奇妙幸事降临于他。

§6.19.12

μία τις ἦν ἐν Οὐρβίνῳ πηγή, ἐξ ἧς δὴ πάντες οἱ ταύτῃ οἰκοῦντες ὑδρεύοντο. αὕτη κατὰ βραχὺ ἀπὸ ταὐτομάτου ἀποξηρανθεῖσα ὑπέληγεν.

乌尔比努斯城中仅有一处泉水,当地的所有居民全赖其汲水饮用。这眼泉水竟自然而然地渐渐干涸,水流逐渐断绝。

§6.19.13

ἔν τε ἡμέραις τρισὶν οὕτως αὐτὴν τὸ ὕδωρ ἀπέλιπεν ὥστε ξὺν τῷ πηλῷ ἐνθένδε αὐτὸ οἱ βάρβαροι ἀρυόμενοι ἔπινον. διὸ δὴ Ῥωμαίοις προσχωρεῖν ἔγνωσαν.

在三天之内,泉水彻底枯竭,以致蛮族只能混着泥浆从中汲水饮用。因此,他们决定向罗马人投降。

§6.19.14

Βελισάριος δὲ ταῦτα μὲν οὐδαμῆ πεπυσμένος ἤθελεν ἀποπειράσασθαι τοῦ περιβόλου. καὶ τὸ μὲν ἄλλο στράτευμα ἐξοπλίσας κύκλῳ ἀμφὶ τὸν λόφον ἅπαντα ἔστησε, τινὰς δὲ ἐκέλευσεν ἐν τῷ ὁμαλεῖ τὴν ἀπὸ τῶν ῥάβδων ἐπάγειν στοάν· οὕτω γὰρ καλεῖν τὴν μηχανὴν νενομίκασι ταύτην. οἱ δὲ αὐτῆς ἐντὸς ὑποδύντες ἐβάδιζόν τε καὶ τὴν στοὰν ἐφεῖλκον τοὺς πολεμίους λανθάνοντες.

贝利撒留对此事一无所知,正准备对城墙发起强攻。他令其余军队全副武装,环绕整个山丘列队,并命令一部分人沿着平坦地带推进那座由枝条做成的廊棚;因为他们习惯于将这种攻城器械如此称呼。士兵们潜伏其下,一边行进一边拖拽廊棚,瞒过了敌人的视线。

§6.19.16

οἱ μὲν οὖν βάρβαροι χεῖρας τὰς δεξιὰς ἀπὸ τῶν ἐπάλξεων προτεινόμενοι ἐδέοντο τῆς εἰρήνης τυχεῖν. Ῥωμαῖοι δὲ οὐκ εἰδότες τι τῶν ἀμφὶ τῇ πηγῇ ξυμπεπτωκότων τόν τε πόλεμον αὐτοὺς καὶ τὴν μηχανὴν δεδιέναι ὑπώπτευον. ἀμφότεροι γοῦν τῆς μάχης ἄσμενοι ἀπέσχοντο.

于是蛮族从雉堞上伸出右手,恳求缔结和约。罗马人对泉水发生的事情毫不知情,还以为他们是惧怕战斗与攻城器械。总之,双方皆欣然罢战。

§6.19.17

καὶ Γότθοι Βελισαρίῳ σφᾶς τε αὐτοὺς καὶ τὴν πόλιν ὁμολογίᾳ παρέδοσαν, ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως κατήκοοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ γεγενημένοι.4

哥特人遂依照协议向贝利撒留交出了自身与城市,条件是他们免受任何伤害,并与罗马军享有同等地位,成为皇帝的臣民。

§6.19.18

Ναρσῆς δὲ ταῦτα ἀκούσας ἐν θαύματί τε καὶ ξυμφορᾷ τὸ πρᾶγμα ἐποιεῖτο.

纳尔塞斯闻知此事,既感惊异,又视为憾事。

§6.19.19

καὶ αὐτὸς μὲν ἐν Ἀριμίνῳ ἔτι ἡσύχαζεν, Ἰωάννην δὲ τῷ παντὶ στρατῷ ἐπὶ Καισῆναν ἐξηγεῖσθαι ἐκέλευεν. οἱ δὲ κλίμακας φέροντες ᾔεσαν.

当时他本人仍驻留于阿里米努姆,但命约翰率领全军进发凯塞纳。众人携带着云梯行进。

§6.19.20

ἐπεὶ δὲ ἄγχιστα τοῦ φρουρίου ἐγένοντο, προσέβαλλόν τε καὶ τοῦ περιβόλου ἀπεπειρῶντο. καρτερῶς δὲ τῶν βαρβάρων ἀμυνομένων ἄλλοι τε πολλοὶ αὐτοῦ ἔπεσον καὶ Φανίθεος ὁ τῶν Ἐρούλων ἡγούμενος.

当他们来到距要塞极近之处时,便发起进攻并试图强登城墙。然而蛮族殊死抵抗,不仅有许多人阵亡于该处,连赫鲁利人的首领法尼特奥斯亦战死沙场。

§6.19.21

Ἰωάννης δὲ Καισήνης τότε τοῦ φρουρίου ἀποτυχὼν ἀποπειρᾶσθαι οὐκέτι ἠξίου, ἐπεί οἱ ἀνάλωτον ἔδοξεν εἶναι, ξύν τε Ἰουστίνῳ καὶ τῷ ἄλλῳ στρατῷ πρόσω ἤλαυνε.

约翰攻打凯塞纳要塞受挫后,因见其无法攻克,便不再勉强尝试,而是与查士丁以及其余军队继续向前推进。

§6.19.22

καὶ πόλιν μὲν ἀρχαίαν ἐκ τοῦ αἰφνιδίου κατέλαβεν ἣ Φοροκορνήλιος ὠνόμασται, τῶν δὲ βαρβάρων οἱ ἀεί τε ὑποχωρούντων καὶ οὐδαμῆ ἐς χεῖρας ἰόντων, ξύμπασαν βασιλεῖ τὴν Αἰμιλίαν ἀνεσώσατο. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

他出其不意地袭占了名为科尔内利乌斯集市的古城;由于蛮族始终避退而绝不交手交锋,他为皇帝收复了整个艾米利亚。当时的时局大抵便是如此发展的。

语法注4 条
  1. 6.19.1ἐφ’ ᾧ πολιορκήσουσιν αὐτήν

    ἐφ’ ᾧ 接将来时直陈式构成的目的/条件句,意为“为了……”或“在……条件下”,在此处表示派遣佩拉尼奥斯的明确目的(“去围攻该城”)。

  2. 6.19.3τῷ ἀνάντης ἐς ἄγαν εἶναι, ἄλλως τε καὶ τῆς πόλεως ἀγχοτάτω ἰόντι

    中性冠词与格 τῷ 配合不定式 εἶναι 构成原因与格(“因其过分陡峭”)。随后的阳性与格分词 ἰόντι 为视点与格(dativus iudicantis),意为“尤其是当人行至距城最近之处时”。

  3. 6.19.8ἀπέραντά τε ποιεῖν Βελισάριον καὶ τὰ ἀμήχανα ἐπινοεῖν ἔφασκον

    间接引语中的对格加不定式结构,受主动词 ἔφασκον 支配。Βελισάριον 为对格逻辑主语,不定式为 ποιεῖν 和 ἐπινοεῖν。中性复数名词化形容词 ἀπέραντα(“徒劳无果之事”)与 τὰ ἀμήχανα(“不可能之事”)作直接宾语。

  4. 6.19.17ἐφ’ ᾧ κακῶν ἀπαθεῖς μείνωσι, βασιλέως κατήκοοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ γεγενημένοι

    由 ἐφ’ ᾧ 接虚拟式 μείνωσι 引出投降的约定条件(“在不受任何伤害的条件下”)。介词短语 ἐπὶ τῇ ἴσῃ καὶ ὁμοίᾳ(省略 μοίρᾳ)是古典外交用语,意为“在同等且平等的条件下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.19.1-6.19.22