← 普罗科皮乌斯

战史

§6.2.1-6.2.21

护送军饷与尼禄原野的牵制作战

在尤萨利乌斯押送军饷抵达之际,贝利撒留发起佯攻,罗马军在城墙附近及尼禄原野与哥特军展开了激烈的多路交战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.2.1

Εὐθάλιος δέ τις ἀμφὶ θερινὰς τροπὰς ἐς Ταρακίναν ἐκ Βυζαντίου ἧκε, χρήματα ἔχων ἅπερ τοῖς στρατιώταις βασιλεὺς ὦφλε.

夏至前后,一个名叫尤萨利乌斯的人带着皇帝积欠士兵的军饷,从拜占庭抵达塔拉奇纳。

§6.2.2

δείσας τε μὴ κατὰ τὴν ὁδὸν ἐντυχόντες πολέμιοι τὰ χρήματά τε ἀφέλωνται καὶ αὐτὸν κτείνωσι, γράφει πρὸς Βελισάριον ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι.1

他担心在路上遭遇敌人从而导致钱财被劫且自身被杀,便致信贝利撒留,请求为他前往罗马的行程确保安全。

§6.2.3

ὁ δὲ ἄνδρας μὲν ἑκατὸν τῶν αὑτοῦ ὑπασπιστῶν δοκίμους ἀπολεξάμενος ξὺν δορυφόροις δύο πέμπει ἐς Ταρακίναν οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν.2

贝利撒留从自己的近卫侍从中挑选出一百名精锐,配以两名近卫枪骑兵,将他们派往塔拉奇纳,以便护送军饷与他同行。

§6.2.4

δόκησιν δὲ ἀεὶ τοῖς βαρβάροις παρείχετο ὡς παντὶ τῷ στρατῷ μαχεσόμενος, ὅπως μὴ ἐνθένδε τῶν πολεμίων τινὲς ἢ τροφῶν ξυγκομιδῆς ἕνεκα ἢ ἄλλου ὁτουοῦν ἴωσιν.

同时,他不断向蛮族制造出要倾全军出战的假象,以免有敌军从那里出发去采集粮食或出于任何其他缘故而外出行动。

§6.2.5

ἐπεὶ δὲ τῇ ὑστεραίᾳ τοὺς ἀμφὶ Εὐθάλιον ἔγνω παρέσεσθαι, διεῖπέ τε καὶ διεκόσμει ὡς ἐς μάχην τὸ στράτευμα, καὶ οἱ βάρβαροι ἐν παρασκευῇ ἦσαν.

当他获悉尤萨利乌斯一行将于次日抵达时,便指挥并部署军队,仿佛准备投入战斗,而蛮族也做好了迎战准备。

§6.2.6

ὅλην μὲν οὖν δείλην πρωίαν κατεῖχεν ἀμφὶ τὰς πύλας τοὺς στρατιώτας· ᾔδει γὰρ Εὐθάλιόν τε καὶ τοὺς ξὺν αὐτῷ ἐς νύκτα ἀφίξεσθαι.

因此,他整个早半天都把士兵留滞在城门附近;因为他知道尤萨利乌斯及其同伴将在入夜时分到达。

§6.2.7

ἐς δὲ ἡμέραν μέσην ἄριστον ἐκέλευε τὸ στράτευμα αἱρεῖσθαι, καὶ οἱ Γότθοι ταὐτὸ τοῦτο ἐποίουν, ἐς τὴν ὑστεραίαν αὐτὸν οἰόμενοι τὴν ξυμβολὴν ἀποτίθεσθαι.

到正午时,他命令全军吃午饭,哥特人以为他把交战推迟到了次日,也照样如此行事。

§6.2.8

ὀλίγῳ δὲ ὕστερον Μαρτῖνον μὲν καὶ Βαλεριανὸν ξὺν τοῖς ἑπομένοις ἐς Νέρωνος πεδίον Βελισάριος ἔπεμψε, ξυνταράσσειν ὅτι μάλιστα ἐπιστείλας τὸ τῶν πολεμίων στρατόπεδον.

不久之后,贝利撒留派马提努斯和瓦勒良率领部属前往尼禄原野,指示他们尽可能扰乱敌军营地。

§6.2.9

ἐκ δὲ πυλίδος Πιγκιανῆς ἱππέας ἑξακοσίους ἐπὶ τῶν βαρβάρων τὰ χαρακώματα ἔστελλεν· οἷς δὴ τρεῖς τῶν αὑτοῦ δορυφόρων ἐπέστησεν, Ἀρτασίρην τε ἄνδρα Πέρσην καὶ Βώχαν Μασσαγέτην γένος καὶ Κουτίλαν Θρᾷκα. καὶ πολλοὶ μὲν αὐτοῖς τῶν ἐναντίων ἀπήντησαν.

又从平西亚小门派出六百名骑兵直扑蛮族的防御栅栏;他指派了自己的三名近卫枪骑兵统领这些人:波斯人阿尔塔西雷斯、马萨革泰族人博哈斯和色雷斯人库提拉斯。敌方有大批兵力前去迎战。

§6.2.11

χρόνον δὲ πολὺν ἡ μάχη ἐν χερσὶν οὐκ ἐγίνετο, ἀλλ’ ἐπιοῦσί τε ὑπεχώρουν ἀλλήλοις καὶ τὰς διώξεις ἑκάτεροι ἀγχιστρόφους ποιούμενοι ἐῴκεισαν βουλομένοις ἐς τοῦτο σφίσι δαπανᾶσθαι τὸν τῆς ἡμέρας χρόνον.

在很长一段时间里,并未发生短兵相接的厮杀,双方在一方向前推进时互相后撤,各自做出迅速回旋的追逐,似乎有意借此耗尽一天的光阴。

§6.2.12

προϊόντες μέντοι ὀργῇ ἐς ἀλλήλους εἴχοντο ἤδη· καρτερᾶς τε γεγενημένης τῆς ξυμβολῆς, ἑκατέρων μὲν πολλοὶ καὶ ἄριστοι ἔπεσον, ἀμφοτέροις δὲ ἀπό τε τῆς πόλεως καὶ τῶν χαρακωμάτων ἐπίκουροι ἦλθον.

然而随着时间推移,他们因愤怒而彼此真正扭打在一起;激烈的交锋随之展开,双方都有许多最精锐的勇士阵亡,来自城内和栅栏营地的援军纷纷赶来增援双方。

§6.2.13

ὧν δὴ ἀναμιγνυμένων τοῖς μαχομένοις ἔτι μᾶλλον ὁ πόνος ἐπὶ μέγα ᾔρετο. καὶ ἡ κραυγὴ τήν τε πόλιν καὶ τὰ στρατόπεδα περιλαβοῦσα τοὺς μαχομένους ἐξέπλησσε.

当援军与作战者混杂在一起时,战况更加激化。笼罩了全城与各营地的呐喊声令作战的人惊骇不已。

§6.2.14

τέλος δὲ Ῥωμαῖοι ἀρετῇ ὠσάμενοι τοὺς πολεμίους ἐτρέψαντο. Ἐν τούτῳ τῷ ἔργῳ Κουτίλας μέσην τὴν κεφαλὴν ἀκοντίῳ πληγεὶς καὶ ταύτῃ τὸ δοράτιον ἐμπεπηγὸς ἔχων ἐδίωκε.

最终,罗马人凭借英勇逼退敌人并使之溃逃。在这场战斗中,库提拉斯头部中央被标枪击中,在标枪仍深扎于头上的情况下继续追击。

§6.2.15

τῆς τε τροπῆς γενομένης ἅμα τοῖς περιοῦσιν ἐς τὴν πόλιν ἀμφὶ ἡλίου δύσιν ἐσήλασε, κραδαινομένου οἱ ἐν τῇ κεφαλῇ τοῦ ἀκοντίου, θέαμα λόγου πολλοῦ ἄξιον.

溃退发生后,他在日落时分与幸存者一同骑马入城,标枪在他头上颤动,成了一幕极为引人瞩目的奇景。

§6.2.16

ἐν τούτῳ δὲ καὶ Ἄρζην, τῶν Βελισαρίου ὑπασπιστῶν ἕνα, τῶν τις Γότθων τοξότης μεταξὺ τῆς τε ῥινὸς καὶ ὀφθαλμοῦ τοῦ δεξιοῦ βάλλει.

在此期间,一名哥特弓箭手也击中了贝利撒留的近卫侍从之一阿尔泽斯的鼻梁与右眼之间。

§6.2.17

καὶ τοῦ μὲν τοξεύματος ἡ ἀκὶς ἄχρι ἐς τὸν αὐχένα ὀπίσω διῆλθεν, οὐ μέντοι διεφάνη, τοῦ δὲ ἀτράκτου τὸ λειπόμενον ἐπῆν τε τῷ προσώπῳ καὶ ἱππευομένου τοῦ ἀνθρώπου ἐσείετο.

箭矢的锋刃直穿透到后颈,只是未曾破皮而出,而箭杆的其余部分留在面部,随着此人骑马疾驰而晃动。

§6.2.18

ὃν δὴ ξὺν τῷ Κουτίλᾳ θεώμενοι ἐν θαύματι μεγάλῳ ἐποιοῦντο Ῥωμαῖοι ὅτι δὴ ἱππεύοντο, οὐδεμίαν ἐπιστροφὴν τοῦ κακοῦ ἔχοντες. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε.

罗马人看到他和库提拉斯,对他们毫不理会伤势依然策马前行大为惊奇。这些事情的发展大体如此。

§6.2.19

Ἐν δὲ Νέρωνος πεδίῳ τὰ βαρβάρων πράγματα καθυπέρτερα ἦν. οἵ τε ἀμφὶ Βαλεριανὸν καὶ Μαρτῖνον, πλήθει πολλῷ πολεμίων μαχόμενοι, καρτερῶς μὲν ὑφίσταντο, ἔπασχον δὲ τὰ δεινότατα, καὶ κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα.3

然而在尼禄原野上,蛮族的态势却占据了上风。瓦勒良和马提努斯及其部众虽英勇抵御着强敌大军,却蒙受了极其惨重的损失,陷入了极大的险境之中。

§6.2.20

καὶ τότε δὴ Βελισάριος Βώχαν ἐκέλευεν ἐπαγόμενον τοὺς ξὺν αὐτῷ ἀκραιφνέσι σώμασί τε καὶ ἵπποις ἐκ τῆς ξυμβολῆς ἐπανήκοντας ἐς Νέρωνος πεδίον ἰέναι.

此时贝利撒留命令博哈斯率领刚从交战中归来、人马皆未负伤的部属,前往尼禄原野驰援。

§6.2.21

ἤδη δὲ ἦν τῆς ἡμέρας ὀψέ. καὶ Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων4 ἐκ τοῦ αἰφνιδίου τροπὴ τῶν βαρβάρων ἐγίνετο, ἐς ἣν ἐπὶ πλεῖστον Βώχας ἐμπεσὼν ἐς κύκλωσιν δυοκαίδεκα πολεμίων δόρατα φερόντων ἀφίκετο.

当时天色已晚。博哈斯一行出其不意地赶来增援罗马军,蛮族顿时陷入溃散;博哈斯一马当先追击得最远,结果陷入了十二名持矛敌兵的包围之中。

语法注4 条
  1. 6.2.2ἀσφαλῆ οἱ ἐς Ῥώμην τὴν πορείαν ποιήσασθαι

    接在动词 γράφει(致信请求)之后的动词不定式结构。ποιήσασθαι 作宾语不定式,表示请求贝利撒留做出的行动;τὴν πορείαν 为直接宾语,ἀσφαλῆ 为其补足语(谓语性宾格)。代词 οἱ 用作利益与格,间接指代主语尤萨利乌斯本人。

  2. 6.2.3οἵπερ αὐτῷ τὰ χρήματα ξυγκομίσαιεν

    由关系代词 οἵπερ 引导并搭配希求法动词 ξυγκομίσαιεν 的关系词目的从句。因主句为历史时态(历史现在时 πέμπει),故从句采用希求法表示目的(“以便与他一同押运款项”)。

  3. 6.2.19κινδύνου ἐς μέγα τι ἀφίκοντο χρῆμα

    典型的迂言表达结构,名词 χρῆμα 带有限定属格 κινδύνου,意为“陷入了极大的险境”。固定短语 μέγα τι χρῆμα(巨大的事物/事态)作介词 ἐς 的宾语,用以强化程度。

  4. 6.2.21Ῥωμαίοις τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων

    属格独立结构(τῶν ἀμφὶ Βώχαν ἐπιβεβοηθηκότων),其中前置的与格 Ῥωμαίοις 受复合动词 ἐπιβοηθέω(驰援某人)支配。整句为后文的主句 τροπὴ τῶν βαρβάρων ἐγίνετο 提供了时间与原因上的背景条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4029.tlg001.humanitext-grc2:6.2.1-6.2.21